Ancient Greek · ~8 min
Section 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 15
Not analysed yet
Εἰ δὲ βούλεσθε, καὶ τὰς παρ' ἑτέρων ἀπολογίας ἐπινενοημένας πρότερον θεὶς, τότε καὶ τὸν ἐμαυτοῦ λόγον εἰσαγαγεῖν πειράσομαι, ἐφ' ὑμῖν τῶν λεγομένων τὴν αἵρεσιν ποιησάμενος. Πῶς οὖν τινες τὴν ζήτησιν ταύτην ἔλυσαν; Οὐκ ἦν οὗτος Πέτρος, φησὶν, ἐκεῖνος, ὁ τῶν ἀποστόλων πρῶτος, ὁ παρὰ τοῦ Κυρίου τὰ πρόβατα πιστευθεὶς, ἀλλ' ἕτερός τις εὐτελὴς καὶ ἀπεῤῥιμμένος, καὶ τῶν πολλῶν εἷς. Πόθεν τοῦτο δῆλον; Εἰπὼν ὁ Παῦλος, ὅτι συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ἐπήγαγε, φησὶν, Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Τὸ δὲ εἰπεῖν, Ὥστε καὶ Βαρνάβας, δηλοῦντός ἐστιν, ὅτι πολὺ τοῦτο θαυμαστότερον ἦν τοῦ Πέτρον ἀπαχθῆναι. Ὡς γὰρ μείζονα αὐτὸν τιθεὶς, οὕτως εἶπεν, ὅτι οὐ μόνον Πέτρος, ἀλλὰ καὶ Βαρνάβας· Πέτρου δὲ ἐκείνου μείζων Βαρνάβας οὐκ ἦν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐ γὰρ, ἐπειδὴ μείζων ἦν ὁ Βαρνάβας, διὰ τοῦτο ἐπὶ τούτῳ θαυμάζει μᾶλλον, ἀλλὰ τίνος ἕνεκεν; Ὅτι ἐκεῖνος μὲν εἰς τὴν περιτομὴν ἀπεστάλη, Βαρνάβας δὲ μετὰ Παύλου τοῖς ἔθνεσιν ἐκήρυττε, καὶ πανταχοῦ τῷ Παύλῳ συνέζευκται· ὥσπερ οὖν ἀλλαχοῦ φησιν, Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; καὶ πάλιν, Ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, καὶ πανταχοῦ μετὰ τοῦ Παύλου διδάσκοντα αὐτὸν ὁρᾷς. Οὐκ ἐπειδὴ οὖν μείζων ἦν Πέτρου, διὰ τοῦτο θαυμάζει, ὅτι καὶ αὐτὸς συναπήχθη· ἀλλ' ἐπειδὴ μετ' αὐτοῦ κηρύττων ἀεὶ, καὶ οὐδὲν κοινὸν πρὸς Ἰουδαίους ἔχων, ἀλλ' ἐν τοῖς ἔθνεσι διδάσκων, καὶ αὐτὸς συναπήχθη. Ὅτι δὲ Πέτρος ἐστὶ, περὶ οὗ ταῦτα πάντα φησὶ, δῆλον καὶ ἐκ τῶν ἀνωτέρω, καὶ ἐκ τῶν μετὰ ταῦτα. Τὸ γὰρ εἰπεῖν, ὅτι Κατὰ πρόσωπον αὐτῷ ἀντέστην, καὶ ὡς μέγα θεῖναι τοῦτο, οὐδὲν ἕτερον δηλοῦντος ἦν, ἀλλ' ἢ ὅτι οὐκ ᾐδέσθη τοῦ προσώπου τὸ ἀξίωμα· οὐκ ἂν δὲ περὶ ἑτέρου λέγων, ὅτι Κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὡς μέγα τι τοῦτο ἂν ἔθηκε. Πάλιν, εἰ ἄλλος ἦν Πέτρος, οὐκ ἂν ἡ μετάστασις αὐτοῦ τοσοῦτον ἴσχυσεν, ὥστε καὶ τοὺς λοιποὺς ἐφελκύσασθαι Ἰουδαίους· οὔτε γὰρ παρῄνεσέ τι, οὔτε συνεβούλευσεν, ἀλλὰ μόνον ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτόν· καὶ ἴσχυσεν ἡ ὑποστολὴ καὶ ὁ ἀφορισμὸς πάντας ἐπισπάσασθαι τοὺς μαθητὰς διὰ τὸ τοῦ προσώπου ἀξίωμα.