Ancient Greek · ~20 min
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΔΑΥΙΔ Τὸ λέγον, «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ,» καὶ περὶ φιλοξενίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1-2) 1.1
Not analysed yet
Ἡδὺ μὲν γηπόνῳ τὸ ἄροτρον ἑλκύσαι εἰς καθαρισμὸν τῆς ἀρούρας, καὶ τὴν αὔλακα ἀνατεμεῖν, καὶ τὰς ἀκάνθας ἀνασπάσαι, καὶ οὕτω τὰ σπέρματα καταβαλεῖν, ἀκάνθης οὐκ οὔσης τῆς λυμαινομένης τὸν σπόρον· πολὺ δὲ ἥδιον τῷ λέγοντι, ὅταν εἰς ἀκοὴν καταβάλλῃ τὰ θεῖα νοήματα θόρυβον οὐκ ἔχουσαν. Διὰ δὴ τοῦτο μετὰ ἡδονῆς ἁπτόμεθα τὸν λόγον, ὅτι τὴν ἄρουραν ταύτην ἐκκεκαθαρμένην ὁρῶμεν. Εἰ γὰρ καὶ τὴν διάνοιαν ὑμῶν οὐ βλέπομεν, ἀλλὰ τὰ ὄμματα ὑμῶν διηνοιγμένα καὶ προανεστηκυῖα ἡ ἀκοὴ σημεῖά μοι δίδωσι τῆς ἔνδοθεν γαλήνης. Εἰς μὲν γὰρ τὸ συνειδὸς ὑμῶν εἰσελθεῖν οὐ δύναμαι· τὰ δὲ ὄμματα ἑστηκότα καὶ μετέωρα γινόμενα φωνὴν ἀφίησιν, ὅτι θόρυβος οὐδεὶς ἔνδον ἐστὶν, ἀλλὰ μᾶλλον βοᾶτε μετὰ προθυμίας· κατάβαλλε τὰ σπέρματα, ὑποδεχόμεθα ὅπερ ἂν καταβάλῃς, διὰ τὴν ἐλπίδα τοῦ καρποῦ· πᾶσαν γὰρ φροντίδα βιωτικὴν ἐξεώσαμεν τῆς διανοίας. Διὰ δὲ τοῦτο καὶ βαθυτέρων ἀεὶ ἅπτομαι νοημάτων, θαῤῥῶν τῇ εὐγενείᾳ τῆς ἀρούρας. Οὐ γὰρ δὴ σοφὸν διδάσκαλον ἡ Γραφὴ ζητεῖ μόνον, ἀλλὰ καὶ συνετὸν ἀκροατήν. Διὰ τοῦτο μακαρίζω μὲν ὑμᾶς, μακαρίζω δὲ καὶ ἐμαυτόν. Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων· καὶ, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Οὐκοῦν εἰς ὑμᾶς τοὺς μετὰ προθυμίας παραγενομένους καταβαλοῦμεν τὰ νοήματα. Οἱ μὲν γὰρ ἄλλοι πάντες νῦν ἐν ἀγοραῖς καὶ βιωτικαῖς φροντίσι κατασήπονται, ὑμεῖς δὲ τῆς γῆς ὑψηλότεροι γινόμενοι, τὰ νοήματα νοερὰ δέχεσθε· κἀκεῖνοι μὲν τῇ δούλῃ δουλεύουσι, τῆς σαρκὸς ἐπιμελούμενοι, ὑμεῖς δὲ τὴν εὐγενῆ καὶ ἐλευθέραν ψυχὴν καλλωπίζοντες, διατηρεῖτε. Ποῦ γὰρ διατρίβεις, ἄνθρωπε, νῦν; Ἐν ἀγορᾷ. Ἵνα τί συναγάγῃς; Βόρβορον καὶ πηλόν. Ἐλθὲ, λάβε μύρον παρ' ἐμοῦ. Τί συνάγεις χρήματα ἀπολλύμενα, φιλαργυρίαν τὴν τύραννον, ἀρχὰς τὰς ἀπολλυμένας, περιουσίαν τῶν βιωτικῶν φροντίδων, τὴν νῦν οὖσαν, καὶ αὔριον οὐκ οὖσαν; τί δρέπῃ τὰ ἄνθη, καὶ ἀφίης τὸν καρπόν; τί τρέχεις ὀπίσω τῆς σκιᾶς, καὶ οὐ καταλαμβάνεις τὴν ἀλήθειαν; τί διώκεις τὰ ἀπολλύμενα, καὶ οὐ ζητεῖς τὰ μένοντα; Ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Γέγονας εὔπορος χρήμασι; Καὶ τί τοῦτο πρὸς τὴν ψυχήν; Εὐπορώτερος χρήμασι, καὶ πενέστερος τῇ ψυχῇ, κομᾷς τοῖς φύλλοις, καὶ πένῃ τῷ καρπῷ. Τί ὄφελος; εἰπέ μοι. Ἔλαβες χρήματα, ἃ μέλλεις ἐνταῦθα καταλιμπάνειν· ἔλαβες ἀρχὴν, ἐξ ἧς ἐπιβουλὴ τίκτεται. Ἐλθὲ, ἀπόλαυσον λόγων φιλοσόφων· δαπάνησόν σου τὰ ἁμαρτήματα, ἀνάλωσόν σου τὰ παρανομήματα, καθαρόν σου ποίησον τὸ συνειδὸς, μετάρσιον ποίησον τὸν λογισμόν· γενοῦ ἄγγελος καὶ ἄνθρωπος. Κατάλιπε τῆς σαρκὸς τὴν φύσιν, καὶ λάβε κοῦφον τὸ πτερὸν τῆς ζωῆς, ἀπάλλαξον σαυτὸν τῶν ὁρατῶν, καὶ κρέμασον σεαυτὸν ἐν τοῖς ἀοράτοις. Ἀνάβα εἰς τοὺς οὐρανοὺς, χόρευε μετὰ τῶν ἀγγέλων, παράστηθι τῷ βήματι τῷ ἄνω, τῷ ὑψηλῷ· κατάλιπε τὸν καπνὸν, καὶ τὴν σκιὰν, καὶ τὸν χόρτον, καὶ τὴν ἀράχνην· οὐδὲ γὰρ ὄνομα οἶδα ἄξιον τῆς εὐτελείας ταύτης ἐπιθεῖναι. Ταῦτα δὲ λέγω, καὶ λέγων οὐ παύσομαι. Ἐλθὲ, καὶ γενοῦ ἄνθρωπος, ἵνα μὴ ἐπιψεύδηταί σου ἡ προσηγορία τῆς φύσεως. Ἆρα συνήκατε τὸ λεχθὲν πρὸς ὑμᾶς; Ἄνθρωπός ἐστι, φησὶν, ἀλλ' ἄνθρωπος μὲν τὸ ὄνομα πολλάκις, οὐκ ἄνθρωπος δὲ τὸ φρόνημα. Ὅταν γὰρ ἴδω σε ἀλόγως βιοῦντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ βοῦν; Ὅταν ἴδω σε ἁρπάζοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ λύκον; Ὅταν ἴδω σε πορνεύοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ χοῖρον; Ὅταν ἴδω σε δολερὸν, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ὄφιν; Ὅταν ἴδω σε ἰὸν ἔχοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ἀσπίδα; Ὅταν ἴδω σε ἀνόητον, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ὄνον; Ὅταν ἴδω σε μοιχεύοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ ἵππον θηλυμανῆ; Ὅταν ἴδω σε ἀπειθῆ καὶ ἀσύνετον, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ' οὐχὶ λίθον; Ἔλαβες εὐγένειαν παρὰ τοῦ Θεοῦ, τί προδίδως τὴν ἀρετὴν τῆς φύσεως; Τί ποιεῖς; εἰπέ μοι. Ἕτεροι τέχνην ἔχουσιν ἄνθρωποι, τὰ ἄλογα, κατὰ τὸ ἐγχωροῦν, εἰς ἀνθρώπων εὐγένειαν μετατιθέναι· ψιττακοὺς παιδεύουσι φωνῇ ἀνθρωπίνῃ φθέγγεσθαι, καὶ τῇ τέχνῃ τὴν φύσιν βιάζονται· λέοντας ἡμέρους ἐργάζονται, διὰ τῆς ἀγορᾶς ἕλκοντες. Τὸν λέοντα ἥμερον ποιεῖς ζῶον ἀτιθάσσευτον, καὶ σαυτὸν λύκου ἀγριώτερον καθιστᾷς; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν μὲν ἀλόγων ἕκαστον ἓν ἐλάττωμα ἔχει, ὁ λύκος εἰς τὸ ἁρπακτικὸν, ὁ ὄφις εἰς τὸ δολερὸν, ἡ ἀσπὶς εἰς τὸ ἰῶδες· ἐπὶ δὲ ἀνθρώπου πονηροῦ οὐκ ἔνι τοῦτο. Οὐδὲ γὰρ ἓν ἐλάττωμα πολλάκις κέκτηται ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἁρπακτικὸς γίνεται, καὶ δολερὸς, καὶ ἰώδης, καὶ τὰς τῶν ἀλόγων κακίας εἰς τὴν ἑαυτοῦ συνάγει ψυχήν. Πῶς οὖν σε καλέσω ἄνθρωπον, ὃς οὐκ ἔχεις τῆς βασιλείας τὸ σύνθημα, οὐκ ἔχεις τὸ διάδημα, οὐκ ἔχεις τὴν πορφύραν; Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ἐννόησον κατὰ τίνος εἰκόνα ἐγένου, ἄνθρωπε, καὶ μὴ κατενεχθῇς εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν. Ἐὰν ἴδῃς βασιλέα πορφύραν ῥίψαντα καὶ διάδημα καὶ μετὰ τῶν στρατιωτῶν συναγελαζόμενον, καὶ προδιδόντα τὴν ἀρχὴν τὴν ἑαυτοῦ, πῶς καλέσεις τὸν τοιοῦτον βασιλέα; Καὶ σὺ ἄνθρωπος εἶ. Μή μοι οὖν δείξῃς, ὅτι ψυχὴν ἀνθρώπου ἔχεις, ἀλλ' εἰ τὸ φρόνημα ἄνθρωπος εἶ. Ἄρχων εἶ τῶν ἀλόγων, καὶ τῶν ἐν σοὶ ἀλόγων παθῶν δοῦλος ἐγένου;