Ancient Greek · ~11 min
Section 18
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 18
Not analysed yet
Οὐκ ἐντεῦθεν δὲ μόνον τὴν σύνεσιν ἔστιν ἰδεῖν τοῦ Παύλου, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς εἰρημένων. Οὐ γὰρ εἶπεν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ἔζης, καὶ οὐκ Ἰουδαϊκῶς, ἀλλ' ὅτι Ζῇς· ὥστε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχεις· καὶ τὸ πολλῆς γέμον συνέσεως, τὸ ἐπαγόμενόν ἐστιν. Εἰπὼν γὰρ, Ἐθνικῶς ζῇς, Ἰουδαῖος ὢν, οὐκ ἐπήγαγε· Τί τοὺς Ἰουδαίους ἀναγκάζεις ἰουδαΐζειν, ἀλλὰ πῶς; Τί τὰ ἔθνη, φησὶν, ἀναγκάζεις ἰουδαΐζειν, ἵνα τῷ δοκεῖν τῶν ἰδίων ἀντιποιεῖσθαι μαθητῶν, καὶ προσχήματι τῆς ὑπὲρ τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας. Ὅτι γὰρ πέπλασται τὰ ἐγκλήματα, ἐξ αὐτῶν τῶν εἰρημένων δῆλον. Ἀνωτέρω γὰρ εἰπὼν, Συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ἐνταῦθα λέγει· Τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Καὶ μὴν ἐχρῆν εἰπεῖν, Τί τοὺς Ἰουδαίους ἀναγκάζεις ἰουδαΐζειν; Οἱ γὰρ συναπαχθέντες, οὐχ οἱ ἐξ ἐθνῶν ἦσαν, ἀλλ' Ἰουδαῖοι. Ἀλλ' εἰ μὲν τοῦτο εἶπεν, ἔδοξεν ἂν ὁ λόγος τραχὺς εἶναι, καὶ οὐδὲν αὐτῷ προσήκων· τῶν γὰρ ἐθνῶν διδάσκαλος ἦν· νῦν δὲ ἐν προσχήματι κηδεμονίας τῶν ἰδίων μαθητῶν ἀνεύθυνον καὶ ἐλευθέραν ποιεῖται τὴν ἐπιτίμησιν· καὶ ἵνα μάθητε, ὅτι οὐκ ἐπιτίμησις ἦν κατὰ Πέτρου τὰ λεγόμενα, ἀλλὰ παραίνεσις καὶ διδασκαλία τοῖς Ἰουδαίοις ἐν τάξει τῆς ἐπιτιμήσεως τῆς κατὰ Πέτρου, ἄκουσον τῶν ἑξῆς· Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Ταῦτα γὰρ λοιπὸν διδάσκοντός ἐστι, καὶ οὐκ ἔτι εἰς Πέτρον τὸ πᾶν περιίστησιν, ἀλλὰ κοινοῖ τὸν λόγον. Εἰ μὲν γὰρ ὡς διδάσκων ἐξ ἀρχῆς εἰσέβαλεν, οὐκ ἂν ἠνέσχοντο Ἰουδαῖοι· νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκοντος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν ἀδεῶς εἰς παραίνεσιν καὶ συμβουλὴν, ὡς τῆς ἀκολουθίας ἐπὶ τοῦτο ἀγούσης αὐτόν. Ἵνα γὰρ μή τις ἀκούσας, ὅτι Τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν, νομίσῃ ὅτι μόνοις ἐκείνοις οὐκ ἔξεστιν ἰουδαΐζειν, τοῖς δὲ Ἰουδαίοις ἐφεῖται, εἰς αὐτοὺς τοὺς διδασκάλους τὸν λόγον περιίστησι. Τί λέγω, φησὶ, περὶ ἐθνῶν, ἢ τῶν λοιπῶν Ἰουδαίων; Ἀλλὰ καὶ ἡμεῖς οἱ διδάσκαλοι, ἡμεῖς οἱ ἀπόστολοι. Καὶ οὐ τοῦτο λέγει μόνον τὸ δικαίωμα, ὅτι Οἱ διδάσκαλοι καὶ οἱ ἀπόστολοι, ἀλλ' ὅτι Καὶ οἱ ἐκ προγόνων Ἰουδαῖοι καθάπαξ ἀπέστημεν τοῦ νόμου. Ποίαν οὖν ἔχομεν ἀπολογίαν, ἑτέρους εἰς τοῦτο ἕλκοντες; Ὁρᾷς πῶς λανθανόντως τῶν Ἰουδαίων καθάπτεται, καὶ τὴν διδασκαλίαν συντίθησιν ἀπηρτισμένην; Εἰπὼν γὰρ, Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· καὶ αἰτίαν τίθησιν εὔλογον, δι' ἣν ἀπέστησαν τοῦ Ἰουδαϊσμοῦ· Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.