Ancient Greek · ~10 min
Section 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 12
Not analysed yet
Ἡ μὲν οὖν αἰτία, δι' ἣν οὐκ ἐπιστεύθη τοὺς Ἰουδαίους, ἀλλὰ τοὺς ἐξ ἐθνῶν, ἐστὶν αὕτη. Πιστευθεὶς δὲ λοιπὸν ἐκείνους, οὐχ ὁμοίως τῷ Πέτρῳ, οὐδὲ διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς τὴν πίστιν αὐτοὺς ἐνῆγεν, ἀλλὰ δι' ἑτέρας. Ἑτέρας δὲ ὅταν ἀκούσῃς, μὴ διαφορὰν ἐν τῷ κηρύγματι νομίσῃς εἶναι. Τὰ γὰρ αὐτὰ ἀμφότεροι καὶ Ἰουδαίοις καὶ Ἕλλησιν ἐκήρυττον· οἷον, ὅτι Θεὸς ὁ Χριστὸς, ὅτι ἐσταυρώθη καὶ ἐτάφη, καὶ ἀνέστη, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ὅτι μέλλει κρίνειν ζῶντας καὶ νεκροὺς, καὶ ὅσα τοιαῦτα ἦν, ὁμοίως καὶ Παῦλος καὶ Πέτρος ἐκήρυττον. Ἐν τίσιν οὖν ἦν ἡ διαφορά; Ἐν τῇ παρατηρήσει τῶν βρωμάτων, ἐν τῇ περιτομῇ, ἐν τοῖς ἄλλοις τοῖς Ἰουδαϊκοῖς ἔθεσιν. Ὁ μὲν γὰρ Πέτρος οὐκ ἐτόλμα τοῖς ἑαυτοῦ μαθηταῖς φανερῶς λέγειν καὶ διαῤῥήδην, ὅτι δεῖ τούτων ἀποστῆναι καθάπαξ. Ἐδεδοίκει γὰρ, μήποτε πρὸ καιροῦ τὴν συνήθειαν ταύτην ἀνασπάσαι βουλόμενος, καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν συνανασπάσῃ μετ' ἐκείνων, τῆς ψυχῆς τῶν Ἰουδαίων οὐκ ἀνεχομένης οὐδέπω, διὰ τὴν χρονίαν τὴν περὶ τὸν νόμον πρόληψιν, τῶν ῥημάτων ἀκούειν τούτων. Διὰ τοῦτο ἠνείχετο ὁ μακάριος Πέτρος ἰουδαϊζόντων αὐτῶν. Καὶ καθάπερ τις γεωργὸς ἄριστος φυτὸν ἁπαλὸν πλησίον δένδρου γεγηρακότος καταθέμενος, οὐ τολμᾷ, οὐδὲ ὑπομένει τὸ γεγηρακὸς ἀνασπάσαι δένδρον, δεδοικὼς μὴ, τῶν ῥιζῶν ἐκείνων ἀνελκομένων, καὶ τὸ νεόφυτον συνανελκυσθῇ, ἀλλ' ἀναμένει πρότερον παγῆναι ἐκεῖνο καλῶς, καὶ ἐν αὐτοῖς κάτω ῥιζωθῆναι τοῖς κόλποις τῆς γῆς, καὶ τότε τὸ παλαιωθὲν μετὰ ἀδείας ἀνέλκει, οὐδὲν ἔτι δεδοικὼς περὶ τοῦ νεοφύτου· οὕτω δὴ καὶ ὁ μακάριος Πέτρος ἐποίει· τὴν πίστιν νεόφυτον οὖσαν ἔμενε παγῆναι καλῶς ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς, ἵνα ῥιζωθείσης ἐκείνης μετὰ ἀδείας λοιπὸν τὴν Ἰουδαϊκὴν ἀνέλῃ πρόληψιν ἅπασαν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτω· πάσης γὰρ ταύτης ἀπηλλαγμένος ἦν τῆς ἀνάγκης, Ἕλλησι κηρύττων, τοῖς οὐδέποτε μετεσχηκόσι νόμου, οὐδὲ Ἰουδαϊκῶν παρατηρήσεων ἀκηκοόσιν. Ὅτι γὰρ οὐκ ἀλλήλοις ἐναντιούμενοι ταῦτα ἐποίουν, ἀλλὰ τῇ τῶν μαθητῶν ἀσθενείᾳ συγκαταβαίνοντες, ἔστιν ἰδεῖν καὶ Παῦλον ὁμοίως Πέτρῳ ταῦτα αὐτὰ συγχωροῦντα, καὶ οὐ συγχωροῦντα μόνον, ἀλλὰ καὶ αὐτὸν συνεργοῦντα, καὶ Πέτρον πάλιν τὴν αὐτὴν ἐλευθερίαν νομοθετοῦντα, ἣν καὶ Παῦλος τοῖς ἔθνεσι πᾶσιν ἐκήρυττε. Καὶ ποῦ ταῦτα, φησὶν, ἀμφότερα ἔστιν ἰδεῖν; Ἐν αὐτοῖς τοῖς Ἱεροσολύμοις. Οὗτος μὲν γὰρ καὶ ἐξύρατο, καὶ ἔθυσε, καὶ ἁγνισμὸν ἐπετέλεσεν, ὁ τῶν ἐθνῶν διδάσκαλος. Τοῦτο γὰρ καὶ ὁ καιρὸς ἀπῄτει, καὶ τὸ παρεῖναι πολλοὺς Ἰουδαίους. Θεωρεῖς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις.