Ancient Greek · ~5 min
Section 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 13
Not analysed yet
Ἐκεῖνος τοίνυν συγκαταβῆναι ἀναγκαζόμενος ἰουδάϊζεν· ἀλλ' οὐχὶ τῆς γνώμης, ἀλλὰ τῆς οἰκονομίας τὸ γινόμενον ἦν. Πάλιν ὁ Πέτρος, ὁ τῶν Ἰουδαίων διδάσκαλος, καὶ πανταχοῦ συγχωρῶν περιτομὴν καὶ Ἰουδαϊκὰς παρατηρήσεις, διὰ τὴν ἀσθένειαν τῶν μαθητῶν, ἐπειδὴ καιρὸν εἶδεν ἀπαλλάττοντα αὐτὸν τῆς ἀνάγκης ταύτης, καὶ οὐκ ἦν ἀσφαλὲς μέχρι τοσούτου κεχρῆσθαι τῇ συγκαταβάσει, ἀλλὰ δογμάτων ἦν καιρὸς καὶ νόμων, ἄκουσον τί φησιν. Ἐπειδὴ γὰρ ἀνέβησαν ἐξ Ἀντιοχείας οἱ περὶ Παῦλον καὶ Βαρνάβαν, περὶ τούτων αὐτῶν μαθησόμενοι τὸ σαφὲς, πολλῆς ζητήσεως γενομένης, ἀναστὰς ὁ Πέτρος ἔλεγεν· Ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε ἀφ' ἡμερῶν ἀρχαίων, ὡς ἐν ἡμῖν ἐξελέξατο ὁ Θεὸς ἀκοῦσαι τὰ ἔθνη διὰ τοῦ στόματός μου τὸν λόγον τοῦ Εὐαγγελίου, καὶ πιστεῦσαι. Εἶτα ἕτερά τινα εἰπὼν μεταξὺ, ἐπήγαγε λέγων· Τί οὖν πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν ἐνθῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλὰ διὰ πίστεως Ἰησοῦ Χριστοῦ πιστεύομεν σωθῆναι, ὂν τρόπον κἀκεῖνοι. Ὁρᾷς ὅτι ἡνίκα μὲν καιρὸς συγκαταβάσεως ἦν, καὶ Παῦλος ἰουδάϊζεν· ἡνίκα δὲ οὐχὶ συγκαταβάσεως καιρὸς ἦν, ἀλλὰ δογματίζειν ἔδει καὶ νομοθετεῖν, καὶ Πέτρος ἐκείνης τῆς συγκαταβάσεως ἀπαλλαγεὶς, εἰλικρινῆ καὶ καθαρὰ τὰ δόγματα παραδίδωσι· καὶ τούτων λεγομένων ὁ Παῦλος παρῆν, καὶ ἤκουε, καὶ τὴν ἐπιστολὴν αὐτὸς δεξάμενος, πανταχοῦ διεκόμισε, καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς ἠγνόει τὴν τοῦ ἀποστόλου γνώμην. Τίνος οὖν ἕνεκεν τοιαῦτα ἐγκαλεῖ νῦν, λέγων, ὅτι Φοβούμενος τοὺς ἐκ περιτομῆς;