Ancient Greek · ~23 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Propter fornicationes autem unusquisque suam uxorem habeat 2.1
Not analysed yet
Ἐν μὲν οὖν τοῖς ἔξωθεν συλλόγοις, εἰ καί τι λεχθείη ποτὲ χρηστὸν, ἀλλ' ἐν πολλοῖς τοῖς φαύλοις μόλις ἓν ὑγιὲς οἱ πολλοὶ φθέγγονται· ἐπὶ δὲ τῶν θείων Γραφῶν τοὐναντίον ἅπαν· πονηρὸν μὲν οὐδένα οὐδέποτε ἀκούσῃ λόγον, πάντας δὲ σωτηρίας καὶ πολλῆς γέμοντας φιλοσοφίας· οἷα δὴ καὶ τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα. Τίνα δὲ ταῦτά ἐστι; Περὶ δὲ ὧν ἐγράψατέ μοι, φησὶ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Περὶ γάμων ὁ Παῦλος νομοθετεῖ, καὶ οὐκ αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ· καὶ μάλα εἰκότως. Εἰ γὰρ ὁ Δεσπότης αὐτοῦ γάμον ἐτίμησε, καὶ οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ τῇ παρουσίᾳ καὶ τῷ δώρῳ τὸ πρᾶγμα ἐκόσμησε (καὶ γὰρ καὶ δῶρα τῷ γάμῳ μείζονα ἁπάντων εἰσήνεγκε, τὴν τοῦ ὕδατος φύσιν εἰς οἶνον μεταβαλὼν), πῶς ὁ δοῦλος ἠρυθρίασεν ἂν περὶ γάμου νομοθετῶν; Οὐ γὰρ πονηρὸν ὁ γάμος πρᾶγμα, ἀλλὰ πονηρὸν ἡ μοιχεία, πονηρὸν ἡ πορνεία· γάμος δὲ πορνείας ἀναιρετικὸν φάρμακον. Μὴ τοίνυν αὐτὸν ἀτιμάζωμεν ταῖς διαβολικαῖς πομπαῖς· ἀλλ', ὅπερ ἐποίησαν οἱ ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ οἱ νῦν γυναῖκας λαμβάνοντες ποιείτωσαν, τὸν Χριστὸν ἐχέτωσαν μέσον. Καὶ πῶς δυνατὸν τοῦτο γενέσθαι, φησί; Δι' αὐτῶν τῶν ἱερέων· Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἂν τοίνυν τὸν διάβολον ἀπελάσῃς, ἂν τὰ πορνικὰ ᾄσματα, καὶ τὰ κεκλασμένα μέλη, καὶ τὰς ἀτάκτους χορείας, καὶ τὰ αἰσχρὰ ῥήματα, καὶ τὴν διαβολικὴν πομπὴν, καὶ τὸν θόρυβον, καὶ τὸν κεχυμένον γέλωτα καὶ τὴν λοιπὴν ἐξελάσῃς ἀσχημοσύνην, εἰσαγάγῃς δὲ τοὺς ἁγίους Χριστοῦ δούλους, καὶ ὁ Χριστὸς δι' αὐτῶν παρέσται πάντως μετὰ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν· Ὃς γὰρ ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστι. Καὶ οἶδα ὅτι βαρύς τισιν εἶναι δοκῶ καὶ φορτικὸς, ταῦτα παραινῶν καὶ παλαιὸν ἔθος ἐκκόπτων. Πλὴν ἀλλ' οὐδέν μοι τούτου μέλει· οὐ γὰρ τῆς χάριτος τῆς παρ' ὑμῶν, ἀλλὰ τῆς ὠφελείας δέομαι τῆς ὑμετέρας· οὐ τῶν κρότων καὶ τῶν ἐπαίνων, ἀλλὰ τοῦ κέρδους καὶ τῆς φιλοσοφίας. Μή μοι λεγέτω τις, ὅτι ἔθος ἐστίν· ὅπου ἁμαρτία τολμᾶται, ἔθους μὴ μνησθῇς· ἀλλ', εἰ μὲν πονηρὰ τὰ γινόμενα, κἂν παλαιὸν ἔθος ᾖ, κατάλυσον· ἂν δὲ μὴ πονηρὰ, κἂν συνήθεια μὴ ᾖ, εἰσάγαγε καὶ καταφύτευσον. Ὅτι δὲ οὐ παλαιὸν ἔθος ἦν τὸ τοιαῦτα ἀσχημονεῖν, ἀλλὰ καινοτομία τίς ἐστι τὰ γινόμενα, ἀναμνήσθητι πῶς ἔγημεν ὁ Ἰσαὰκ τὴν Ῥεβέκκαν, πῶς ὁ Ἰακὼβ τὴν Ῥαχήλ. Καὶ γὰρ τῶν γάμων αὐτῶν μέμνηται ἡ Γραφὴ, καὶ πῶς εἰς τὰς οἰκίας τῶν νυμφίων ἤχθησαν αὗται αἱ νύμφαι λέγει, καὶ οὐδενὸς τοιούτου μέμνηται· ἀλλὰ συμπόσιον μὲν καὶ δεῖπνον ἐποιήσαντο τοῦ συνήθους φαιδρότερον, καὶ τοὺς προσήκοντας ἐκάλεσαν εἰς τοὺς γάμους· αὐλοὶ δὲ, σύριγγες, καὶ κύμβαλα, καὶ τὰ οἰνώδη σκιρτήματα, καὶ ἡ λοιπὴ ἡ νῦν ἀσχημοσύνη πᾶσα ἐκποδὼν ἦν. Οἱ δὲ ἐφ' ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανόμους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αἰσχύνης γέμοντα ᾄσματα κατ' ἐκείνην ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην καὶ τοσαύτην ἀσχημοσύνην δι' αἰσχρῶν ῥημάτων δημοσίᾳ τὴν νύμφην πομπεύουσι. Πῶς οὖν αὐτὴν ἀπαιτεῖς σωφροσύνην, εἰπέ μοι, εἰς τοσαύτην ἀναίδειαν ἐκ πρώτης αὐτὴν παιδοτριβῶν τῆς ἡμέρας, καὶ παρασκευάζων ἐπ' ὄψεσιν αὐτῆς καὶ γίνεσθαι καὶ λέγεσθαι ταῦτα, ἃ μηδὲ σπουδαίοις ἀνδραπόδοις ἀκοῦσαι θέμις; Τοσοῦτον χρόνον ἐπόνεσεν ὁ πατὴρ μετὰ τῆς μητρὸς φυλάττων τὴν παρθένον, ὥστε μήτε εἰπεῖν, μήτε ἑτέρου ἀκοῦσαι λέγοντός τι τῶν τοιούτων ῥημάτων, καὶ θαλάμους, καὶ γυναικωνίτιδας, καὶ φύλακας, καὶ θύρας, καὶ μοχλοὺς, καὶ τὰς ἐν ἑσπέρᾳ προόδους, καὶ τὸ μηδενὶ φαίνεσθαι μηδὲ τῶν ἐπιτηδείων, καὶ πολλὰ ἕτερα πλείονα τούτων πραγματευόμενος, καὶ σὺ πάντα ἐκεῖνα ἐν μιᾷ ἐλθὼν ἐξέχεας ἡμέρᾳ, ἀναίσχυντον αὐτὴν παρασκευάζων γενέσθαι διὰ τῆς ἀτίμου πομπῆς ἐκείνης, καὶ διεφθαρμένα ῥήματα εἰς τὴν ψυχὴν εἰσάγων τῆς νύμφης; Οὐκ ἐντεῦθεν τὰ μετὰ ταῦτα κακά; οὐκ ἐντεῦθεν μοιχεῖαι καὶ ζηλοτυπίαι; οὐκ ἐντεῦθεν ἀπαιδίαι καὶ χηρεῖαι καὶ ὀρφανίαι ἄωροι; Ὅταν γὰρ τοὺς δαίμονας καλῇς διὰ τῶν ᾀσμάτων, ὅταν τὴν ἐκείνων ἐπιθυμίαν πληροῖς διὰ τῶν αἰσχρῶν ῥημάτων, ὅταν μίμους καὶ μαλακοὺς εἰς τὴν οἰκίαν εἰσάγῃς καὶ τὸ θέατρον ἅπαν, ὅταν πορνῶν ἐμπλήσῃς τὴν οἰκίαν, καὶ τῶν δαιμόνων ὁλόκληρον παρασκευάσῃς ἐκεῖ κωμᾶσαι τὸν χορὸν, τί προσδοκᾷς λοιπὸν ὑγιὲς, εἰπέ μοι; Τίνος δὲ ἕνεκεν καὶ ἱερέας εἰσάγεις, μέλλων τῇ ὑστεραίᾳ τοιαῦτα τελεῖν; Βούλει φιλοτιμίαν ἐπιδείξασθαι κέρδος ἔχουσαν; Κάλεσον χοροὺς πενήτων. Ἀλλ' αἰσχύνῃ πάντως, καὶ ἐρυθριᾷς; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον, ὅταν τὸν μὲν διάβολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζῃς αἰσχρὸν ποιεῖν, τὸν δὲ Χριστὸν μέλλων εἰσάγειν, ἐρυθριᾷς; Ὥσπερ γὰρ πενήτων εἰσιόντων ὁ Χριστὸς παραγίνεται, οὕτω μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει. Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τούτων τῶν ἀναλωμάτων πολύν τινα λήψῃ τὸν μισθὸν ταχέως. Ἀλλὰ οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο; Ἀλλὰ σὺ κατάρξαι σπούδασον καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συνηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι. Κἂν ζηλώσῃ τις, κἂν μιμήσηται τοῦτο τὸ ἔθος, πρὸς τοὺς ἐξετάζοντας ἕξουσι λέγειν οἱ ἔγγονοι καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγεν. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων, ἐν τοῖς συμποσίοις, οἱ πρὸς τὸ φιλοτιμότερον τὰς ἀνονήτους ταύτας λειτουργίας ἐξάγοντες, παρὰ πολλῶν ᾄδονται· πολλῷ μᾶλλον ἐπὶ τῆς λειτουργίας τῆς πνευματικῆς ἅπαντες ἐπαινέσονται, καὶ χάριν ὁμολογήσουσι τῷ πρώτῳ τὴν θαυμαστὴν ταύτην ἀρχὴν εἰσαγαγόντι, καὶ ἔσται τὸ αὐτὸ καὶ φιλοτιμία καὶ κέρδος. Καὶ γὰρ ὑφ' ἑτέρων τοῦτο κατορθούμενον, σοὶ, τῷ πρώτῳ φυτευσαμένῳ, τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν· τοῦτό σε καὶ πατέρα ποιήσει ταχέως, τοῦτο καὶ τῶν τικτομένων προστήσεται, καὶ τὸν νυμφίον τῇ νύμφῃ συγκαταγηράσαι παρασκευάσει. Ὥσπερ γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ συνεχῶς ὁ Θεὸς, λέγων, ὅτι Ἔσονται οἱ υἱοὶ ὑμῶν ὀρφανοὶ, καὶ αἱ γυναῖκες ὑμῶν χῆραι· οὕτω καὶ τοῖς ἐν ἅπασιν αὐτῷ πειθομένοις καὶ γῆρας λιπαρὸν καὶ πάντα μετὰ τούτων δώσειν ὑπισχνεῖται τὰ ἀγαθά.