Ancient Greek · ~9 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 4
Not analysed yet
Ἀλλ' εἰ ἦν ἀληθῶς μάχη τὰ γενόμενα καὶ φιλονεικία, εἶχεν ἂν λόγον τὰ κατηγορήματα ταῦτα· νῦν δὲ οὐκ ἔστι μάχη, ἀλλὰ δοκεῖ μὲν εἶναι, μεγάλην δὲ καὶ τοῦ Παύλου καὶ τοῦ Πέτρου σοφίαν καὶ εὔνοιαν πρὸς ἀλλήλους ἐπιδείκνυται. Πλὴν τέως αὐτῆς τῆς δοκούσης εἶναι κατηγορίας ἀκούσωμεν. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην. Διὰ τί; Ὅτι κατεγνωσμένος ἦν. Καὶ τίς ὁ τρόπος τῆς καταγνώσεως; Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς. Τί λέγεις; δειλὸς ὁ Πέτρος καὶ ἄνανδρος; οὐ διὰ τοῦτο Πέτρος ἐκλήθη, ἐπειδὴ ἄσειστος ἦν κατὰ τὴν πίστιν; Τί ποιεῖς, ἄνθρωπε; Αἰδέσθητι τὴν προσηγορίαν τοῦ Δεσπότου, ἣν ἔθηκε τῷ μαθητῇ. Δειλὸς ὁ Πέτρος καὶ ἄνανδρος; καὶ τίς σου ταῦτα ἀνέξεται λέγοντος; Οὐ ταῦτα σύνοιδεν αὐτῷ τὰ Ἱεροσόλυμα, καὶ τὸ πρῶτον ἐκεῖνο θέατρον, καὶ ἡ Ἐκκλησία, εἰς ἣν πρῶτος ἐπεπήδησε, καὶ τὴν μακαρίαν ἐκείνην πρῶτος ἀφῆκε φωνὴν, καὶ εἶπε· Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Καὶ πάλιν· Οὐ γὰρ Δαυῒδ ἀνέβη εἰς τὸν οὐρανόν. Αὐτὸς δὲ λέγει, φησὶν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὗτος οὖν, εἰπέ μοι, δειλὸς καὶ ἄνανδρος, ὁ τοσούτου φόβου καὶ τοσούτων κινδύνων ἐπικρεμαμένων, μετὰ τοσαύτης παῤῥησίας πρὸς τοὺς αἱμοβόρους κύνας ἐκείνους, καὶ τῷ θυμῷ ζέοντας ἔτι, καὶ φόνου πνέοντας εἰσελθὼν καὶ εἰπὼν, ὅτι ὁ σταυρωθεὶς ὑπ' αὐτῶν, καὶ ἀνέστη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστι, καὶ ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ μυρίοις τοὺς ἐχθροὺς αὐτοῦ περιβάλλει κακοῖς; Ὅτι γὰρ διᾶραι στόμα, ὅτι γὰρ ἀνοῖξαι χείλη, ὅτι στῆναι, ὅτι φανῆναι μόνον μεταξὺ τῶν σταυρωσάντων αὐτὸν ἴσχυσεν, οὐ θαυμάζεις αὐτὸν καὶ στεφανοῖς, εἰπέ μοι; Ποῖος γὰρ λόγος, τίς διάνοια τὴν παῤῥησίαν αὐτοῦ τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὴν ἐλευθεροστομίαν παραστῆσαι δυνήσεται; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ πρὸ τοῦ σταυροῦ συνέθεντο οἱ Ἰουδαῖοι, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγον ποιεῖν, μετὰ τὸν σταυρὸν καὶ τὴν ταφὴν ἀκούοντες οὐχὶ Χριστὸν ὁμολογοῦντος μόνον, ἀλλὰ καὶ πᾶσαν ὁμοῦ τὴν οἰκονομίαν μετὰ πάσης φιλοσοφίας ἀνακηρύττοντος, πῶς οὐ διεσπάσαντο, καὶ μεληδὸν αὐτὸν διείλοντο πάντες, πρῶτον πάντων τῆς μανίας αὐτῶν κατατολμήσαντα;