Ancient Greek · ~19 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Propter fornicationes autem unusquisque suam uxorem habeat 1.1
Not analysed yet
Πρὸς τὰς τοῦ μέλιτος πηγὰς καὶ τήμερον ὑμᾶς χειραγωγῆσαι βούλομαι, μέλιτος οὐδέποτε κόρον ἔχοντος. Τοιαύτη γὰρ τῶν Παύλου ῥημάτων ἡ φύσις, καὶ πάντες δὲ, ὅσοι πληροῦσι τὰς ἑαυτῶν καρδίας ἐκ τῶν πηγῶν τούτων, διὰ τοῦ Πνεύματος τοῦ ἁγίου φθέγγονται· μᾶλλον δὲ καὶ μέλιτος ἀρετὴν ἀποκρύπτει πᾶσαν ἡ τῶν θείων ἡδονὴ λογίων. Καὶ τοῦτο δηλῶν ὁ Προφήτης ἔλεγεν, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Οὐ μέλιτος δέ ἐστιν ἡδίων μόνον, ἀλλὰ καὶ χρυσίου καὶ λίθου παντὸς τιμιωτέρα καὶ ἀργυρίου παντὸς καθαρωτέρα ἡ ἡδονὴ τῶν θείων λογίων. Τὰ λόγια γὰρ Κυρίου, φησὶ, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Διὰ τοῦτο καί τις σοφὸς ἔλεγεν· Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Ἐξ ἐκείνου μὲν γὰρ καὶ νόσος οὐκ οὖσα τίκτεται πολλάκις, ἀπὸ δὲ τούτων καὶ τὴν οὖσαν ἀῤῥωστίαν ἀποθέσθαι δυνάμεθα· καὶ τὸ μὲν μέλι κατὰ πέψιν διαφθείρεται, τὰ δὲ λόγια τὰ θεῖα, ὅταν πεφθῇ, τότε καὶ ἡδίω γίνεται καὶ χρησιμώτερα, αὐτοῖς τε τοῖς ἔχουσι, καὶ ἑτέροις πολλοῖς. Καὶ τραπέζης μέν τις αἰσθητῆς μετὰ δαψιλείας ἀπολαύων, εἶτα ἐκεῖθεν ἐρευγόμενος, ἀηδὴς τῷ κοινωνοῦντι γίνεται· ἀπὸ διδασκαλίας δέ τις ἐρευξάμενος πνευματικῆς, πολλῆς τῆς εὐωδίας μεταδίδωσι τῷ πλησίον. Ὁ γοῦν Δαυῒδ τοιαύτης συνεχῶς ἀπολαύων ἑστιάσεως ἔλεγεν, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἔστι γὰρ καὶ πονηρὸν λόγον ἐρεύξασθαι. Καὶ καθάπερ ἐπὶ τῆς αἰσθητῆς τραπέζης κατὰ τὴν φύσιν τῶν ἐδεσμάτων καὶ ἡ τῆς ἐρυγῆς ποιότης ἐκδίδοται· οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν ῥημάτων δυνάμεως, οἷάπερ ἂν σιτῶνται, τοιαῦτα καὶ ἐρεύγονται πολλοὶ τῶν ἀνθρώπων. Οἷον ἐὰν εἰς θέατρον ἀναβῇς καὶ πορνικῶν ᾀσμάτων ἀκούσῃς, τοιαῦτα καὶ ἐρεύξῃ πάντως εἰς τὸν πλησίον ῥήματα· ἂν δὲ εἰς τὴν ἐκκλησίαν ἐλθὼν, μετάσχῃς ἀκουσμάτων πνευματικῶν, τοιαύτας ἕξεις καὶ τὰς ἐρυγάς. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, τῆς τραπέζης, ἧς ἀεὶ μετεῖχε, τὴν βρῶσιν ἡμῖν ἐνδεικνύμενος. Τούτῳ καὶ ὁ Παῦλος πειθόμενος, παρῄνει λέγων· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τις ἀγαθός. Καὶ τίς ἐστιν ὁ σαπρὸς, φησίν; Ἐὰν μάθῃς τὸν ἀγαθὸν, τότε εἴσῃ καὶ τὸν σαπρόν· πρὸς γὰρ τὴν ἀντιδιαστολὴν ἐκείνου τοῦτον τέθεικε. Τίς οὖν ἐστιν ὁ ἀγαθὸς, οὐδὲν δεήσῃ παρ' ἐμοῦ μαθεῖν· αὐτὸς γὰρ ἡμῖν αὐτοῦ τὴν φύσιν ἡρμήνευσεν. Εἰπὼν γὰρ, Εἴ τις ἀγαθὸς, ἐπήγαγε, Πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας, δεικνὺς ὅτι οὗτός ἐστιν ἀγαθὸς ὁ τὸν πλησίον οἰκοδομῶν. Ὥσπερ οὖν ὁ οἰκοδομῶν, ἀγαθὸς, οὕτως ὁ καθαιρῶν, σαπρὸς καὶ φαῦλος. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, εἰ μὲν ἔχεις τι τοιοῦτον εἰπεῖν, ὃ δύναται βελτίω ποιῆσαι τὸν ἀκούοντα, μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· εἰ δὲ μηδὲν τοιοῦτον ἔχεις, ἀλλὰ πονηρὰ καὶ διεφθαρμένα ῥήματα, σίγησον, μὴ κατηγορήσῃς τοῦ πλησίον. Οὗτος γὰρ ὁ λόγος σαπρός ἐστιν, οὐκ οἰκοδομῶν τὸν ἀκούοντα, ἀλλὰ καὶ καταστρέφων. Ἄν τε γὰρ ἀρετῆς ἐπιμελῆται, πρὸς ἀπόνοιαν αἴρεται πολλάκις· ἄν τε ἠμελημένος ᾖ, ῥᾳθυμότερος γίνεται. Ἂν αἰσχρὸν μέλλῃς φθέγγεσθαι ῥῆμα καὶ γέλωτος γέμον, σίγησον. Καὶ γὰρ καὶ οὗτος ὁ λόγος σαπρός ἐστι, τόν τε λέγοντα τόν τε ἀκούοντα ἀσελγεστέρους ποιῶν, καὶ τὰς ἐν ἑκάστῳ πονηρὰς ἐπιθυμίας ἀνάπτων. Ὥσπερ οὖν τῷ πυρὶ τὰ ξύλα τροφὴ γίνεται καὶ ὕλη, οὕτω τοῖς πονηροῖς βουλεύμασι τὰ ῥήματα. Διὰ τοῦτο οὐ χρὴ πάντα, ἅπερ ἂν ἔχωμεν ἐν διανοίᾳ, φθέγγεσθαι πάντως· ἀλλὰ σπουδάζειν μὲν καὶ τῆς διανοίας αὐτῆς ἐξορίζειν τὰς πονηρὰς ἐπιθυμίας καὶ πᾶσαν αἰσχρὰν ἔννοιαν. Εἰ δέ ποτε λαθόντες παραδεξόμεθα ῥυπαροὺς λογισμοὺς, μηδέποτε διὰ τῆς γλώττης αὐτοὺς ἐκφέρωμεν, ἀλλ' ἀποπνίγωμεν αὐτοὺς διὰ τῆς σιγῆς. Καὶ γὰρ καὶ θηρία καὶ ἑρπετὰ εἰς λάκκον ἐμπίπτοντα, ἂν μὲν εὕρῃ τινὰ διέξοδον ἄνωθεν, ἀναβάντα ἀγριώτερα γίνεται· ἂν δὲ μένῃ κάτω διηνεκῶς συγκεκλεισμένα, πάντοθεν ἀπόλλυται ῥᾳδίως καὶ ἀφανίζεται· οὕτω δὴ καὶ τὰ πονηρὰ ἐνθυμήματα, ἂν μὲν εὕρῃ τινὰ διὰ τοῦ στόματος ἡμῶν καὶ τῶν ῥημάτων ἔξοδον, ἀνάπτει τὴν ἔνδον φλόγα· ἂν δὲ ἀποκλείσῃς αὐτὰ διὰ τῆς σιγῆς, ἀσθενέστερα γίνεται, καὶ καθάπερ λιμῷ τηκόμενα τῇ σιωπῇ, ταχέως ἐναποθνήσκει τῇ διανοίᾳ. Ὥστε κἂν ἐπιθυμήσῃς τινὰ αἰσχρὰν ἐπιθυμίαν, μὴ φθέγξῃ δὲ ῥῆμα αἰσχρὸν, κατέσβεσας καὶ τὴν ἐπιθυμίαν. Οὐκ ἔχεις διάνοιαν καθαράν; Κἂν στόμα ἔχε καθαρὸν, καὶ μὴ κενώσῃς ἔξω τὸν βόρβορον, ἵνα μὴ καὶ ἕτερον καὶ σαυτὸν καταβλάψῃς. Οὐ γὰρ τοῖς λέγουσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν αἰσχρὰ φθεγγομένων ἑτέρων πολλὴ προσγίνεται κηλίς. Διὰ τοῦτο παραινῶ καὶ συμβουλεύω, μὴ μόνον τοῦ λέγειν τὰ τοιαῦτα, ἀλλὰ καὶ λεγόντων ἑτέρων τοῦ ἀκούειν ἀπέχεσθαι, καὶ τῷ θείῳ προσηλῶσθαι νόμῳ διηνεκῶς. Τὸν γὰρ τοιοῦτον καὶ ὁ Προφήτης μακαρίζει, λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.