Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 2
Not analysed yet
Ἆρα οὖν οὐ θορυβεῖ ἕκαστον τῶν ἀκουόντων τοῦτο, ὅτι Παῦλος ἀντέστη τῷ Πέτρῳ, ὅτι οἱ στῦλοι τῆς Ἐκκλησίας συγκρούονται καὶ ἀλλήλοις προσπίπτουσι; Στῦλοι γὰρ ὄντως εἰσὶν οὗτοι, τὴν ὀροφὴν τῆς πίστεως ἀνέχοντες καὶ διαβαστάζοντες, καὶ στῦλοι, καὶ πρόβολοι, καὶ ὀφθαλμοὶ τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πηγαὶ τῶν ἀγαθῶν, καὶ θησαυροὶ, καὶ λιμένες, καὶ πᾶν ὅπερ ἂν εἴποι τις, οὐδέπω τῆς ἀξίας αὐτῶν ἐφίξεται· ἀλλ' ὅσῳπερ ἂν ᾖ μεγάλα αὐτῶν τὰ ἐγκώμια, τοσούτῳ πλείων ἡμῖν ὁ ἀγών. Διανάστητε τοίνυν· ὑπὲρ πατέρων γὰρ ἡμῖν ἐστιν ὁ λόγος, ὥστε ἀποκρούσασθαι τὰ κατ' ἐκείνων φερόμενα ἐγκλήματα παρὰ τῶν ἔξωθεν, καὶ τῶν τῆς πίστεως ἀλλοτρίων. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Εἶτα καὶ ἡ αἰτία τῆς καταγνώσεως· Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς. Καὶ συνανεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι· ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Ἀλλ' ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Καὶ ἄνω λέγει, ὅτι Κατὰ πρόσωπον· καὶ ἐνταῦθα, Ἔμπροσθεν πάντων. Παρατηρεῖτε τοῦτο, τὸ εἰπεῖν, Ἔμπροσθεν πάντων. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων. ἐθνικῶς ζῇς, καὶ οὐχὶ Ἰουδαϊκῶς, τί καὶ τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Τάχα ἐπῃνέσατε τὸν Παῦλον τῆς παῤῥησίας, ὅτι οὐκ ᾐδέσθη τὸ ἀξίωμα τοῦ προσώπου, διὰ τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου οὐκ ἠρυθρίασε τοὺς παρόντας. Ἀλλ' εἰ καὶ Παύλου ἐγκώμιον τοῦτο, ἡμετέρα δὲ αἰσχύνη γίνεται. Τί γὰρ, εἰ Παῦλος καλῶς ἐποίησεν; Ἀλλ' ὁ Πέτρος κακῶς, εἴ γε οὐκ ὠρθοπόδει. Τί οὖν ἐμοὶ τὸ ὄφελος, ὅταν τῆς ξυνωρίδος θάτερος ἵππος χωλεύῃ; Οὐ γὰρ πρὸς Παῦλόν μοι νῦν ὁ λόγος, ἀλλὰ πρὸς τοὺς ἔξωθεν. Διὰ τοῦτο καὶ παρακαλῶ προσέχειν. Καὶ γὰρ αὔξω τὴν κατηγορίαν, καὶ μείζονα ποιῶ, ἵνα ἐπιτείνω ὑμῶν τὴν σπουδήν. Ὁ γὰρ ἀγωνιῶν νήφει, καὶ ὁ δεδοικὼς ὑπὲρ πατρὸς, προσέχει· ὁ ἀκούων τῆς κατηγορίας, ἐπιθυμεῖ δέξασθαι τὴν ἀπολογίαν. Ἂν τοίνυν ἄρξωμαι αὔξειν τὴν κατηγορίαν, μὴ ἀπὸ γνώμης τῆς ἐμῆς νομίσητε εἶναι τὰ λεγόμενα. Βαθύνω γὰρ ὑμῶν τῷ λόγῳ τὴν διάνοιαν, διασκάπτω τὸν νοῦν, ἵνα ἐν τῷ βάθει τὰ νοήματα καταθέμενος, ἄσυλον αὐτῶν ἐργάσωμαι τὴν φυλακήν. Ἀλλὰ καὶ τῆς πόλεως ὑμῶν ἐγκώμιον τὰ ῥηθησόμενα. Αὕτη γὰρ τὸν ἀγῶνα ἐδέξατο, αὕτη τὴν μάχην, μᾶλλον δὲ οὐ τὴν μάχην, ἀλλὰ τὴν δοκοῦσαν μὲν εἶναι μάχην, πάσης δὲ εἰρήνης γενομένην χρησιμωτέραν. Οὐ γὰρ οὕτως ἡμῶν τὰ μέλη πρὸς ἄλληλα συνέσφιγκται ταῖς τῶν νεύρων περιβολαῖς, ὡς οἱ ἀπόστολοι πρὸς ἀλλήλους ἦσαν συνδεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς.