Ancient Greek · ~8 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 5
Not analysed yet
Τὸ γὰρ δὴ μέγα τοῦτό ἐστιν, οὐχ ὅτι Χριστὸν ὡμολόγησεν, ἀλλ' ὅτι πρὸ τῶν ἄλλων ἁπάντων μαινομένων αὐτῶν καὶ οἰδούντων ἀπὸ τοῦ φόνου, ὡμολόγησε μετὰ παῤῥησίας. Ὥσπερ οὖν ἐν πολέμῳ καὶ παρατάξει, φάλαγγος συμπεφραγμένης, ἐκεῖνον μάλιστα θαυμάζομεν τὸν πρὸ τῶν ἄλλων πηδῶντα, καὶ τὸ μέτωπον αὐτῆς διαῤῥηγνύντα (οὐ γὰρ δὴ τούτου μόνου, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα ὑφ' ἑτέρων γινομένων κατορθωμάτων οὗτος ἂν εἴη πάντων αἴτιος, ὁ τὴν ἀρχὴν καὶ τὴν εἴσοδον παρασχὼν), οὕτω δὴ καὶ ἐπὶ τοῦ Πέτρου λογίζεσθαι χρὴ, ὅτι πρῶτος εἰσελθὼν, καὶ τὸ μέτωπον τῆς φάλαγγος τῆς Ἰουδαϊκῆς διαῤῥήξας, καὶ τὴν μακρὰν ἐκείνην δημηγορίαν κατατείνας, οὕτω καὶ τοῖς ἄλλοις ἀποστόλοις ἔδωκεν εἴσοδον. Κἂν Ἰωάννης, κἂν Ἰάκωβος, κἂν Παῦλος, κἂν ἄλλος ὁστισοῦν μετὰ ταῦτα μέγα τι ποιῶν φαίνηται, ἁπάντων οὗτος πλεονεκτεῖ, ὁ προοδοποιήσας αὐτῶν τῇ παῤῥησίᾳ, καὶ διανοίξας τὴν εἴσοδον, καὶ δοὺς αὐτοῖς, καθάπερ ποταμῷ πολλῷ φερομένῳ ῥεύματι, μετὰ πολλῆς ἀδείας ἐπεισελθεῖν, καὶ τοὺς μὲν ἐναντιουμένους παρασύρειν, τῶν δὲ μετ' εὐνοίας ἀκουόντων τὰς ψυχὰς ἄρδειν διηνεκῶς. Ἆρ' οὖν μετὰ τὸν σταυρὸν τοιοῦτος; πρὸ δὲ τοῦ σταυροῦ οὐ πάντων θερμότερος; οὐχὶ τὸ στόμα τῶν ἀποστόλων ἦν; οὐχὶ πάντων σιγώντων αὐτὸς ἐφθέγγετο; Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; φησὶν ὁ Χριστός· καὶ οἱ μὲν Ἠλίαν ἔλεγον, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν. Ὑμεῖς δὲ τίνα με λέγετε, φησὶν, εἶναι; Εἶτα ἀποκριθεὶς Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὑμεῖς, εἶπε, καὶ ἀντὶ πάντων τοῦ σώματος φθέγγεται, οὕτως ἡ γλῶττα τῶν ἀποστόλων Πέτρος ἦν, καὶ ἀντὶ πάντων αὐτὸς ἀπεκρίνατο. Ἆρ' οὖν ἐνταῦθα μόνον τοιοῦτος, ἀλλαχοῦ δὲ καθυφίησι τῆς σπουδῆς; Οὐδαμῶς· ἀλλὰ διὰ πάντων καὶ ἐν πᾶσι τὴν αὐτὴν ἐμφαίνει θερμότητα. Καὶ γὰρ εἰπόντος τοῦ Χριστοῦ· Παραδώσουσι τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ μαστιγώσουσι, καὶ σταυρώσουσιν, αὐτός φησιν· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Μὴ γὰρ δὴ τοῦτο ἐξετάσωμεν, ὅτι ἀπερίσκεπτος ἡ ἀπόκρισις, ἀλλ' ὅτι γνησίου πόθου ἦν καὶ ζέοντος. Πάλιν ἀνέβη εἰς τὸ ὄρος, καὶ μετεμορφώθη· ὤφθη μεταξὺ Ἠλίας ἐκεῖ καὶ Μωϋσῆς διαλεγόμενος. Πάλιν κἀκεῖ ὁ Πέτρος· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς.