Ancient Greek · ~19 min
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΔΑΥΙΔ Τὸ λέγον, «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ,» καὶ περὶ φιλοξενίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1-2) 8.1
Not analysed yet
Ὢ εὐγένεια λέξεως. πῶς ἐν διηγήσει καὶ διδασκαλίᾳ φιλοσοφίαν εἰσήγαγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Οὐκ εἶπε, Καὶ ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ', Ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅταν γὰρ εἰσέλθῃς εἰς οἰκίαν τινὸς πλουσίου, καὶ ἴδῃς ἐν τῷ οἴκῳ αὐτοῦ κίονας ὑπεραίροντας τῷ μεγέθει, καὶ χρυσᾶς κεφαλίδας, καὶ μάρμαρα τῷ τοίχῳ προσπεπηγότα, καὶ κρήνας ῥεούσας, καὶ πηγὰς καὶ περιπάτους, καὶ δένδρα τῷ ἀνέμῳ καμπτόμενα, καὶ πάντα ψηφίδων γέμοντα, καὶ εὐνούχων χρυσοφορούντων ἀγέλην, καὶ οἰκετῶν πλῆθος, καὶ τάπητας ἐπὶ τοῦ ἐδάφους κειμένους, καὶ τράπεζαν ἐκλάμπουσαν τῷ χρυσῷ, καὶ κοιτῶνας κεκοσμημένους· ταῦτα πάντα δόξα οἴκου ἐστὶν, οὐ δόξα ἀνθρώπου. Δόξα γὰρ ἀνθρώπου εὐλάβεια, ἐπιείκεια, ἐλεημοσύνη, πραότης, ταπεινοφροσύνη, εἰρήνη, δικαιοσύνη, ἀγάπη ἀνυπόκριτος πρὸς πάντας. Ταῦτα πάντα δόξα ἀνθρώπου. Τί φοβῇ τὸν πλούσιον. Οὐκοῦν τὴν οἰκίαν αὐτοῦ μᾶλλον φοβοῦ. Ἐκείνη γάρ ἐστιν ἡ πλουτοῦσα, οὐχ ὁ οἰκῶν. Ἀλλ' οὐ φοβοῦμαι ταύτην, φησί. Διὰ τί; Ὅτι ὁ χρυσὸς ἄψυχός ἐστιν ὕλη. Ἀλλὰ τὸν ἄνθρωπον φοβῇ; Ναί. Διὰ τί; μὴ γὰρ αὐτοῦ ἐστιν ὁ πλοῦτος; Τῆς οἰκίας ἡ περιφάνεια. Μάρμαρα ἔχει ὁ τοῖχος. Τί οὖν πρὸς τὸν οἰκοῦντα; Χρυσοῦς ὁ ὄροφος. Τί οὖν πρὸς τὸν κεκτημένον; Αἱ κεφαλίδες τῶν κιόνων χρυσαῖ. Τί οὖν πρὸς τὴν κεφαλὴν ἐκείνου τὴν ἁμαρτίαις βεβορβορωμένην; Ἀλλὰ καθαρὸν τὸ ἔδαφος; Ἀλλὰ ἀκάθαρτον τὸ συνειδός. Ἀλλὰ σηρικὰ τὰ ἱμάτια; Ἀλλὰ ῥακίων γέμουσα ἡ ψυχή. Ἡ οἰκία πλουσία, ἀλλ' ὁ κεκτημένος τὴν οἰκίαν πένης. Ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Καὶ ἵνα μάθητε, ὅτι τοῦ οἴκου ἐστὶν ἡ δόξα, καὶ οὐχὶ τοῦ ἀνθρώπου, ἀπὸ τῶν ῥημάτων ὑμῶν ἐλέγχω ὑμᾶς. Εἰσερχόμενος πολλάκις εἰς οἰκίαν τινὸς ὡραίαν οὖσαν, ἐξερχόμενος τί λέγεις; Ὡραῖα εἶδον μάρμαρα. Μὴ λέγεις, Ὡραῖον εἶδον ἄνθρωπον; Θαυμαστοὶ οἱ κίονες, θυρίδες καλαί. Μὴ λέγεις, Θαυμαστὸς ὁ οἰκῶν; Πολὺς ὁ χρυσὸς ἐν τῷ ὀρόφῳ. Μὴ λέγεις, Πολλὴ ἡ ἐλεημοσύνη; Πολλαὶ αἱ κρῆναι, καὶ δαψίλεια πολλή. Μὴ λέγεις, Πολλὴ ἡ δαψίλεια ἐκείνου τοῦ κεκτημένου; Πανταχοῦ περὶ τοὺς τοίχους, πανταχοῦ περὶ τὰ μάρμαρα, πανταχοῦ περὶ τὰς κρήνας, πανταχοῦ περὶ τὰς πηγὰς διαλέγῃ. Πάλιν ὁρᾷς ἵππον ἔχοντα χρυσοῦν χαλινὸν, καὶ λέγεις· Καλὸς ὁ χαλινός. Οὐκοῦν τοῦ χρυσοχόου τὸ ἐγκώμιον. Θαυμαστὸν τὸ ἱμάτιον. Οὐκοῦν τοῦ ὑφάντου ὁ ἔπαινος. Καλοὶ οἱ οἰκέται. Οὐκοῦν τοῦ πεπωληκότος ὁ ἔπαινος. Καὶ μένει μὲν ἐκεῖνος ἀστεφάνωτος, τὰ δὲ περὶ αὐτὸν ἐγκωμίων ἀπολαύουσιν. Ἀλλ' ὅταν ἴδῃς ἄνθρωπον καλὸν, λέγεις· Καλὸς ἄνθρωπος, ὡραῖος, ἐπιεικὴς, θαυμαστὸς, ἐλεήμων, φιλόφρων, συντετριμμένος, ἀεὶ ἐν εὐχαῖς προσέχων, ἀεὶ ἐν νηστείαις παραμένων, ἀεὶ ἐν τῇ ἐκκλησίᾳ σχολάζων, ἀεὶ ἀχώριστός ἐστι τῆς θείας διδασκαλίας. Ταῦτα ἐγκώμια περὶ ἐκεῖνον, ταῦτα στέφανοι. Μάθε οὖν τί πλοῦτος ἀνθρώπου, καὶ τί πλοῦτος οἰκίας, καὶ Μὴ φοβοῦ. Ἐὰν γὰρ μάθῃς διαιρεῖν τὸν πλοῦτον καλῶς, οὐκέτι φοβηθήσῃ. Ὁρᾷς δὲ τὸν νομιζόμενον πλούσιον παρὰ σοὶ πένητα ὄντα καὶ πτωχόν; Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, εἰ ἐνταῦθά σε ἀπατᾷ, ἐν καιρῷ τῆς τελευτῆς αὐτοῦ βλέπε αὐτόν. Μὴ λαμβάνει τι ἐκεῖ ἐκ τούτων ἁπάντων, καὶ ἀπέρχεται; Εἶτα ἀπέθανε καὶ κεῖται γυμνὸς ὁ τὰ σηρικὰ περιβεβλημένος ἱμάτια. Κεῖται γυμνὸς ἐπὶ τοῦ βάθρου, καὶ οἱ οἰκέται ἀπέρχονται καὶ ἔρχονται, καὶ οὐδεὶς αὐτοῦ φροντίζει· οὐ γὰρ ἦσαν αὐτοῦ οἱ οἰκέται. Ἀπεδήμησε, καὶ οὐδὲν αὐτοῦ λοιπὸν κεῖται. Ἡ γυνὴ κατακόπτεται, τὰς τρίχας λύει· παρακαλοῦσι πάντες, οὐχ ὑπακούει· τὰ παιδία ἐν ὀρφανίᾳ, ἡ γυνὴ ἐν χηρείᾳ· πάντες ταπεινοὶ, οἰνοχόοι, κρατῆρες, παράσιτοι, κόλακες, εὐνοῦχοι. Λαβεῖν τι ἐξ ἐκείνων τῶν σκευῶν, καὶ ἀπελθεῖν οὐ δύναται· ἀλλὰ τί; Ἀποφέρεται μόνος. Εὐφημίαις βάλλουσι. Καὶ τί πρὸς αὐτὸν πάλιν; Ἀλλ' ἡ κενοδοξία αὐτὸν εὐφημεῖ; Διὰ τί; Μὴ γὰρ δύναταί τι λαβεῖν ἀπ' αὐτῆς; Οὐ δύναται οὐδὲν ἐξ αὐτῶν παραστῆναι αὐτῷ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀπέρχεται εἰς τὸν τάφον ὁ πάντα ἁρπάζων, εἰς τρεῖς πήχεις θάπτεται, καὶ πλέον οὐδέν· καὶ γῆ ἐπάνω τῆς ὄψεως, καὶ τὸ κάλυμμα τῆς θήκης. Καὶ ἀναχωρεῖ ἡ γυνή. Ποῦ ὁ πλοῦτος; ποῦ οἱ δοῦλοι; ποῦ ἡ φαντασία; ποῦ ἡ οἰκία ἡ μεγάλη καὶ περικαλλής; Καταλιμπάνουσιν αὐτόν· ἀφίησιν αὐτὸν καὶ ἡ γυνὴ, κἂν μὴ βούληται· ἡ δυσωδία γὰρ αὐτὴν ἐλαύνει, αἱ πηγαὶ τῶν σκωλήκων αὐτὴν διώκουσι. Τοῦτο ὅλον; Ναί· οὐδὲν γὰρ ἔχων ἀπῆλθε τῶν αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν ἔχων τῶν αὑτοῦ ἀπῆλθεν, οἱ μακάριοι μάρτυρες ἐπειδὴ τὰ ἑαυτῶν λαμβάνουσιν, οὐκ ἀναχωροῦμεν τοῦ τάφου αὐτῶν. Καὶ ὧδε μὲν οὐδὲ γυνὴ ἀνέχεται παραμεῖναι· ἐκεῖ δὲ ὁ βασιλεὺς ῥίπτει τὸ διάδημα, καὶ παραμένει τῷ τάφῳ τοῦ μάρτυρος, δυσωπῶν καὶ δεόμενος δοθῆναι αὐτῷ λύσιν τῶν δεινῶν, καὶ νίκην κατ' ἐχθρῶν. Μὴ οὖν φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Τοῦτον λαβόντες τὸν στίχον, ἐξάρξωμεν τῷ Κυρίῳ, ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦντες αὐτῷ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.