Ancient Greek · ~18 min
ΤΟΥ ΑΥΤΟΥ Προειρηκότος ἑτέρου, ὁμιλία λεχθεῖσα ἐν Κωνσταντινουπόλει ἐν τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ, ὀλίγων συνελθόντων, εἰς τὸ, «Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος,» καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1-2) 1.1-2
Not analysed yet
Βραχὺς ὁ καρπὸς τοῦ καλῶς εἰρηκότος, ἀλλ' ὥριμος· λεπτὴ ἡ νευρὰ, ἀλλὰ μεγάλη ἡ ἠχή· ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολυτελῆ τὰ νοήματα. Καὶ γὰρ δῆμον ὁλόκληρον τοῖς ἐπαίνοις ἀνεπτέρωσε, καὶ σπουδαιοτέρους τοῖς ἐγκωμίοις εἰργάσατο, καὶ τὸν αἴτιον τῆς γεωργίας ἐδήλωσεν, ὕμνους τε συνθεὶς αὐτῷ, καὶ εὐχαριστήσας κατὰ τὸν ἀποστολικὸν νόμον, εἰς δοξολογίαν τὸν λόγον κατέλυσεν. Εἰ δὲ ταχέως τὴν τράπεζαν συνέστειλεν, οὐ διὰ πτωχείαν, ἀλλὰ διὰ ταπεινοφροσύνην. Οὐ γὰρ ἀπορῶν πλείονα εἰπεῖν, εἰς σιγὴν τὸν λόγον κατέκλεισεν, ἀλλ' ἡμῖν τῆς διδασκαλίας παραχωρῶν. Φέρε οὖν καὶ ἡμεῖς τῆς ζάλης τῶν ἤδη γεγενημένων θορύβων ἀπαλλαγέντες, ὥσπερ τισὶ ποταμίοις ὕδασι τῇ τῶν Γραφῶν ἀναγνώσει τὴν ἀκοὴν ἀποπλύνωμεν. Οὕτω καὶ ναῦται ποιοῦσιν· ἐπειδὰν χειμῶνα διαδραμόντες καὶ πολὺ διαβάντες πέλαγος εἰς λιμένα καταντήσωσι γαληνὸν, ἱστία χαλάσαντες, καὶ κώπην ἀποθέμενοι, καὶ τῆς νηὸς ἀποβάντες, βαλανείοις, καὶ σιτίοις, καὶ πότοις καὶ ὕπνῳ, καὶ ἀνέσει τὸ σῶμα ἀνακτησάμενοι, ἀκμαιότερον αὐτὸ πρὸς τὴν λοιπὴν ναυτιλίαν παρασκευάζουσι. Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τῆς πρώην γενομένης ταραχῆς ἀπαλλαγέντες, καὶ τοῦ θορύβου, καὶ τῶν κυμάτων, ὥσπερ εἴς τινα λιμένα εὔδιον, τῶν Γραφῶν τὴν ἀνάγνωσιν τὴν ψυχὴν τὴν ἡμετέραν ὁρμίσωμεν. Καὶ γὰρ λιμήν ἐστιν ἀκύμαντος, καὶ τεῖχος ἀῤῥαγὲς, καὶ πύργος ἄσειστος, καὶ δόξα ἀναφαίρετος, καὶ ὅπλον ἄτρωτον, καὶ εὐθυμία ἀμάραντος, καὶ ἡδονὴ διηνεκὴς, καὶ πάντα ὅσα ἂν εἴποι τις καλὰ, τῶν θείων Γραφῶν ἡ συνουσία. Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική. Καὶ γὰρ τὰς ἀκάνθας ἀνασπᾷ τῶν ἁμαρτημάτων, καὶ καθαρὰν τὴν ἄρουραν ἐργάζεται, καὶ τὰ σπέρματα καταβάλλει τῆς εὐσεβείας, καὶ πρὸς ἀκμὴν τὸν καρπὸν ἄγει. Μὴ δὴ τοσούτων παραμελῶμεν ἀγαθῶν, μηδὲ ἀπολιμπανώμεθα συνάξεων, ἀλλὰ συνεχῶς ἐνταῦθα τρέχωμεν, ἵνα διηνεκῶς θεραπευώμεθα, καὶ μηδεὶς μήτε φθόνῳ βάλληται πλουτοῦντα ὁρῶν, μήτε πενίᾳ πιέζηται· ἀλλὰ καταμαθὼν τὴν ἀληθῆ τῶν πραγμάτων φύσιν, παρατρεχέτω μὲν τὰς σκιὰς, ἀντεχέσθω δὲ τῆς ἀληθείας. Καὶ γὰρ σκιὰ, εἰ καὶ μείζων τοῦ σώματος εἶναι δοκεῖ, ἀλλ' ὅμως σκιὰ τυγχάνει· ἄλλως δὲ οὐδέ ἐστι μείζων, ἀλλὰ δοκεῖ, καὶ τότε δοκεῖ, ὅταν μακροτέρω τῆς ἀκτῖνος γενώμεθα· οὕτω γοῦν ἡνίκα περὶ σταθερὰν μεσημβρίαν τῆς ἀκτῖνος ὑπὲρ κεφαλὴν ἱσταμένης συνελαύνεται πάντοθεν, καὶ συστέλλεται, καὶ βραχυτέρα γίνεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἔστιν ἰδεῖν. Ἕως μὲν γάρ τις μακροτέρω τῆς ἀρετῆς καθίστησιν ἑαυτὸν, μεγάλα φαίνεται τὰ τοῦ παρόντος βίου πράγματα· ὅταν δὲ ἐν αὐτῷ τῷ φανοτάτῳ φωτὶ τῶν θείων ἑαυτὸν καταστήσῃ Γραφῶν, τότε καὶ τὸ εὐτελὲς καὶ τὸ βραχὺ καὶ τὸ οὐδαμινὸν τῶν ἐπικήρων τούτων ὁρᾷ πραγμάτων, καὶ μανθάνει σαφῶς, ὅτι ποταμίων ὑδάτων οὐδὲν ἄμεινον ταῦτα διάκειται, ὁμοῦ τε φαινόμενα καὶ παρατρέχοντα. Διά τοι τοῦτο ὁ προφήτης φιλοσοφῶν, τοὺς μικροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς τὴν τοῦ πλούτου φαντασίαν, καὶ δεδοικότας, καὶ τρέμοντας τοὺς ἐν τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων καταφρονεῖν, ἔλεγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Εἶδες ἀκρίβειαν λέξεως καὶ διαίρεσιν σαφεστάτην; Οὐδὲ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ', Ἡ δόξα τοῦ οἴκου αὐτοῦ, δεικνὺς ὅτι ἕτερον δόξα ἀνθρώπου, καὶ ἕτερον δόξα οἴκου. Τί τοίνυν δόξα ἀνθρώπου, καὶ τί δόξα οἴκου; Δεῖ γὰρ ταῦτα εἰδέναι σαφῶς, ὥστε μὴ τὰ ὀνείρατα πρὸ τῆς ἀληθείας ἀσπάσασθαι. Οἴκου μὲν οὖν δόξα στοαὶ, περίπατοι, χρυσοῦς ὄροφος, ἔδαφος ψηφίσι καλλωπισθὲν, λειμῶνες, παράδεισοι, ἀνδραπόδων ἀγέλαι, τὰ ἔπιπλα τὰ πολυτελῆ, ὧν οὐδὲν πρὸς τὸν ἄνθρωπον. Ἀνθρώπου δόξα, πίστις ὀρθὴ, ζῆλος ὁ κατὰ Θεὸν, ἀγάπη, πραότης, ἐπιείκεια, ἡ ἐν εὐχαῖς ἐκτένεια, ἡ τῆς ἐλεημοσύνης φιλοσοφία, σωφροσύνη, κοσμιότης, τὰ λοιπὰ ἅπαντα τῆς ἀρετῆς μέλη. Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὁ μὲν ἐκεῖνα κεκτημένος οὐ καρποῦται τὴν ἐξ αὐτῶν δόξαν, οὐδ' ἂν κληθείη τις καλὸς, ἐπειδὴ οἰκίαν ἔχει καλὴν, ἢ παράδεισον, ἢ λειμῶνα, ἢ πλῆθος ἀνδραπόδων, ἢ ἱματίων πολυτέλειαν. Τὸ γὰρ θαυμαστὸν ἅπαν περὶ τὸ κτῆμα ἵσταται, οὐ διαβαῖνον πρὸς τὸν ἔχοντα. Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παράδεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις.