Ancient Greek · ~11 min
ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ εἰς τὸ, «Ἐπίστευσα, διὸ ἐλάλησα,» καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 4
Not analysed yet
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακουφίζουσα τοὺς πόνους τῇ τῶν μελλόντων ἐλπίδι. Ὁ γὰρ πρὸς τὰ μέλλοντα ἀφορῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν, ὥσπερ οὖν οὐδὲ Παῦλος ᾐσθάνετο, καὶ τὴν αἰτίαν τῆς φιλοσοφίας ἐδίδασκε, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Πῶς, καὶ τίνι τρόπῳ; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος οὐδὲν βλέπουσι νοητὸν, οὕτως οἱ τῆς πίστεως οὐδὲν βλέπουσιν αἰσθητόν. Ἀλλὰ ποίαν πίστιν ἐνταῦθα λέγει ὁ Παῦλος; τὸ γὰρ τῆς πίστεως ὄνομα διπλῆν ἔχει τὴν σημασίαν. Καὶ γὰρ πίστις λέγεται, καθ' ἣν τὰ σημεῖα ἐποίουν τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον οὐκ ἴσχυσαν ἀπαλλάξαι τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν αἰτίαν ἐβούλοντο μαθεῖν, ταύτην αὐτοῖς ᾐνίξατο τὴν ἔλλειψιν τῆς πίστεως, λέγων· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Καὶ ὁ Παῦλος δὲ περὶ αὐτῆς ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν. Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χριστὸς, εἰπών· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Λέγεται τοίνυν πίστις ἡ τῶν σημείων καὶ τῶν θαυμάτων ποιητική· λέγεται δὲ πίστις καὶ ἡ τῆς εἰς τὸν Θεὸν γνώσεως παρασκευαστικὴ, καθ' ἣν ἕκαστος ἡμῶν ἐστι πιστός· ὡς ὅταν λέγῃ γράφων Ῥωμαίοις· Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται· καὶ Θεσσαλονικεῦσι πάλιν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ, ἀλλὰ καὶ ἐν τῇ Ἀχαΐᾳ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Ποίαν οὖν αἰνίσσεται ἐνταῦθα πίστιν; Εὔδηλον, ὅτι τὴν τῆς γνώσεως· καὶ δηλοῖ τὰ ἑξῆς. Πιστεύομεν γὰρ, φησὶ, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως. Ἀλλὰ διὰ τί Πνεῦμα πίστεως αὐτὴν καλεῖ, καὶ εἰς τὴν τῶν χαρισμάτων καταλέγει τάξιν; Εἰ γὰρ χάρισμά ἐστιν ἡ πίστις, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς μόνον, ἀλλ' οὐχ ἡμέτερον κατόρθωμα, οὔτε οἱ ἀπιστοῦντες κολασθήσονται, οὔτε οἱ πιστεύοντες ἐπαινεθήσονται. Τοιαύτη γὰρ τῶν χαρισμάτων ἡ φύσις, οὐκ ἔχει στεφάνους, οὔτε ἀμοιβάς. Οὐ γὰρ τῶν δεξαμένων τὸ δῶρόν ἐστι κατόρθωμα, ἀλλὰ τῆς τοῦ παρεσχηκότος φιλοφροσύνης χάρισμα. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἐκέλευσε μὴ χαίρειν ἐπὶ τῷ δαίμονας ἐκβάλλειν, καὶ τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντας καὶ δυνάμεις πολλὰς ποιήσαντας ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ ἀπὸ κατορθωμάτων μὲν οἰκείων οὐδεμίαν εἶχον παῤῥησίαν, ἀπὸ δὲ χαρισμάτων ἐβούλοντο σώζεσθαι μόνον.