Ancient Greek · ~8 min
Section 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 19
Not analysed yet
Ὁρᾷς πῶς συνεχῶς καὶ τῆς ἀσθενείας τοῦ νόμου μνημονεύει, καὶ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης; Καὶ πυκνῶς στρέφει τὰ ὀνόματα, ὅπερ οὐκ ἔστιν ἐπιτιμῶντος, ἀλλὰ διδάσκοντος, καὶ συμβουλεύοντος. Ἀλλ', ὅπερ ἔφην, εἰ μὲν πρὸς Ἰουδαίους ἀποτεινόμενος ταῦτα ἔλεγε, τὸ πᾶν ἂν διεῤῥύη καὶ ἀπώλετο, οὐκ ἀνεχομένων ἐκείνων τῆς τούτου διδασκαλίας· ἐπειδὴ δὲ πρὸς Πέτρον τὸν λόγον ἐπέστρεψε, λανθανόντως ἐκεῖνοι τὴν ὠφέλειαν ἐκαρποῦντο, ἐπιτιμωμένου καὶ σιγῶντος τοῦ Πέτρου, καὶ τῆς γνώμης αὐτοῦ πάσης ἐκκαλυπτομένης, οὐχὶ παρ' ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ συναποστόλου, καὶ τῆς ἀναστροφῆς τῆς προτέρας εἰς μέσον ἀγομένης. Εἶτα, ἵνα μὴ λέγωσι παρ' ἑαυτοῖς, Τί οὖν εἰ καὶ Πέτρος καὶ Παῦλος κακῶς ἐποίησαν; αἰτίας δικαίας καὶ ἀναμφισβητήτους τίθησι, δι' ἃς οὐ δεῖ τῶν Ἰουδαϊκῶν ἐθῶν ἔχεσθαι. Αὗται δέ εἰσι, τὸ μὴ δύνασθαι τὸν νόμον δικαιοῦν, ἀλλὰ τὴν πίστιν μόνον. Καὶ ἐνταῦθα μὲν ἡμερώτερον κέχρηται τῷ λόγῳ· προϊὼν δὲ καταφορικώτερον ποιεῖ καὶ σφοδρότερον. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ ηὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ πίστις δικαιοῖ, καὶ κελεύει ἀποστῆναι τῶν Ἰουδαϊκῶν ἐθῶν, ὡς πεπαυμένων λοιπόν· εἰ δὲ ἔτι κρατεῖ ὁ νόμος καὶ κύριός ἐστι, καὶ ὁ ἀφεὶς αὐτὸν παραβάσεως κρίνεται, εὑρεθήσεται ὁ Χριστὸς, ὁ κελεύσας ἡμῖν αὐτὸν ἀφιέναι, τῆς παραβάσεως ἡμῖν αἴτιος γεγενημένος, καὶ οὐ μόνον οὐκ ἀπαλλάξας ἡμᾶς ἁμαρτίας, ἀλλὰ καὶ ἐμβαλὼν εἰς ἁμαρτίαν. Εἰ γὰρ διὰ τὴν πίστιν τὸν νόμον ἀφήκαμεν, τὸ δὲ ἀφιέναι τὸν νόμον ἁμαρτία ἐστὶν, ἡ πίστις, δι' ἣν τὸν νόμον ἀφήκαμεν, αὕτη τῆς ἁμαρτίας ἡμῶν αἰτία ἐγένετο. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἄτοπον τὸν λόγον περιέστησεν, οὐδὲ ἐδεήθη κατασκευῆς τινος πρὸς ἀνατροπὴν, ἀλλὰ τῷ Μὴ γένοιτο ἠρκέσθη, ὡς αὐτόθεν τῆς ἀτοπίας ὡμολογημένης· Εἰ γὰρ, φησὶν, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι· εἰς τὸ ἐναντίον περιέστησε τὸν λόγον, καὶ ἔδειξεν, ὅτι οὐ τὸ παραβῆναι νόμον, ἀλλὰ τὸ μὴ ἀφεῖναι νόμον, τοῦτο ποιεῖ παραβάτην· καὶ ἐν τάξει τοῦ οἰκείου προσώπου πάλιν τὸν Πέτρον αἰνίττεται. Τί γὰρ κατέλυσεν ὁ Πέτρος τὴν τῶν βρωμάτων παρατήρησιν, ἐθνικῶς ζῇν προῃρημένος; Πάλιν οὖν πρὸς Ἰουδαίους ἐπανελθὼν, κἀκείνοις συζῶν, εὑρεθήσεται ἃ κατέλυσεν οἰκοδομῶν.