Ancient Greek · ~8 min
ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ »Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 6-2
Not analysed yet
Ὅτι μὲν οὖν οἱ μαθηταὶ ἐθλίβοντο, καὶ μυρία ἔπασχον δεινὰ, καὶ καθάπερ ἐν μέσοις ἐπειλημμένοι λύκοις ἄρνες, οὕτω πάντοθεν ἠλαύνοντο, δῆλον ἐκ τούτων· ἵνα δὲ μάθῃς ὅτι καὶ οἱ διδάσκαλοι οὐκ ἐλάττονα τούτων, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα τότε ὑπέμενον (ὅσῳ γὰρ μειζόνως ἐλύπουν τοὺς ἐχθροὺς τῆς ἀληθείας, τοσούτῳ καὶ παρὰ πλειόνων ἐβάλλοντο), καὶ ταῦτα παρὰ τοῦ τὰ πρότερα εἰρηκότος ἀκούσωμεν. Κορινθίοις γὰρ γράφων, οὕτως ἔλεγε· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμασθῇ ἡ διακονία ὑμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις. Εἶδες πόσους ἄθλους ἠρίθμησε, πόσας πειρασμῶν νιφάδας; Πάλιν τοῖς αὐτοῖς ἐπιστέλλων, Διάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ' ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. Οὗτοι τῆς ἀκριβοῦς ἀποστολῆς οἱ χαρακτῆρες. Σημεῖα μὲν γὰρ καὶ ἕτεροι πολλοὶ πολλάκις ἐποίησαν, καὶ οὐδὲν ἀπώναντο τῶν θαυμάτων, ἀλλὰ μετὰ πάντα ἐκεῖνα ἤκουσαν· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τῶν δὲ ταῦτα δυναμένων εἰπεῖν, ἅπερ ὁ Παῦλος ἀπηριθμήσατο νῦν, οὐδεὶς ἐκείνης ἀκούσεται τῆς φωνῆς· ἀλλὰ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσεται καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ἀπολαύσεται πάντων.