Ancient Greek · ~11 min
ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ εἰς τὸ, «Ἐπίστευσα, διὸ ἐλάλησα,» καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 6
Not analysed yet
Πῶς δὲ δυνησόμεθα τὴν τοῦ Πνεύματος ἐπισπάσασθαι βοήθειαν, καὶ πεῖσαι μεῖναι παρ' ἑαυτοῖς; Δι' ἔργων ἀγαθῶν καὶ πολιτείας ἀρίστης. Καθάπερ γὰρ τὸ λυχνιαῖον φῶς ἐλαίῳ κατέχεται, καὶ ἀναλωθέντος τούτου κἀκεῖνο συναναλωθὲν ἄπεισιν· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις, παρόντων μὲν ἡμῖν ἔργων ἀγαθῶν, καὶ ἐλεημοσύνης πολλῆς ἐπιχεομένης τῇ ψυχῇ. μένει καθάπερ ἐλαίῳ κατεχομένη ἡ φλόξ· ταύτης δὲ οὐκ οὔσης, ἄπεισι καὶ ἀναχωρεῖ· ὅπερ καὶ ἐπὶ τῶν πέντε παρθένων ἐγένετο. Καὶ γὰρ ἐκεῖναι μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἐπειδὴ τὴν ἀπὸ τῆς φιλανθρωπίας οὐκ εἶχον βοήθειαν, οὐκ ἴσχυσαν παρ' ἑαυταῖς κατασχεῖν τὸ τοῦ Πνεύματος χάρισμα· διὸ καὶ τοῦ νυμφῶνος ἐξεβλήθησαν, καὶ τῆς φοβερᾶς ἐκείνης ἤκουσαν φωνῆς, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἣ καὶ τῆς γεέννης ἦν χαλεπωτέρα· διὰ τοῦτο καὶ μωρὰς αὐτὰς ὠνόμασεν· εἰκότως· ὅτι τυραννικωτέρας ἐπιθυμίας περιγενόμεναι, ὑπὸ τῆς ἀσθενεστέρας ἑάλωσαν. Ὅρα γάρ· φύσεως βίαν ἐνίκησαν, λυττῶσαν μανίαν ἐχαλίνωσαν, τὰ τῆς ἐπιθυμίας ἐστόρεσαν κύματα, ἐν γῇ διατρίβουσαι ἀγγελικὸν ἐπεδείξαντο βίον, σῶμα περικείμεναι πρὸς τὰς ἀσωμάτους ἡμιλλήθησαν δυνάμεις· καὶ μετὰ τοσοῦτον πόνον χρημάτων ἐπιθυμίας οὐκ ἐκράτησαν, ὄντως μωραὶ καὶ ἀνόητοι· διὰ τοῦτο καὶ οὐδὲ συγγνώμης ἠξιώθησαν. Ῥᾳθυμίας γὰρ τὸ πτῶμα γέγονε μόνον· αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ κάμινον ἐπιθυμίας δυνηθεῖσαι σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι, καὶ πλείω τῶν προσταχθέντων ἐπιδειξάμεναι (οὐ γάρ ἐστι νόμος ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττηθεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι' ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ῥίψασαι; Ταῦτα λέγω, οὐχὶ τὰς χεῖρας τῶν παρθένων ἐκλύων, οὐδὲ τὴν παρθενίαν σβέσαι βουλόμενος, ἀλλ' ἵνα μὴ ἀνόνητα δράμωσιν, ἵνα μὴ μετὰ μυρίους ἱδρῶτας ἀστεφάνωτοι καὶ αἰσχύνης γέμουσαι ἐκ τῶν σκαμμάτων ἀναχωρήσωσι. Καλὸν ἡ παρθενία καὶ ὑπὲρ τὴν φύσιν τὸ κατόρθωμα· ἀλλὰ τὸ καλὸν τοῦτο καὶ μέγα καὶ ὑπὲρ τὴν φύσιν, ἂν μὴ φιλανθρωπίαν ἔχῃ συνεζευγμένην, οὐδὲ ἐπιβαίνειν τῶν τοῦ νυμφῶνος προθύρων δυνήσεται. Καὶ σκόπει μοι τῆς φιλανθρωπίας τὴν ἰσχὺν, καὶ τῆς ἐλεημοσύνης τὴν δύναμιν. Παρθενία μὲν χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν οὐδὲ μέχρι τῶν προθύρων τοῦ νυμφῶνος ἀγαγεῖν· ἐλεημοσύνη δὲ χωρὶς παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν ἐγκωμίων εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν. Αὗται μὲν γὰρ, ἐπειδὴ ἐλεημοσύνην οὐκ ἐπεδείξαντο δαψιλῆ, ἤκουσαν, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἐκεῖνοι δὲ οἱ διψῶντα ποτίσαντες, καὶ πεινῶντα θρέψαντες τὸν Χριστὸν, καίτοι παρθενίαν μὴ προβαλλόμενοι, ἤκουσαν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ παρθενεύων καὶ νηστεύων, ἑαυτῷ χρήσιμος· ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας. Τῶν δὲ κατορθωμάτων ἐκεῖνα μάλιστα εὐδοκιμεῖν εἴωθεν, ἅπερ ἂν πρὸς τὸ συμφέρον ἑτέροις γίνεται.