Ancient Greek · ~8 min
Pg 631
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Nolite thesaurizare vobis thesauros in terra[Sp.] 631
Not analysed yet
Θεῷ τῷ δεδωκότι. Ὁ γὰρ δοὺς ἡμῖν, μηδὲν λαβὼν παρ' ἡμῶν, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν αὐτὸν δώσει μειζόνως. Ἐγὼ τὸ αἷμα ἐξέχεα ὑπὲρ σοῦ· σὺ κἂν ἀργύριον δὸς ὑπὲρ ἐμοῦ μὴ κατὰ τὸν Ἰούδαν εἰς προδοσίαν ἀλλὰ τῷ πένητι διὰ φιλανθρωπίαν. Ἐγὼ Θεὸς ὢν ἄνθρωπος γέγονα διὰ σέ· σὺ τὸν ἄρτον χάρισαι διὰ σαυτὸν τῷ πένητι, οὐχ ἵνα πένητα θρέψῃς μόνον· ἀλλ' ἵνα κἀμὲ διὰ τοῦ πένητος θρέψῃς καὶ χορτάσῃς τὸν εἰπόντα· «ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν» καὶ «ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε». Οὕτω λέγει ὁ Θεὸς ὁ τῶν ὅλων Δεσπότης· «ὅτι σοὶ ἐγκαταλέλειπται ὁ πτωχός». Ὥσπερ ἂν παιδίῳ δώσῃ ἀργύριόν τις, μετὰ πάσης ἀσφαλείας κατέχειν ἐπιτάττει καὶ λαβὼν μετὰ πάσης σπουδῆς ἀσφαλίζεται, οὕτω θέλει ὁ Θεός· δός, φησί, τῷ δεομένῳ, παράδος εἰς τὸν ἀσφαλέστερον κόλπον τοῦ πένητος, ἵνα μή τις ἁρπάσῃ, δὸς εἰς τὸν ἄσυλον θησαυρόν, ἵνα μή τις ἀποκλέψῃ, σκόρπισον εἰς τὴν εὐθαλεστέραν γῆν, ἵνα ἑκατονταπλασίονα λήψεσαι. Καὶ ποῦ ὁ τόκος εἰπέ, φησίν, ὦ δέσποτα; ὁ τόκος, φησί, ζωὴν αἰώνιον κληρονομήσετε. Ἀλλὰ πάλιν λέγει τις τῶν ἀφρόνων· διδάσκαλε, τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν θησαυρῶν συλῆσαι δυνήσεται; τὰ κλεῖθρα κέκλεισται μετὰ πάσης ἀσφαλείας. Φύλακες παρίστανται πολλοὶ καὶ πιστοί, οἱ τὰς ἐμὰς πεπιστευμένοι παραθήκας. Πανταχόθεν ἠσφαλισάμην τοῖχον καὶ δῶμα· κλεῖθρα σιδηρᾶ καὶ φυλακὴ πολλή. Ὢ τῆς ἀπονοίας. ὁ ταλαίπωρος χρυσὸς ἐν δεσμωτηρίῳ κατάκειται, μηδὲν ἁμαρτήσας καὶ οὐδὲ φωτὸς ἀξιοῦται, ὁ πάσης ὕλης τιμιώτερος ὧν νομίζομεν. Ναὶ ἡ τιμὴ ἐν ἀτιμίᾳ μετὰ ἀξιοπίστου φυλακῆς. Καὶ τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν ἁρπάσαι δύναται, φησίν; ἀλλ' ἔλαθες ἑαυτὸν ὦ ἄνθρωπε φυλάττων ἀφυλάκτως τὸν χρυσόν, τὸν μηδέποτε πίστιν ἔχοντα. Πρόκειται γάρ, τοῖς πολλοῖς ἀπὸ τούτου πρὸς ἐκεῖνον ταχέως μεταβαίνων, πρόκειται τοῖς πολλοῖς . . . . . . καὶ ἄρχουσι καὶ συκοφάνταις καὶ ταῖς τῶν δυναστευόντων ἐπιβουλαῖς καὶ κλέπταις καὶ λῃσταῖς καὶ τοιχωρύκταις. Ἐπείγομαι καταλείπειν σε καὶ εἰς ἑτέρων χεῖρας μεταβαίνειν· πολλὰ γὰρ πηδᾷ ὁ χρυσὸς ὡς ἀκρὶς ἀπὸ τόπου εἰς τόπον, ἀπὸ τούτου εἰς ἐκεῖνον. Ὅταν δὲ διὰ