Ancient Greek · ~10 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 1
Not analysed yet
Ἀποστολικῆς ὑμῖν ἐξηγήσεως χρέος ὀφείλω παλαιόν· ἀλλὰ τοῦτο τὸ χρέος ὑμεῖς μὲν ἴσως ἐπιλέλησθε διὰ τὸν χρόνον, ἐγὼ δὲ οὐκ ἐπιλέλησμαι διὰ τὸν περὶ ὑμᾶς πόθον. Τοιοῦτον γὰρ ἡ ἀγάπη· ἄγρυπνόν τι χρῆμα, καὶ μεμεριμνημένον ἐστί· καὶ οὐχὶ τοὺς φιλουμένους μόνον ἐπὶ τῆς διανοίας περιφέρουσιν οἱ φιλοῦντες, ἀλλὰ καὶ ὅσα ἂν αὐτοῖς ὑπόσχωνται δώσειν, τῶν μελλόντων ἀπολαμβάνειν ἀκριβέστερον τὴν μνήμην ἔχουσιν. Οὕτω καὶ μήτηρ φιλόστοργος τοῖς παισὶ τοῖς ἑαυτῆς λείψανα τραπέζης διατηρήσασα, κἂν ἐκεῖνοι τύχωσιν ἐπιλαθόμενοι, αὕτη γε οὐκ ἐπιλήσεται, ἀλλὰ μετὰ σπουδῆς αὐτὰ διαφυλάξασα πάσης, εἰς μέσον φέρει καὶ διατρέφει πεινῶντας. Εἰ δὲ μητέρες οὕτω περὶ τὰ ἔκγονα φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην πλείονα σπουδὴν καὶ ἐπιμέλειαν ἐπιδείκνυσθαι χρὴ, ὅσῳ τῶν τῆς φύσεως ὠδίνων αἱ τοῦ πνεύματός εἰσι δυνατώτεραι. Τίς οὖν ἡ τράπεζα ἦν, ἧς τὰ λείψανα διετηρήσαμεν ὑμῖν; Ῥῆσις ἦν ἀποστολικὴ, πολλὴν ἡμῖν τότε παρασχοῦσα τροφὴν πνευματικὴν, ἧς μέρος μὲν ἐνεθήκαμεν ὑμῶν τῇ διανοίᾳ, μέρος δὲ εἰς τὴν παροῦσαν ἡμέραν ἀνεβαλλόμεθα, ὥστε μὴ τῷ πλήθει τῶν λεγομένων καταχῶσαι τῆς μνήμης τῆς ὑμετέρας τὴν δύναμιν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Περὶ ποίας μὲν οὖν πίστεως εἴρηται, πότερον τῆς τῶν σημείων ποιητικῆς, περὶ ἦς ὁ Χριστός φησιν· Ἐὰν ἔχετε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· ἢ τῆς τὴν γνῶσιν ἐμποιούσης ἡμῖν, καθ' ἣν πάντες ἐσμὲν πιστοί· καὶ τίνος ἕνεκα Πνεῦμα πίστεως εἴρηται, καὶ τί ποτέ ἐστιν ἡ πίστις αὕτη, καὶ πάντα δὴ ταῦτα κατὰ δύναμιν τότε πρὸς τὴν ὑμετέραν διελέχθημεν ἀγάπην, ὅτε καὶ τοὺς περὶ ἐλεημοσύνης ἐκινήσαμεν λόγους. Ἐπειδὴ δὲ ἐλείπετο εἰπεῖν καὶ τίνος ἕνεκεν εἴρηται, Πνεῦμα πίστεως τὸ αὐτὸ, καὶ τὸ πλῆθος τῶν τότε λεχθέντων οὐκ ἐπέτρεπε καὶ ταύτῃ μετ' ἀκριβείας ἐπεξελθεῖν τῇ ῥήσει· τούτου χάριν εἰς τὴν παροῦσαν ἡμέραν αὐτὴν ἐταμιευσάμεθα, καὶ νῦν τοῦτο ἀνέστημεν ἀποδώσοντες ὑμῖν τὸ χρέος. Τίνος οὖν ἕνεκεν εἴρηκε, Τὸ αὐτό; Πολλὴν συγγένειαν τῆς Καινῆς Διαθήκης πρὸς τὴν Παλαιὰν ἐπιδεῖξαι βούλεται· διὰ τοῦτο καὶ προφητικῆς ἡμᾶς ἀνέμνησε ῥήσεως, εἰπὼν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα, καὶ ἐπαγαγὼν, Κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτο δὲ ἄνωθεν καὶ πρὸ πολλῶν χρόνων ὁ Δαυῒδ ἦν εἰρηκὼς, ὅπερ ὁ Παῦλος παρήγαγε νῦν, δηλῶν ὅτι τοῦ Πνεύματος ἡ χάρις ἡ αὐτὴ καὶ ἐν ἐκείνῳ τότε, καὶ νῦν ἐν ἡμῖν τὴν τῆς πίστεως ἐῤῥίζωσε δύναμιν· ὡσεὶ ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τὸ καὶ ἐν ἐκείνῳ λαλῆσαν, καὶ ἐν ἡμῖν ἐνήργησε.