Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen 6.1
Not analysed yet
Ὁρᾷς ὡς οὐ μόνον [οὐ] κακὸν ὁ λιμὸς, ἀλλὰ καὶ κακῶν ἀναιρετικὸς, ἐν τάξει φαρμάκου τὰ νοσήματα διορθωσάμενος; Εἰ καὶ τὴν αἰχμαλωσίαν αὐτὴν βούλει ἰδεῖν οὐ τῶν κακῶν οὖσαν, ἐννόησον τίνες μὲν ἦσαν οἱ Ἰουδαῖοι πρὸ τῆς αἰχμαλωσίας, τίνες δὲ ἐν τῇ αἰχμαλωσίᾳ, ἵνα μάθῃς ὅτι οὔτε ἡ ἐλευθερία ἁπλῶς καλὸν, οὔτε ἡ αἰχμαλωσία κακόν. Ὅταν μὲν γὰρ ἦσαν ἐν ἐλευθερίᾳ, καὶ τὴν πατρίδα εἶχον τὴν ἑαυτῶν, τοιαῦτα ἔπραττον, ὡς καθ' ἑκάστην ἡμέραν τοὺς προφήτας αὐτῶν καταβοᾷν, τῶν νόμων πατουμένων, καὶ τῶν εἰδώλων προσκυνουμένων, καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ παραβαθεισῶν· ἐπειδὴ δὲ ἀπηνέχθησαν εἰς γῆν ἀλλοτρίαν, καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ διέτριβον, οὕτω συνεστάλησαν, καὶ βελτίους ἐγένοντο, καὶ τοῦ νόμου φύλακες, ὥς ἔστιν ἐκ τοῦ ψαλμοῦ τοῦτο μαθεῖν, ὃν ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν σήμερον, ἵνα μάθητε τῆς αἰχμαλωσίας τὸν καρπόν. Τίς δέ ἐστιν ὁ ψαλμός; Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, λέγοντες· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες πῶς αὐτοὺς συνέστειλεν ἡ αἰχμαλωσία; Πρὸ μὲν γὰρ ταύτης καὶ τῶν προφητῶν ἐνηχούντων μὴ παραβαίνειν τὸν νόμον, οὐκ ἠνέσχοντο· μετὰ δὲ ταύτην, καὶ τῶν βαρβάρων ἐπικειμένων, καὶ τῶν κυριευόντων καταναγκαζόντων καὶ κατεπειγόντων παραβαίνειν, οὐχ ὑπήκουον, ἀλλ' ἔλεγον· Οὐκ ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, ἐπειδὴ ὁ νόμος τοῦτο οὐκ ἐπέτρεπεν. Ὅρα δὲ καὶ τοὺς παῖδας τοὺς τρεῖς οὐ μόνον οὐδὲν βλαπτομένους ἀπὸ τῆς αἰχμαλωσίας, ἀλλὰ καὶ λαμπροτέρους ἀπ' αὐτῆς γενομένους· καὶ τὸν Δανιὴλ ὁμοίως. Τί δὲ ὁ Ἰωσήφ; τί κακὸν ἔπαθε, καὶ ξένος, καὶ δοῦλος, καὶ δέσμιος γενόμενος; οὐχὶ διὰ τοῦτο μόνον εὐδοκίμει καὶ ἔλαμπε; Τί δὲ ἡ βάρβαρος ἐκείνη γυνὴ, καὶ ἐν πλούτῳ καὶ ὑπερηφανίᾳ καὶ ἐν ἐλευθερίᾳ διατρίβουσα, ἐντεῦθεν ἀπώνατο; οὐχὶ πάντων ἦν ἀθλιωτέρα, ἐπειδὴ τούτοις εἰς δέον χρήσασθαι οὐκ ἠθέλησεν; Οὐκοῦν ταῦτα μὲν ἡμῖν ἀποδέδεικται σαφῶς, τίνα μὲν κακὰ, τίνα δὲ καλὰ, τίνα δὲ μέσα· καὶ ὅτι περὶ τῶν μέσων ὁ προφήτης φησὶν, οὐ τῶν ὄντως κακῶν, ἀλλὰ τῶν δοκούντων εἶναι τοῖς πολλοῖς, αἰχμαλωσίας, δουλείας, ἀπαγωγῆς. Τίνος δὲ ἕνεκεν ταῦτα εἴρηται, ἀναγκαῖον εἰπεῖν Φιλάνθρωπος ὢν ὁ Θεὸς, καὶ περὶ τὸ ἐλεεῖν ὀξὺς, πρὸς δὲ τὸ τιμωρεῖσθαι καὶ κολάζειν ἀναδυόμενος, ὥστε μὴ τοὺς Ἰουδαίους παραδοῦναι τιμωρίαις, προφήτας ἔπεμψε, φοβῶν αὐτοὺς διὰ τῶν ῥημάτων, ὥστε μὴ κολάσαι διὰ τῶν πραγμάτων, ὅπερ καὶ ἐπὶ τῶν Νινευιτῶν ἐποίει. Καὶ γὰρ ἐκεῖ τότε τὴν πόλιν καταστρέψαι ἠπείλησεν, οὐχ ἵνα καταστρέψῃ, ἀλλ' ἵνα μὴ καταστρέψῃ· ὅπερ οὖν καὶ ἐγένετο. Τοῦτο δὴ καὶ τότε ἔπραττε, καὶ προφήτας ἔπεμπεν, ἀπειλῶν βαρβάρων ἔφοδον, πολέμους, αἰχμαλωσίας, δουλείας, ἀπαγωγὴν, τὴν ἐν ἀλλοτρίᾳ διατριβήν. Καὶ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἀκόλαστον ἔχων καὶ ῥᾴθυμον, σωφρονίσαι θέλων, ἱμάντας ἐπιζητεῖ, σχοίνους ἀπειλεῖ, λέγων· Δήσω, μαστίξω, ἀναιρήσω, καὶ γίνεται ἐν τοῖς ῥήμασι φοβερὸς, ὥστε ταύτῃ τὴν κακίαν ἀναστεῖλαι τοῦ νέου· οὕτω δὴ καὶ ὁ Θεὸς ἠπείλει συνεχῶς, τῷ φόβῳ ποιῆσαι βελτίους βουλόμενος. Ταῦτα ὁρῶν ὁ διάβολος, καὶ βουλόμενος ἐκλῦσαι τὴν ἐκ τῆς τοιαύτης ἀπειλῆς διόρθωσιν γινομένην, καθῆκε ψευδοπροφήτας, καὶ τῶν προφητῶν ἀπειλούντων αἰχμαλωσίαν, καὶ δουλείαν, καὶ λιμοὺς, ἐκεῖνοι τὰ ἐναντία ἔλεγον, εἰρήνην, εὐετηρίαν, καὶ μυρίων ἀγαθῶν ἀπόλαυσιν. Διὸ καὶ ὀνειδίζοντες αὐτοῖς οἱ προφῆται ἔλεγον· Εἰρήνη, εἰρήνη· καὶ ποῦ ἔστιν εἰρήνη; Καὶ ὅσοι τῶν φιλολόγων, τοῦτο ἴσασιν, ὡς ἅπαντα κρατεῖν, ἃ τοῖς προφήταις πρὸς τοὺς ψευδοπροφήτας ἐγένοντο, ἐκλύοντας τοῦ λαοῦ τὴν σπουδήν. Ἐπεὶ οὖν οὕτως ἐκλύοντες διέφθειραν τὸν λαὸν, φησὶν ὁ Θεὸς διὰ τῶν προφητῶν· Ἐγὼ ὁ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Καὶ ποῖα κακά; Ταῦτα τὰ εἰρημένα, αἰχμαλωσίαν, δουλείαν, καὶ ὅσα τοιαῦτα· οὐ πορνείαν, καὶ ἀσέλγειαν, καὶ πλεονεξίαν, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν. Διὰ τοῦτο καὶ ὁ ἕτερος προφήτης εἰπὼν, Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε, ταύτην λέγει τὴν κακίαν, τοὺς λιμοὺς, τὰς νόσους, τὰς θεηλάτους πληγάς. Οὕτω καὶ ὁ Χριστὸς, ὅταν λέγῃ, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τοὺς ἱδρῶτας, τὸν μόχθον, τὴν ταλαιπωρίαν φησί.