Ancient Greek · ~9 min
Pg 632
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Nolite thesaurizare vobis thesauros in terra[Sp.] 632
Not analysed yet
τούτων ἁπάντων μὴ δυνηθῇ σε καταλιπεῖν, τότε λοιπὸν ἀποθνήσκοντός σου οὐδέν σοι προσφέρει, οὐδὲ μέχρι τῶν τάφων συνέρχεται, ἀλλ' ἐπείγεται διὰ πολλοῦ χρόνου τὸ φῶς ἰδεῖν καὶ ταχέως εἰς τὰς ἑτέρων χεῖρας μεταπηδῆσαι. Διὰ τοῦτο καὶ ὁ προφήτης βοᾷ· «μὴ φοβοῦ ὅταν πλουτήσῃ ὁ ἄνθρωπος ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα». Ἀλλὰ καὶ φησὶν ὁ ἄνους· πλούσια γέγονε τὰ τέκνα μου· τί πρὸς σὲ ταλαίπωρε τὸν γυμνὸν καὶ πένητα ἀπερχόμενον; τί πρὸς σὲ τὸν ἀπαιτούμενον εὐθύνας ἐκεῖ ὑπὲρ τῶν ἐνταῦθα παρὰ σοῦ καταλειφθέντων; Διπλᾶς γὰρ ἀπαιτηθήσει τὰς εὐθύνας ἐκεῖ ὑπὲρ ὧν κακῶς ἐθησαύρισας καὶ ὑπὲρ ὧν ἀφορμὴν δέδωκας τοῖς σοῖς κληρονόμοις εἰς ἀσωτείας καὶ γοητείας καὶ πορνείας καὶ συνθήκας παρανόμους δαπανῆσαί σου τοὺς καμάτους. Διὰ τοῦτο καὶ ἡ Γραφὴ λέγει «τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν»· τισὶ δὲ καὶ ἐπακολουθοῦσι διὰ τῶν παρανόμων δαπανημάτων τῶν γινομένων ὑπὸ τῶν σῶν κληρονόμων. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ». Θέλεις μαθεῖν τούτου τὴν ἀσθένειαν καὶ τὴν ἰσχύν; πρόθες σεαυτῷ τοὺς θησαυροὺς ἐν μέσῳ καὶ κείμενος καὶ πυρέσσων καὶ κακῶς ἔσει περισφιγγόμενος πανταχόθεν καὶ πρὸς ἐκείνην τὴν ἀπαραίτητον ἀποδημίαν ἑλκόμενος. Καὶ πρόθες εἰς μέσον τὸν χρυσὸν καὶ εἰπέ· ὦ χρυσέ, ὁ ὀξὺς τοῖς ἀνθρώποις εἰς ἁμαρτίαν· πολλάκις ἐπιόρκησα διὰ σέ· πολλάκις ἐβλασφήμησα διὰ σέ· πολλάκις κινδύνους θαλάσσης ἐπέρασα διὰ σέ· τοὺς γεννήσαντας ἐξύβρισα διὰ σέ· τοὺς φίλους ἐμίσησα διὰ σέ· τοὺς ἀπὸ γένους ἀπεστράφην διὰ σέ· μυρίοις κακοῖς ὑπεύθυνος ἐγενόμην· διὰ σὲ ἁμαρτίας ἔχω· σὺ κἂν ἅπαξ μοι βοήθησον ἀντὶ τῶν πολλῶν μου κακῶν· κἂν ἅπαξ μοι εὐεργέτησον, κούφισόν μου τὸν πυρετόν, ἐλάφρυνόν μου τὴν νόσον, ἐξαγόρασόν μου τὸν θάνατον· ἐγὼ πεντήκοντα χρυσίνων ἄνθρωπον οἰκέτην ἠγόρασα. Σὺ πορεύθητι μετὰ μυρίων χρυσίνων ἢ καὶ ἄλλων τοσούτων καὶ ἄνεσίν μοι ὠνήσατε. Οὐ λέγω σοι θάνατον τὸν ἐμὸν ἐξαγόρασον, οὐδὲ γὰρ δύνασαι. Ἀλλὰ κἂν ὀλίγων ἡμερῶν προθεσμίαν μοι ζωῆς ὠνήσατε. Κἀκεῖνος πρὸς σὲ ἀποκρίνεται. Τί ἄνθρωπε πλανᾶσαι; οὐκ ἔμαθές μου τὴν ἰσχύν, ὅτι μόνον ἐνταῦθα δι' ὀλίγου χρόνου ταραχὴν ἔχω; οὐκ εἶδες πολλάκις τὸν σήμερον πλούσιον αὔριον πένητα; οὐκ εἶδες πολλάκις τὸν σήμερον δικαστὴν αὔριον δεσμώτην; Οὐκ εἶδες πολλάκις