Ancient Greek · ~9 min
Section 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 10
Not analysed yet
Ὥσπερ οὖν ἔλεγον, ἦσαν ἀμφότεροι τὰ στρατόπεδα ταῦτα ἐγκεχειρισμένοι. Καὶ εἰ μὴ μηκύνω τὸν λόγον, εἰ μὴ ἀπεκάμετε, ἐρῶ καὶ τὴν αἰτίαν ὑμῖν, δι' ἣν οὗτος μὲν τοὺς Ἰουδαίους, ἐκεῖνος δὲ τοὺς ἐξ ἐθνῶν ἐπιστεύθησαν. Καὶ γὰρ ἄξιον ζητήσεως, τί δήποτε Παῦλος μὲν, ὁ μετὰ ἀκριβείας τὸν πατρῷον νόμον παιδευθεὶς, ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ διατρίβων, ὁ κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, οὐκ ἐγχειρίζεται τοὺς Ἰουδαίους, ἀλλὰ τοὺς Ἕλληνας· ὁ δὲ ἁλιεὺς, καὶ ἀγράμματος, καὶ μηδὲν τοσοῦτον εἰδὼς Πέτρος, τὴν τῶν Ἰουδαίων ἐνεπιστεύθη προστασίαν. Συντελεῖ γάρ τι καὶ πρὸς τὴν λύσιν ἡμῖν τὸ λεγόμενον, ἂν αὐτὸ δυνηθῶμεν φράσαι καλῶς. Οὐ γὰρ δὴ τοῦτο ἔστιν εἰπεῖν ὅτι ὀκνοῦντα καὶ ἀναδυόμενον ἰδὼν τὸν Παῦλον καὶ φεύγοντα τῶν οἰκείων τὴν προστασίαν, οὐκ ἠθέλησε βιάσασθαι καὶ ἀναγκάσαι. Τοὐναντίον μὲν οὖν ἅπαν ἐπεδείξατο. Οὐ γὰρ δὴ μόνον οὐκ ἔφυγε τῶν Ἰουδαίων τὴν ἐπιστασίαν, ἀλλὰ καὶ πρῶτος ἐπεπήδησε, καὶ τοῦ Χριστοῦ κελεύοντος ἀπελθεῖν εἰς τὰ ἔθνη, αὐτὸς ἀξιοῖ τὴν τῶν Ἰουδαίων οἰκονομίαν ἐγχειρισθῆναι· καὶ μυρία πολλαχοῦ πάσχων παρ' αὐτῶν δεινὰ, καὶ τῶν ἐθνῶν τὴν διδασκαλίαν πεπιστευμένος, οὐ παύεται παρακαλῶν ὑπὲρ ἐκείνων, καὶ λέγων, νῦν μέν· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· νῦν δέ· Ἀδελφοί μου, ἡ μὲν εὐδοκία μου, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν. Τίνος οὖν ἕνεκεν βουλόμενον αὐτὸν καὶ ἐπιθυμοῦντα διδάσκειν ἐκείνους, οὐκ εἴασεν αὐτοῖς κηρύσσειν, ἀλλ' ἀντ' ἐκείνων διδάσκαλον αὐτὸν τοῖς ἔθνεσιν ἔπεμπεν; Ἀκούσωμεν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, καὶ Παύλου τὸ πᾶν διηγουμένου· Ἐγένετο δέ μοι προσευχομένῳ, φησὶ, γενέσθαι με ἐν ἐκστάσει, καὶ εἰδέναι τὸν Χριστὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, ὅτι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Καὶ τὴν αἰτίαν εἶπε τῆς ἀποδημίας· Μισήσουσί σε, φησὶ, καὶ ἀποστραφήσονται· διὰ τοῦτό σου διδάσκοντος οὐκ ἀνέξονται. Καὶ μὴν αὐτὸ τοῦτο ἦν ἱκανὸν, ἀξιόπιστον αὐτὸν ποιῆσαι διδάσκαλον, καὶ πεῖσαι ἐκείνους, ὅτι οὐκ ἀνθρωπίνη ἡ μετάθεσις ἐγένετο. Οὐ γὰρ ἂν τὸν οὕτω φαινόμενον, καὶ θυμῷ ζέοντα, καὶ φόνου πνέοντα, καὶ θαυματουργοῦντι μὴ πεισθέντα τῷ Χριστῷ, μηδὲ τοῖς ἀποστόλοις τοῖς ἐκείνου, νεκροὺς ἐγείρασιν, ἴσχυσεν ἄν ποτε ἄνθρωπος ἐν αὐτῇ μέσῃ τῇ μανίᾳ μεταθεῖναι, καὶ τὴν ὑπερβολὴν, ἣν κατὰ τοῦ κηρύγματος ἐπεδείκνυτο, ταύτην ὁλόκληρον καὶ πολλῷ πλείονα πεῖσαι πάλιν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἐπιδείξασθαι· ἀλλὰ θείας ὄντως δυνάμεως ἔργον ἦν ἡ μετάστασις αὕτη καὶ ἡ μεταβολή.