Ancient Greek · ~9 min
Section 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 11
Not analysed yet
Ὅπερ οὖν καὶ ὁ Παῦλος, ἐπιθυμῶν αὐτῶν τὴν προστασίαν λαβεῖν, πρὸς τὸν Ἰησοῦν προεβάλλετο λέγων· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων, καὶ δέρων τοὺς πιστεύοντας εἰς τὸ ὄνομά σου· καὶ ὅτε ἐξεχύνετο τὸ αἷμα Στεφάνου, τοῦ μάρτυρός σου, ἐγὼ ἤμην συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Καὶ ἡ πολλὴ μανία τὴν ἀθρόον γεγενημένην ἐγγυᾶται μεταβολὴν, ὡς οὐκ ἔστιν ἀνθρωπίνη τις, ἀλλ' ἄνωθεν, καὶ ἐκ τῶν οὐρανῶν ἔλαβε τὴν ἀρχήν. Τί οὖν ὁ Χριστός; Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Ταῦτ' οὖν οὐχ ἱκανὰ, φησὶ, πεῖσαι καὶ τοὺς σφόδρα ἀναισθητοῦντας, ὅτι οὐκ ἔστιν ἀνθρώπινον τοῦτο τὸ κήρυγμα, ἀλλ' ὑπὲρ φύσιν ἀνθρωπίνην ἅπαντα τὰ γεγενημένα, καὶ Θεὸς ὄντως ἐστὶν ὁ μεταθεὶς καὶ μεταβαλών; Ἱκανὰ μὲν οὖν, ὦ μακάριε Παῦλε, ἂν αὐτὴν τῶν πραγμάτων ἐξετάσῃς τὴν φύσιν· ἀλλ' Ἰουδαῖοι πάντων εἰσὶν ἀγνωμονέστεροι· οὐ φύσιν πραγμάτων ἐξετάζοντες, οὐ τὸ εἰκὸς καὶ τὸ εὔλογον καὶ τὸ ἀναγκαῖον σκοποῦντες, ἀλλ' εἰς ἓν μόνον βλέποντες, ὅπως τὴν φιλονεικίαν τὴν ἑαυτῶν ἐμπλήσωσι. Καὶ σὺ μὲν πρὸς τὴν τῶν πραγμάτων ἀκολουθίαν βλέπεις· ὁ δὲ Θεὸς τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν οἶδε. Διὰ τοῦτό φησι, Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε, ὥστε καὶ τῷ διαστήματι παραμυθήσασθαι τὸ μῖσος. Διὰ τοῦτο τοῖς μὲν ἄλλοις ἅπασι γράφων, τὸ ὄνομα αὐτοῦ προστίθησιν ἐν τῷ προοιμίῳ τῶν ἐπιστολῶν, Ἑβραίοις δὲ ἐπιστέλλων, οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλ' ἁπλῶς, οὐκ εἰπὼν τίς ἦν, ἢ πρὸς τίνας, ὥσπερ ἔθος εἶχε ποιεῖν, οὕτω πως ἤρξατο· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν Καὶ τοῦτο δὴ τῆς τοῦ Παύλου σοφίας. Ἵνα γὰρ μὴ μετασχῇ τοῦ μίσους τὰ γράμματα, καθάπερ προσωπείῳ τινὶ, τῇ τοῦ ὀνόματος ἀφαιρέσει κρύψας ἑαυτὸν, οὕτως αὐτοῖς λανθανόντως τὸ τῆς παραινέσεως ἐπιτίθησι φάρμακον. Ὅταν γὰρ πρός τινα ἀηδῶς ἔχωμεν, κἂν ὑγιές τι λέγῃ, οὐ προθύμως, οὐδὲ μεθ' ἡδονῆς δεχόμεθα τὰ λεγόμενα· ὅπερ οὖν, ἵνα μὴ καὶ τότε συμβῇ, ἀφεῖλε τὴν ἰδίαν προσηγορίαν τῆς ἐπιστολῆς, ὥστε μηδὲν τοῦτο γενέσθαι κώλυμα τῇ τῆς ἐπιστολῆς ἀκροάσει. Οὐδὲ γὰρ οἱ ἄπιστοι μόνον Ἰουδαῖοι, ἀλλὰ καὶ οἱ πιστεύσαντες αὐτοὶ ἐμίσουν αὐτὸν καὶ ἀπεστρέφοντο. Ὅτε γοῦν ἀνῆλθεν εἰς Ἱεροσόλυμα, ἄκουσον τί φησι πρὸς αὐτὸν ὁ Ἰάκωβος, καὶ οἱ λοιποὶ ἅπαντες· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων· καὶ οὗτοι πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Διὰ τοῦτο αὐτὸν μάλιστα ἐμίσουν καὶ ἀπεστρέφοντο.