Ancient Greek · ~10 min
ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ »Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 5-3
Not analysed yet
Θεσσαλονικεῦσι δὲ ἕτερα τοιαῦτα μαρτυρεῖ πάλιν λέγων· Ὑμεῖς γὰρ μιμηταὶ, φησὶν, ἐγενήθητε τοῦ Κυρίου καὶ ἡμῶν, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ. Ὅρα καὶ τούτους θλιβομένους, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν θλίψει πολλῇ. Μετ' ἐπιτάσεως γὰρ ἦν ὁ πειρασμὸς, διηνεκὴς ὁ κίνδυνος, οὐδὲ μικρὸν ἀναπνεῦσαι παρέχων τοῖς ἀγωνιζομένοις τότε. Ἀλλ' ὅμως καὶ ταῦτα πάσχοντες οὐκ ἐδυσχέραινον, οὐδὲ ἀπεδυσπέτουν, ἀλλὰ μᾶλλον καὶ ἔχαιρον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· εἰπὼν γὰρ, Ἐν θλίψει πολλῇ, προσέθηκε, Μετὰ χαρᾶς Πνεύματος ἁγίου· δηλῶν ὅτι οἱ μὲν πειρασμοὶ τὴν θλίψιν ἐποίουν, ἡ δὲ τῶν πειρασμῶν ὑπόθεσις τὴν χαρὰν αὐτοῖς ἔτικτεν. Ἤρκει γὰρ εἰς παραμυθίαν τὸ συνειδέναι ἑαυτοῖς, ὅτι ταῦτα διὰ τὸν Χριστὸν ἔπασχον. Διότι οὐχ οὕτω θαυμάζω τοὺς τότε, ὅτι ἐθλίβοντο, ὡς θαυμάζω, ὅτι θλιβόμενοι διὰ τὸν Θεὸν ἔχαιρον. Τοῦτο γὰρ γενναίας καὶ φιλοθέου ψυχῆς, τὸ θλίβεσθαι καὶ κακῶς πάσχειν· τὸ δὲ γενναίως φέρειν τὸν πειρασμὸν, καὶ τῷ συγχωροῦντι τὰς θλίψεις εὐχαριστεῖν, τοῦτο μεγίστης ἀνδρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρωπίνων ἀπηλλαγμένης ἁπάντων. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι δηλῶν, ὅσα ἔπασχον οἱ πιστεύοντες τότε κακὰ παρὰ τῶν οἰκείων καὶ συγγενῶν (τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον), οὑτωσί πώς φησιν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Κατὰ τί μιμηταί; Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων. Ἰδοὺ καὶ πόλεμος, ἀλλὰ καὶ πόλεμος ἐμφύλιος, ὃ μείζω ποιεῖ τὴν ὀδύνην. Εἰ γὰρ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, φησί· σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὅπερ τότε συνέβαινε συμβολικῶς. Διὸ καὶ πολλῆς ἐδέοντο τῆς παρακλήσεως. Ὅπερ οὖν καὶ Παῦλος συνορῶν, καὶ τοὺς ὑπ' αὐτῷ ταττομένους βλέπων κάμνοντας καὶ ἱδροῦντας, βαρυνομένους τῷ μεγέθει τῶν συμφορῶν καὶ ταῖς ἐπαλλήλοις ὀδυνωμένους πληγαῖς, πολυτρόπως αὐτῶν διανίστησι τὰ φρονήματα, νῦν μὲν λέγων, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν· νῦν δὲ λέγων, Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ πάλιν, Μὴ ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν· ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Εἶτα πρὸς τὴν ὑπομονὴν ἀλείφων αὐτοὺς, ἐπάγει· Ἔτι γὰρ μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ καθάπερ παιδίον κλαυθμυρίζον, δυσχεραῖνον, καὶ τὴν μητέρα ἐπιζητοῦν παρακαθήμενός τις παραμυθεῖται λέγων, ὅτι Ἔτι μικρὸν ἀνάμεινον, καὶ ἀπαντήσεται πάντως ἡ μήτηρ· οὕτω καὶ Παῦλος ὁρῶν δυσανασχετοῦντας, ὀδυρομένους, τὴν παρουσίαν ἐπιζητοῦντας τοῦ Χριστοῦ τοὺς τότε πιστεύοντας διὰ τὴν ἀφόρητον τῶν κακῶν ἐπαγωγὴν, παραμυθούμενος ἔλεγεν· Ἔτι μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.