Ancient Greek · ~8 min
Pg 630
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Nolite thesaurizare vobis thesauros in terra[Sp.] 630
Not analysed yet
τοῦ Πατρός, δῆλον ὅτι τὴν φύσιν τῆς ἁγ. Τριάδος κηρύττει. Καὶ γὰρ Θεὸς ὁ Πατήρ, Θεὸς ὁ Υἱός· οὔτε γὰρ ἀλλότριος τῆς φύσεως τοῦ Πατρὸς ὁ Υἱός· δῆλον ὅτι καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ Πέτρος ἔλεγε πρὸς Ἀνανίαν «ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; . . . οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ»; Οὐκοῦν θεότητα τριάδος προσκυνήσωμεν, ἵνα μὴ θεότητος ἐκπέσωμεν. Ποῦ τοίνυν ἡμᾶς χειραγωγεῖ λέγων «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσι»; Ἐπεὶ καὶ ἐλεεινῶς ἡμᾶς προτρέπεται ἐπὶ φιλανθρωπίαν προσκαλούμενος καὶ λέγων· ᾔτησας καὶ ἔδωκα· ὅταν δὲ καὶ σὺ παρὰ τῶν πενήτων αἰτηθῇς χάρισαι Ἐζήτησας ὀλίγα καὶ ἔδωκά σοι πολλά. Καὶ σὺ ὅταν αἰτηθῇς πολλά, κἂν ὀλίγα χάρισαι. Ἀπηγόρευσεν ἡ γῆ παρ' ὀλίγον τὰς ἐλπίδας, ἀπηγόρευσε τὰ γεννήματα, τὸ οὐράνιον γάλα. Φόβος καὶ τρόμος τῶν ἀνθρώπων τὰς καρδίας διέσεισε. Ἀνέμεινα τὴν δόσιν, ἵνα σὺ ζητήσῃς τὴν δόσιν· ὑπερεθέμην τὴν χάριν, ἵνα σὺ προέλθῃς τῇ χάριτι. Ἠπείλησα πρὸς ὀλίγον, ἵνα μάθῃς τὸν βρέχοντα καὶ προσκυνήσῃς τὸν τρέφοντα, ἵνα ἐπιγνῷς τὸν ζωήν σοι παρέχοντα. Ἐγὼ ὡς ἐπεγνώσθην, παρεκλήθην. Δέδωκας πλουσιωτέραν τὴν δωρεάν. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν «ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν». Ἐπληθύνθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον δι' ὑμῶν τῶν λιτανευόντων ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, μᾶλλον δὲ σκεπάσαι τὰ γεννήματα. Καὶ βοᾷ πρὸ τῶν λόγων τὰ πράγματα. Τοιγαροῦν οἱ λαβόντες παρ' ἐμοῦ μεγάλα, κἂν μικρὰ τοῖς πένησι χαρίσασθε. Ἐγὼ τὰ μεγάλα χαρίζομαι, δίδου σὺ τὰ μικρὰ ἀπὸ τῶν μεγάλων, ὧν ἔλαβες παρ' ἐμοῦ· τὰ ἐμὰ ἐμοὶ δός· ἐγὼ τὴν χάριν λογίζομαι, κἀγὼ αὐτὰ ποιήσω μετὰ πολλῆς προσθήκης. Διὰ γὰρ τοῦτο ἐκάλεσά σε, φησί, καὶ ἑτέροις δοῦναι, ἵνα σὺ μᾶλλον ἀσφαλέστερα κατέχῃς· ὡς μὲν γὰρ αὐτὰ κατέχεις οὐδὲ οὕτως κατέχεις, ὅταν δὲ ἑτέροις δώσῃς δι' ἐμέ, τότε αὐτὰ ποιήσω μετὰ πάσης προσθήκης. Οὕτως ἡ φιλία τοῦ Θεοῦ πάντα ὑπερβαίνει. Δῶμεν τοίνυν τῷ