Ancient Greek · ~11 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 7-2
Not analysed yet
Ὥστε οὐκ ἔγκλημα τοῦ νόμου τὸ κόλασιν ἐπάγειν καὶ τιμωρίαν, καὶ καθάπερ οἰκέτας ἀγνώμονας παιδεύειν καὶ σωφρονίζειν, ἀλλὰ καὶ ἐγκώμιον μέγιστον, καὶ οὐχ ὁ τυχὼν ἔπαινος, ὅτι τοὺς πρὸς τοσαύτην κατενεχθέντας κακίαν ἠδυνήθη διὰ τῆς οἰκείας σφοδρότητος ἀπαλλάξαι τῆς πονηρίας, μαλάξαι τε καὶ ποιῆσαι καταπειθεῖς τῇ χάριτι, καὶ πρὸς τὴν τῆς Καινῆς ὁδηγῆσαι φιλοσοφίαν. Τὸ γὰρ αὐτὸ Πνεῦμα καὶ τὰ ἐν τῇ Παλαιᾷ, καὶ τὰ ἐν τῇ Καινῇ πάντα ᾠκονόμει, εἰ καὶ διαφόρως. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐ διὰ τοῦτο δὲ μόνον ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα, ἀλλὰ καὶ δι' ἑτέραν αἰτίαν οὐκ ἐλάττονα τῆς εἰρημένης, ἣν ἐβουλόμην μὲν νῦν εἰπεῖν, δεδοικὼς δὲ μὴ τὰ εἰρημένα ἐκβλύσητε, εἰς ἑτέραν ὑμῖν διάλεξιν ταύτην ταμιεύσομαι, τέως ταύτης μεμνῆσθαι πάσης παρακαλέσας ὑμᾶς, καὶ μετὰ ἀκριβείας φυλάττειν αὐτὴν, καὶ τὴν ἀπὸ τῆς πολιτείας ἀρετὴν προστιθέναι, καὶ τῇ τῶν δογμάτων συνυφαίνειν αὐτὴν καθαρότητι· Ἵνα ἄρτιος ὁ ἄνθρωπος ᾖ τοῦ Θεοῦ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος· ἐπεὶ κέρδος οὐδὲν ἔσται ἡμῖν τῶν ὀρθῶν δογμάτων, ὅταν ὁ βίος διεφθαρμένος ᾖ· ὥσπερ οὖν οὐδὲ πολιτείας ἀρίστης ὄφελος, πίστεως οὐκ οὔσης ὑγιοῦς. Ἵνα οὖν ἀπηρτισμένην ἔχωμεν τὴν ὠφέλειαν, ἑκατέρωθεν ἑαυτοὺς ἀσφαλιζώμεθα, ἔν τε τοῖς ἄλλοις ἅπασι καρποὺς ἐπιδεικνύμενοι γενναίους, καὶ μετὰ τῶν ἄλλων τὴν ἐλεημοσύνην, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, μετὰ πολλῆς μὲν τῆς προθυμίας, μετὰ πολλῆς δὲ αὐτὴν ἐπιτελοῦντες τῆς δαψιλείας. Ὁ γὰρ σπείρων φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Τί ἐστιν, Ἐπ' εὐλογίαις; Μετὰ πολλῆς τῆς ἀφθονίας. Ἐνταῦθα μὲν οὖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων καὶ ὁ ἀμητὸς καὶ ὁ σπόρος τῶν αὐτῶν ἐστι σπερμάτων· καὶ γὰρ ὁ σπείρων, πυρὸν ἢ κριθὰς καταβάλλει, ἢ καὶ ἄλλο τι τῶν τοιούτων, καὶ ὁ θερίζων τὸ αὐτὸ θερίζει πάλιν· ἐπὶ δὲ τῆς ἐλεημοσύνης οὐχ οὕτως, ἀλλὰ ἑτέρως. Σὺ μὲν γὰρ καταβάλλεις ἀργύριον, συλλέγεις δὲ παῤῥησίαν τὴν πρὸς τὸν Θεόν· δίδως χρήματα, καὶ λαμβάνεις ἁμαρτημάτων λύσιν· παρέχεις ἄρτον καὶ ἱμάτιον, καὶ ἀντὶ τούτων σοι ἡ τῶν οὐρανῶν εὐτρεπίζεται βασιλεία, καὶ τὰ μυρία ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τὸ δὴ πάντων κεφάλαιον τῶν ἀγαθῶν, ὅμοιος γίνῃ τῷ Θεῷ, κατὰ δύναμιν τὴν ἀνθρωπίνην. Περὶ γὰρ ἐλεημοσύνης καὶ φιλανθρωπίας διαλεχθεὶς ὁ Χριστὸς ἐπήγαγεν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύνασαι ἀνατεῖλαι ἥλιον, οὐδὲ ὄμβρους ἀφεῖναι σὺ, οὐδὲ οἰκουμένην εὐεργετῆσαι τοσαύτην· τοῖς οὖσι χρήμασιν ἀπόχρησαι πρὸς τὴν φιλοφροσύνην, καὶ γέγονας ὅμοιος τῷ τὸν ἥλιον ἀνατέλλοντι, ὡς ἄνθρωπον ὅμοιον Θεῷ γενέσθαι δυνατόν.