Ancient Greek · ~15 min
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΔΑΥΙΔ Τὸ λέγον, «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ,» καὶ περὶ φιλοξενίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1-2) 2.1
Not analysed yet
Καὶ πῶς γένωμαι ἄνθρωπος; φησίν. Εἰ κρατεῖς τῶν λογισμῶν τῆς σαρκὸς, ἐκείνων τῶν ἀλόγων, εἰ ἐξέβαλες πορνείαν, εἰ ἐξέβαλες ἐπιθυμίαν χρημάτων ἄκαιρον, εἰ ἐξέβαλες τὴν πονηρὰν ἐκείνην τύραννον, εἰ καθαρὸν σαυτοῦ τὸ χωρίον εἰργάσω. Ἀλλὰ πῶς γίνῃ ἄνθρωπος; Ἐὰν ἔλθῃς ὧδε, ὅπου δημιουργοῦνται ἄνθρωποι. Ἐὰν λάβω σε ἵππον, ποιῶ σε ἄνθρωπον· ἐὰν λάβω σε λύκον, ποιῶ σε ἄνθρωπον· ἐὰν λάβω σε ὄφιν, ποιῶ σε ἄνθρωπον, οὐ μεταβάλλων τὴν φύσιν, ἀλλὰ μετατιθεὶς τὴν προαίρεσιν. Ἀλλὰ τί φησι; Τέκνα ἔχω, οἰκίας προΐσταμαι, γυναικὸς ἐπιμελοῦμαι, πενίᾳ κατέχομαι, ἐπὶ τὴν ἀναγκαίαν σπεύδω τροφήν. Σκήψεις ταῦτα καὶ προφάσεις. Εἰ μὲν γὰρ δι' ὅλου σε κατεῖχον ἐνταῦθα, καὶ οὐδὲ μικρὰν καιροῦ ῥοπὴν τοῖς ἔξω σε συνεχώρουν ἐκδιδόναι πράγμασιν, εἶχες ἂν ἀπολογήσασθαί μοι καὶ εἰπεῖν, ὅτι Τέκνα ἔχω, καὶ οἰκίας προΐσταμαι· καὶ καλῶς ἂν ταῦτα ἔλεγες· μᾶλλον δὲ οὐδὲ τότε ταῦτα λέγειν ἐχρῆν. Ἱκανὸς γάρ σοι ὁ Θεὸς ἐνταῦθα ἀσχολουμένῳ πλείονος εὐπορίας τὰ σὰ πάντα διατυπῶσαι. Νῦν δὲ οὐδὲν τούτων σε ἀναγκάζω, οὐδὲ λέγω, Καθ' ἑκάστην ἡμέραν σχόλαζε, ἀλλὰ δεύτερον τῆς ἑβδομάδος. Τί βαρὺ, τί φορτικόν; Οὐδὲ ὅλην τὴν ἡμέραν, ἀλλὰ μικρὰν καιροῦ ῥοπὴν ἐλθὲ εἰς τὴν ἐκκλησίαν· δέξαι νοερὰ νοήματα, ἵνα μὴ δέξῃ τραύματα· οὐχ ἵνα ἄλλους καταβάλλῃς, ἀλλ' ἵνα ποιήσῃς τὴν ἀγορὰν ἐκκλησίαν. Ἐλθὲ, λάβε ὅπλον, ἵνα ἐν τῷ ὅπλῳ μὴ δέξῃ τὴν πληγὴν βλαβεράν. Στῆθι ἐπὶ τῆς παρατάξεως, μόνον ὡπλισμένος· στῆθι ἐν τόπῳ ἁγίῳ, μόνον καθαρὰ ἔχων τὰ ὄμματα· ἔμβηθι εἰς τὸν λιμένα, μόνον μετ' ἀκριβείας σαλεύων τὸ πλοῖον. Ταῦτα ἐνταῦθα δύνασαι μαθεῖν· καὶ οὐ θέλεις, ἀλλ' ἐξέρχῃ ἐν παρατάξει κοσμικῇ γυμνὸς τῶν τοῦ Θεοῦ ἐντολῶν. Ἐννόησον ἡλίκον ἐστὶν ἐξιέναι ἀπὸ ἐκκλησίας πάντων τῶν ἀνθρωπίνων ὑπερορῶντα, καὶ τὰ λυπηρὰ πατοῦντα, καὶ χρηστῶν ὑψηλότερον γινόμενον, οὔτε ἐν ἐκείνοις ἐπαιρόμενον, οὔτε ἐν τούτοις πιεζόμενον· οἷος ἦν ὁ Ἰὼβ, οὔτε ὑπὸ τῆς πενίας βαπτιζόμενος, οὔτε ὑπὸ τοῦ πλούτου ἐπαιρόμενος, ἀλλ' ἐν τῇ ἀνωμαλίᾳ τῶν πραγμάτων ἴσην τὴν ἑαυτοῦ γνώμην διατηρῶν. Ἐλθὲ, λάβε ὅπλον παρ' ἐμοῦ. Ποῖον δὲ ὅπλον; Ὃ πολλάκις σοι ἐγγυᾶται τὴν σωτηρίαν. Ἐξέρχῃ, καὶ βλέπεις ἄνθρωπον ἐφ' ἵππου ἐπαιρόμενον χρυσοχαλινώτου, καὶ πολλοὺς περὶ αὐτὸν τοὺς δορυφόρους· πάλιν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένον. Εἶτα εἰσέρχεταί σοι φθόνος διὰ τὸν πλούσιον· κατέχει σε βασκανία τοῦ πένητος. Προσέρχεταί σοι ὁ Δαυῒδ, παρίσταταί σοι καὶ λέγει· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἔξελθε μετὰ τοῦ προφήτου, καὶ μὴ φοβοῦ. Ἄπελθε ὅπου λέγω σοι μετὰ τοῦ προφήτου, μετὰ τοῦ διδασκάλου, μετὰ τῆς βακτηρίας, μετὰ τοῦ κήρυκος. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἀλλ' ἐρεῖς· Τοῦτο παραινοῦντός ἐστι καὶ συμβουλεύοντος, καὶ τὰ δέοντα ἀποφαινομένου· εἰπέ μοι καὶ τὸν τρόπον, δι' ὃν οὐκ ὀφείλω φοβηθῆναι τὸν ἄνθρωπον. Ὅτι μιμεῖται τὴν φύσιν τοῦ ἀνθρώπου ἡ φύσις τοῦ πλούτου. Καὶ πῶς, ἐγὼ λέγω. Τί ἄνθρωπος; Ζῶον εὐτελὲς, ἐπίκηρον, ὀλιγοχρόνιον. Τοιοῦτον καὶ ὁ πλοῦτος· μᾶλλον δὲ οὐ τοιοῦτον, ἀλλὰ καὶ ἀσθενέστερον. Οὐ γὰρ μετὰ τοῦ ἀνθρώπου τελευτᾷ πολλάκις, ἀλλὰ καὶ πρὸ τοῦ ἀνθρώπου τελευτᾷ. Καὶ ἴστε ὑμεῖς μυρία ἐπὶ τῇ πόλει ταύτῃ ὑποδείγματα τῆς τελευτῆς τοῦ ἀώρου πλούτου, καὶ μεμαθήκατε, ὅτι ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο· τελευτὴ γὰρ πλούτου μεταβολὴ πενίας. Ἐννόησον οὖν πῶς ὀλιγοχρόνιον τὸ κτῆμα. Ὁ μὲν γὰρ κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο, καὶ εἴθε ἀπώλετο μόνον, καὶ μὴ συναπώλεσε τὸν κεκτημένον. Οὐκοῦν οὐκ ἂν ἁμάρτοις τὸν πλοῦτον ἀγνώμονα οἰκέτην καλέσας, οἰκέτην αἱμοβόρον καὶ ἀνδροφόνον, οἰκέτην ἀμοιβὰς ἀποδιδόντα τῷ δεσπότῃ τὴν σφαγήν. Καὶ τὸ δὴ χαλεπώτερον, οὐχ ὅταν αὐτὸν καταλίπῃ, περιβάλλει κινδύνοις, ἀλλὰ καὶ πρὶν ἢ καταλίπῃ αὐτὸν, θορυβεῖ αὐτὸν καὶ ταράττει. Μὴ γάρ μοι ἴδῃς τὸν τὰ σηρικὰ περιβεβλημένον ἱμάτια, καὶ μύρον πνέοντα, καὶ θεραπευόμενον ἔξωθεν· ἀλλ' ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, γύμνωσον αὐτοῦ τὴν διάνοιαν ἔτι πλουτοῦντος, καὶ ὄψει ἔνδοθεν θορύβους καὶ ταραχάς. Ὅταν δὲ ἴδῃς ἕτερον πίπτοντα ἐν τῷ ἐκείνου πτώματι, τὴν οἰκείαν συμφορὰν καταμάνθανε.