Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud Isaiae: Ego dominus deus feci lumen 7.1
Not analysed yet
Τοῦτο οὖν φησιν ὁ προφήτης· Μὴ ὑμᾶς ἐκλυέτωσαν οἱ ψευδοπροφῆται· ὁ γὰρ Θεὸς ὑμῖν εἰρήνην δοῦναι δύναται, καὶ αἰχμαλωσίᾳ παραδοῦναι· τουτέστιν, Ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰς τὰς λέξεις βασανίσωμεν μετὰ ἀκριβείας. Εἰπὼν γὰρ ἄνω, Ἐγώ εἰμι ὁ ποιήσας φῶς καὶ σκότος, τότε ἐπήγαγε, Ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Δύο ἐναντία ἄνω τέθεικε, καὶ δύο ἐναντία μετὰ ταῦτα, ἵνα μάθῃς ὅτι οὐ περὶ πορνείας λέγει, ἀλλὰ περὶ συμφορῶν. Τί γὰρ ἀντιδιαστέλλεται τῇ εἰρήνῃ; Εὔδηλον ὅτι αἰχμαλωσία, οὐκ ἀσέλγεια, οὐδὲ πορνεία, οὐδὲ πλεονεξία. Ὥσπερ οὖν ἀνωτέρω ἐναντία δύο τέθεικεν, οὕτω δὴ καὶ ἐνταῦθα· ἐναντίον δὲ τῇ εἰρήνῃ οὐ πορνεία, οὐδὲ μοιχεία, οὐδὲ ἀσέλγεια, οὐδὲ αἱ λοιπαὶ κακίαι, ἀλλ' αἰχμαλωσία καὶ δουλεία. Ἀλλ' ὅπερ ἐπὶ τῶν στοιχείων πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων. Οἷόν τι λέγω· ὥσπερ ἐποίησε φῶς καὶ σκότος, καὶ πολλοῖς τὸ μὲν φῶς ἡδὺ δοκεῖ εἶναι, τὸ δὲ σκότος ἐπαχθὲς, καὶ διαβάλλουσι τὴν νύκτα ὡς πονηράν τινα οὖσαν· οὕτω δὲ καὶ ἐπὶ τῶν πραγμάτων. Ἀλλ' οὔτε τὴν νύκτα διαβλητέον, οὐδὲ τὸ σκότος, οὐδὲ ἁπλῶς τὴν δουλείαν, καὶ τὴν αἰχμαλωσίαν. Τί γὰρ, εἰπέ μοι, φαῦλον ἔχει τὸ σκότος; οὐχὶ πόνων ἐστὶν ἀνάπαυσις; οὐχὶ φροντίδων ἄνεσις; οὐχὶ λύπης ἀναίρεσις; οὐχὶ ἰσχύος προσθήκη; Εἰ δὲ μὴ σκότος ἦν καὶ νὺξ, πότε ἂν ἀπελαύσαμεν τοῦ φωτός; οὐκ ἂν διεφθάρη καὶ ἀπώλετο τοῦτο τὸ ζῶον ὁ ἄνθρωπος; Ὥσπερ δὲ τὸ σκότος δοκεῖ μὲν τοῖς ἀνοήτοις εἶναι κακὸν, οὐκ ἔστι δὲ, ἀλλὰ πρὸς τὴν ἡμέραν ἡμῖν συντελεῖ, καὶ πρὸς τὰς ἐργασίας ἐν αὐτῇ τοὺς ἀναπαυσαμένους ἐπιτηδειοτέρους κατασκευάζει· οὕτω οὐδὲ αἰχμαλωσία φαῦλον· περὶ ἧς ὁ προφήτης διελέγετο λέγων, Ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά· ἀλλὰ χρησιμώτερον τοῖς εἰς δέον χρωμένοις· σωφρονεστέρους δὲ καὶ ἐπιεικεστέρους ποιεῖ περικόπτουσα ἀπόνοιαν. Ἀδούλωτον γὰρ ἡ ἀρετή, καὶ οὐδὲν αὐτῆς περιγενέσθαι δύναιτ' ἂν, οὐ δουλεία, οὐκ αἰχμαλωσία, οὐ πενία, οὐ νόσος, οὐκ αὐτὸ, ὃ πάντων τυραννικώτερον, ὁ θάνατος. Καὶ δηλοῦσιν ἅπαντες οἱ ταῦτα ὑπομείναντες ἅπαντα, καὶ δι' αὐτῶν μειζόνως λάμψαντες. Τί γὰρ τὸν Ἰωσὴφ ἔβλαψεν ἡ δουλεία· (οὐδὲν γὰρ κωλύει πάλιν τὸν αὐτὸν ἄνδρα εἰς μέσον ἀγαγεῖν·) τί γὰρ τὰ δεσμά; τί δὲ αἱ ἁλύσεις; τί δὲ ἡ συκοφαντία; τί δὲ ἡ ἐπιβουλή; τί δὲ ἡ ἐπὶ τῆς ἀλλοτρίας διατριβή; Τί τὸν Ἰὼβ ἡ τῶν βουκολίων καὶ τῶν ποιμνίων ἀναίρεσις, ὁ βίαιος καὶ ἄωρος τῶν παίδων θάνατος, ἡ πληγὴ τοῦ σώματος, αἱ πηγαὶ τῶν σκωλήκων, ἡ ὀδύνη ἡ ἀκαρτέρητος, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, ἡ ἐπιβουλὴ τῆς γυναικὸς, τὰ ὀνείδη τῶν φίλων, αἱ λοιδορίαι τῶν οἰκετῶν; Τί δὲ τὸν Λάζαρον τὸ ἐν τῷ πυλῶνι κεῖσθαι, καὶ ταῖς γλώσσαις τῶν κυνῶν περιλείχεσθαι, καὶ ὁ λιμὸς ὁ διηνεκὴς, καὶ ἡ ὑπεροψία τοῦ πλουσίου, καὶ τὰ τραύματα, καὶ ἡ νόσος ἡ ἀφόρητος, καὶ ἡ ἐρημία τῶν προϊσταμένων, καὶ ἡ ὑπεροψία τῶν βοηθούντων; Τί δὲ τὸν Παῦλον αἱ νιφάδες ἐκείνων τῶν δεσμωτηρίων, τῶν ἀπαγωγῶν, τῶν θανάτων, τῶν καταποντισμῶν, τῶν λοιπῶν πειρασμῶν, ἃς οὐδὲ λόγῳ ἐξαριθμῆσαι ἔνι; Ταῦτα ἅπαντα ἀναλογισάμενοι, κακίαν φεύγωμεν, ἀρετὴν διώκωμεν· καὶ εὐχώμεθα μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμπέσωμεν, μὴ ἀλύωμεν, μηδὲ δυσχεραίνωμεν· καὶ γὰρ ὅπλα ἐστὶ ταῦτα ἀρετῆς τοῖς εἰς δέον χρωμένοις, καὶ δυνησόμεθα διὰ πάντων εὐδοκιμεῖν ἐὰν νήφωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.