Ancient Greek · ~10 min
Section 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 16
Not analysed yet
Ὅτι μὲν οὖν Πέτρος ἦν, ἐκ τούτων δῆλον· εἰ δὲ βούλεσθε, καὶ τὴν ἑτέραν λύσιν ἐροῦμεν. Τίς οὖν ἐστιν ἡ ἑτέρα; Καλῶς ἐνεκάλεσε Παῦλος, φησὶ, τῷ Πέτρῳ, ὅτι πέρα τοῦ μέτρου τῇ συγκαταβάσει ἐχρήσατο. Καὶ γὰρ ὃν τρόπον αὐτὸς ἐν Ἱεροσολύμοις γενόμενος συγκατέβη τοῖς Ἰουδαίοις, οὕτω κἀκεῖνον ἐχρῆν, φησὶν, εἰς Ἀντιόχειαν ἐλθόντα, μὴ πρὸς Ἰουδαίους ἰδεῖν, ἀλλὰ πρὸς τοὺς ἐξ ἐθνῶν. Ὥσπερ γὰρ ἡνίκα πάντες Ἰουδαῖοι ἦσαν, καὶ Παῦλος ἠναγκάσθη ἰουδαΐζειν· οὕτως ἔνθα πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, καὶ ἡ πόλις οὐδεμίαν ἀνάγκην παρεῖχε συγκαταβάσεως, οὐκ ἐχρῆν διὰ τοὺς ὀλίγους Ἰουδαίους σκανδαλίσαι τοὺς τοσούτους Ἕλληνας. Ἀλλὰ τοῦτο οὐκ ἔστι λύσις, ἀλλ' ἐπίτασις τοῦ ζητήματος. Ὃ γὰρ ἀρχόμενος εἶπον τοῦ λόγου, οὐ τοῦτό ἐστι τὸ σπουδαζόμενον ἡμῖν, δεῖξαι ὅτι καλῶς ἐνεκάλεσε Παῦλος· ἐπεὶ οὕτω μενεῖ τὸ ζήτημα. Φανήσεται γὰρ ὑπεύθυνος ὢν ταῖς μέμψεσιν ὁ Πέτρος· τὸ δὲ ζητούμενον, καὶ τοῦτον κἀκεῖνον ἀπαλλάξαι τῶν ἐγκλημάτων. Πῶς οὖν ἔσται τοῦτο; Ἂν τὴν γνώμην, μεθ' ἧς ὁ μὲν ἐπετίμησεν, ὁ δὲ ἐπετιμήθη, μάθωμεν, καὶ τὴν διάνοιαν αὐτὴν ἀναπτύξωμεν. Τίς οὖν ἐστιν ἡ διάνοια; Σφόδρα ὁ Πέτρος ἐπεθύμει καὶ τοὺς ἐξ Ἱεροσολύμων κατελθόντας, τοὺς ἀπὸ Ἰακώβου, ἀπαλλάξαι τῆς παρατηρήσεως τῆς Ἰουδαϊκῆς. Ἀλλ' εἰ μὲν αὐτὸς ταύτην εἰσηγήσατο τὴν γνώμην, καὶ παρελθὼν εἶπε, Παύσασθε τοῖς Ἰουδαϊκοῖς ἔθεσι χρώμενοι, ὡς ἐναντία ἑαυτῷ δημηγορῶν, καὶ τοῖς ὑπ' αὐτοῦ γεγενημένοις ἅπασι κατὰ τὸν ἔμπροσθεν χρόνον, ἐσκανδάλισεν ἂν τοὺς μαθητάς. Πάλιν, εἰ Παῦλος πρὸς αὐτοὺς τοῦτον ἀπέτεινε τὸν λόγον, οὐδ' ἂν προσέσχον, οὐδ' ἂν ἠνέσχοντο τῆς ἀκροάσεως. Οἱ γὰρ καὶ χωρὶς τούτου μισοῦντες αὐτὸν καὶ ἀποστρεφόμενοι διὰ τὴν τοιαύτην φήμην, πολλῷ μᾶλλον, εἰ καὶ συμβουλεύοντος ταῦτα ἥκουσαν, ἀπεπήδησαν ἄν. Τί οὖν γίνεται; Ἰουδαίοις μὲν οὐδεὶς αὐτῶν ἐπετίμα τοῖς ἐξ Ἰακώβου, δέχεται δὲ τὴν ἐπιτίμησιν ὁ Πέτρος παρὰ τοῦ Παύλου, ἵνα ἐγκαλούμενος ὑπὸ τοῦ συναποστόλου, δικαίαν ἔχοι λοιπὸν τὴν παῤῥησίαν τοῦ καὶ τοῖς μαθηταῖς ἐπιπλῆξαι· καὶ ἐπιτιμᾶται μὲν ὁ Πέτρος, διορθοῦνται δὲ οἱ μαθηταί. Τοῦτο δὲ καὶ ἐπὶ συναλλαγμάτων γίνεται βιωτικῶν. Ὅταν γάρ τινες ὀφείλωσί τινα ἐλλείμματα πολιτικῶν εἰσφορῶν, εἶτα οἱ μέλλοντες αὐτοὺς ἀπαιτεῖν, αἰσχύνωνται καὶ ἐρυθριῶσι προσενεχθῆναι σφοδρότερον, βουλόμενοι πλείονα λαβεῖν ἀφορμὴν καὶ ἐξουσίαν τῆς κατ' αὐτῶν σφοδρότητος, παρασκευάζουσιν ἑτέρους τῶν συστρατιωτῶν ἀποδῦσαι, λοιδορήσασθαι, μυρία ἕτερα αὐτοῖς διαθεῖναι δεινὰ ὁρώντων ἐκείνων, ἵνα τούτων γενομένων, μηκέτι παρ' ἑαυτῶν, μηδὲ οἴκοθεν, ἀλλ' ἐκ τῆς ἑτέρων ἀνάγκης δοκῶσιν ἐκείνοις σφοδρότερον ἐπιτίθεσθαι· καὶ γίνεται ἡ ἑτέρων ὕβρις αὐτοῖς ἀπολογία πρὸς τοὺς ὑπευθύνους τοὺς ἑαυτῶν.