Ancient Greek · ~7 min
ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ εἰς τὸ, «Ἐπίστευσα, διὸ ἐλάλησα,» καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 5
Not analysed yet
Εἰ τοίνυν καὶ ἡ πίστις τοιοῦτόν ἐστι, καὶ οὐδὲν ἡμεῖς εἰσηνέγκαμεν, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος, καὶ ἐκείνη ταῖς ἡμετέραις αὑτὴν ἐγκατέβαλε ψυχαῖς, καὶ οὐδένα ἀντὶ τούτων ληψόμεθα μισθὸν, πῶς οὖν ἔλεγε, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν; Ὅτι καὶ τῆς τοῦ πεπιστευκότος ἀρετῆς ἐστι κατόρθωμα ἡ πίστις. Πῶς δὲ ἀλλαχοῦ τοῦτο αὐτὸ πάλιν αἰνίττεται λέγων, Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις εἰς δικαιοσύνην, εἰ τῆς τοῦ Πνεύματος χάριτος τὸ πᾶν ἐστι; πῶς δὲ καὶ τὸν πατριάρχην Ἀβραὰμ δι' αὐτῆς μυρίοις ἀνέδησεν ἐγκωμίων στεφάνοις, ὅτι τὰ παρόντα πάντα παραδραμὼν, παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε; Τίνος οὖν ἕνεκα Πνεῦμα πίστεως αὐτὴν καλεῖ; Ἐκεῖνο δεῖξαι βουλόμενος, ὅτι τὸ μὲν παρὰ τὴν ἀρχὴν πιστεῦσαι, τῆς ἡμετέρας εὐγνωμοσύνης ἐστὶ, καὶ τὸ ὑπακοῦσαι κληθέντας· μετὰ δὲ τὸ καταβληθῆναι τὴν πίστιν, τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας, ὥστε μένειν αὐτὴν διηνεκῶς ἄσειστον καὶ ἀπερίτρεπτον. Οὔτε γὰρ ὁ Θεὸς, οὔτε ἡ τοῦ Πνεύματος χάρις τὴν ἡμετέραν προφθάνει προαίρεσιν· ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν· εἶτα, ἐπειδὰν προσέλθωμεν, τότε τὴν παρ' ἑαυτοῦ παρέχει συμμαχίαν ἅπασαν. Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν. Διὰ τοῦτο Θεσσαλονικεῦσιν ἐπέστελλε λέγων, Τὸ Πνεῦμα μὴ σβέννυτε, δηλῶν ὅτι τῆς τοῦ Πνεύματος χάριτος ἐπεισελθούσης, ἀκαταγώνιστοι τῷ πονηρῷ δαίμονι λοιπὸν καὶ ταῖς μεθοδείαις αὐτοῦ πάσαις ἐσόμεθα. Εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πολλῷ μᾶλλον τὴν πίστιν ἀσφαλῆ καὶ ἐῤῥιζωμένην οὐ δυνήσεται κατασχεῖν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.