Ancient Greek · ~10 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 8-2
Not analysed yet
Προσέχετε μετὰ ἀκριβείας τοῖς εἰρημένοις. Ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, φησί. Καὶ σὺ τοίνυν, ὅτε ἐλεημοσύνην ποιεῖς, μὴ βίον ἐξετάσῃς, μηδὲ τρόπων εὐθύνας ἀπαίτει. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο λέγεται, ἵνα καὶ τοῖς ἀναξίοις παρέχωμεν· ὁ γὰρ ἐλεῶν, οὐ τὸν κατωρθωκότα, ἀλλὰ τὸν ἡμαρτηκότα ἐλεεῖ· ὁ μὲν γὰρ κατορθῶν, ἐπαίνων ἄξιος καὶ στεφάνων ἐστίν· ὁ δὲ ἁμαρτάνων, ἐλέου καὶ συγγνώμης. Ὥστε καὶ κατὰ τοῦτο μιμησόμεθα τὸν Θεὸν, ἐὰν καὶ πονηροῖς παρέχωμεν. Ἐννόησον γὰρ ὅσοι τὴν οἰκουμένην οἰκοῦσι βλάσφημοι, μιαροὶ, γόητες, πάσης ἐμπεπλησμένοι κακίας· ἀλλὰ καὶ τούτους καθ' ἑκάστην τρέφει τὴν ἡμέραν ὁ Θεὸς, ἡμᾶς παιδεύων τὴν φιλοφροσύνην ἐπὶ πάντας ἐκτείνειν. Ἡμεῖς δὲ ἅπαν τοὐναντίον ποιοῦμεν· οὐ γὰρ πονηροὺς, οὐδὲ φαύλους ἀνθρώπους ἀποστρεφόμεθα μόνον, ἀλλὰ κἂν ὑγιαίνων τις ἡμῖν προσέλθῃ ἢ δι' ἐπιείκειαν, ἢ δι' ἐλευθερίαν, ἢ καὶ δι' ἀργίαν ἴσως (καὶ γὰρ καὶ τοῦτο τίθημι), πενίᾳ συζῶν, λοιδορίας, ὕβρεις, μυρία κατ' αὐτοῦ συνείροντες σκώμματα, κεναῖς αὐτὸν ἀποπέμπομεν χερσὶ, τὴν ὑγείαν ὀνειδίζοντες, τὴν ἀργίαν προσφέροντες. εὐθύνας ἀπαιτοῦντες. Μὴ γὰρ τοῦτο προσετάγης, ἄνθρωπε, ἐγκαλεῖν καὶ ἐπιτιμᾷν ἁπλῶς τοῖς δεομένοις; Ἐλεεῖν καὶ διορθοῦσθαι τὴν πενίαν αὐτῶν ὁ Θεὸς ἐκέλευσεν, οὐχὶ εὐθύνας ἀπαιτεῖν καὶ ὑβρίζειν. Ἀλλὰ βούλει διορθῶσαι τὸν τρόπον, καὶ τῆς ἀργίας ἀπαγαγεῖν, καὶ εἰς ἔργον ἐμβαλεῖν τὸν ἀργοῦντα; Δὸς πρότερον, καὶ τότε ἐπιτίμησον, ἵνα μὴ ὠμότητος ὑποψίαν, ἐγκληθεὶς βαρύτητα, ἀλλὰ κηδεμονίας δόξαν λάβῃς. Τὸν μὲν γὰρ μὴ δόντα, ἀλλ' ἐγκαλοῦντα μόνον ἀποστρέφεται, καὶ ἀηδίζει, καὶ οὐδὲ ἰδεῖν ἀνάσχοιτ' ἂν ὁ πένης· καὶ μάλα εἰκότως. Οὐ γὰρ διὰ κηδεμονίαν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι δοῦναι νομίζει τὰ ἐγκλήματα γίνεσθαι· ὅπερ οὖν καὶ ἔστιν ἀληθές. Ὁ δὲ μετὰ τὸ δοῦναι ἐγκαλῶν, εὐπαράδεκτον ποιεῖ τὴν παραίνεσιν· οὐ γὰρ ἐξ ἀπανθρωπίας, ἀλλ' ἐκ κηδεμονίας ποιεῖται τὴν ἐπιτίμησιν. Οὕτω καὶ Παῦλος ἐποίησεν· εἰπὼν γὰρ, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἐπάγει λέγων· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε. Καίτοι δοκεῖ ταῦτα ἐναντία εἶναι τὰ προστάγματα. Εἰ γὰρ οὐ δεῖ τοὺς ἀργοῦντας ἐσθίειν, πῶς τούτοις κελεύεις τὸ καλὸν ποιεῖν; Ἀλλ' οὐκ ἔστιν ἐναντίον· μὴ γένοιτο. Διὰ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, οὐχ ἵνα τοὺς μέλλοντας διδόναι ἀπαγάγω τῆς ἐλεημοσύνης, ἀλλ' ἵνα τοὺς ἐν ἀργίᾳ ζῶντας ἀπαγάγω τῆς ἀργίας. Τὸ μὲν οὖν εἰπεῖν, Μηδὲ ἐσθιέτω, ἐκείνους διανίστησι πρὸς ἐργασίαν, τῷ φόβῳ τῆς ἀπειλῆς· τὸ δὲ εἰπεῖν, Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε, τούτους διεγείρει πρὸς ἐλεημοσύνην τῷ χρησίμῳ τῆς παραινέσεως. Ἵνα γὰρ μὴ, ἀκούσαντες τῆς κατ' ἐκείνων γεγενημένης ἀπειλῆς, συστείλωσι τὰς χεῖράς τινες, ἐκκαλεῖται πρὸς φιλοφροσύνην αὐτοὺς, λέγων· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Ὥστε καὶ ἀργοῦντι ἐὰν δῷς, καλὸν πεποίηκας.