Ancient Greek · ~8 min
ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ »Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 7-3
Not analysed yet
Τάχα μακρότερος ἡμῖν ὁ λόγος ἐγένετο· ἀλλὰ μὴ δείσητε· οὐκ ἐπιλελήσμεθα τῆς ὑποσχέσεως, ἀλλ' αὐτίκα δὴ πρὸς αὐτὴν πάλιν ἐπανήξομεν. Καὶ ταῦτα δὲ οὐ μάτην ἐμηκύναμεν, ἀλλὰ διὰ πλείονος κατασκευῆς ἀναμφισβήτητον καὶ σαφέστερον βουλόμενοι ποιήσασθαι τὴν ἀπόδειξιν, ὁμοῦ δὲ τὰς θλιβομένας παρακαλέσαι ψυχὰς, ἵν' ἕκαστος τῶν ἐν πειρασμοῖς ὄντων καὶ κινδύνοις ἱκανὴν λαβὼν παραμυθίαν ἀπέλθῃ, μαθὼν ὅτι Παύλου κοινωνὸς διὰ τῶν παθημάτων γίνεται, μᾶλλον δὲ τοῦ τῶν ἀγγέλων Δεσπότου Χριστοῦ· κοινωνῶν δὲ αὐτοῦ τῶν παθημάτων ἐνταῦθα κοινωνήσει τῆς δόξης ἐκεῖ· Εἴπερ γὰρ, φησὶ, συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ πάλιν· Εἰ ὑπομένομεν, ἵνα καὶ συμβασιλεύσωμεν. Ἀνάγκη γὰρ τὸν πιστὸν θλίβεσθαι πάντως. Πάντες γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· καὶ πάλιν· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πει ρασμὸν, εὔθυνον καὶ καρτέρησον. Καλαὶ αἱ ἐπαγγελίαι ἐκ προοιμίων εἰς πειρασμοὺς ἐμπεσεῖν· μεγάλη προτροπὴ καὶ παράκλησις ἐναργὴς τῆς δουλείας κινδύνων εὐθέως ἀπογεύσασθαι. Μεγίστη οὖν καὶ θαυμασία, καὶ κέρδος ἔχουσα μέγιστον. Ποῖον δὲ τοῦτο; Ἄκουσον τῶν ἑξῆς· Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ χρυσίον τῷ πυρὶ βασανιζόμενον καθαρώτερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, θλίψεσιν ὁμιλοῦσα καὶ κινδύνοις, φαιδροτέρα καὶ λαμπροτέρα ἄνεισι, καὶ πᾶσαν ἁμαρτημάτων ἀποῤῥίψεται κηλῖδα. Ὅθεν καὶ πρὸς τὸν πλούσιον ἔλεγε ὁ Ἀβραὰμ, ὅτι Λάζαρος ἀπέλαβε τὰ κακὰ, καὶ ἐνταῦθα παρακαλεῖται. Καὶ Παῦλος Κορινθίοις ἐπιστέλλων ἔγραφε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τὸν πεπορνευκότα δὲ δι' αὐτὸ τοῦτο παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ· δεικνὺς ὅτι σωτηρίαν ὁ παρὼν ἐργάζεται πειρασμὸς, καὶ οἱ κίνδυνοι τοῖς μετ' εὐχαριστίας αὐτοὺς φέρουσι, καθάρσιον ψυχῆς εἰσι μέγιστον. Ὅτι μὲν οὖν ἐθλίβοντο οἱ πιστοὶ, καὶ μυρία ἔπασχον δεινὰ καὶ μαθηταὶ καὶ διδάσκαλοι καὶ οὐδὲ μικρὸν ἀνέπνεον, ποικίλοις τισὶ καὶ παντοδαποῖς πάντοθεν περιεστοιχισμένοι πολέμοις, ἱκανῶς ὁ λόγος ἀπέδειξε, καὶ πλείω δὲ τῶν εἰρημένων τοῖς φιλοπόνοις ἔξεστιν ἀναλέξασθαι ἐκ τῶν θείων Γραφῶν.