Ancient Greek · ~22 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Propter fornicationes autem unusquisque suam uxorem habeat 5.1
Not analysed yet
Βούλει μαθεῖν ἀκριβῶς ὅσον ἐστὶ τὸ δεινόν; Ἐννόησον οἷον οἱ τὰς γυναῖκας ἑαυτῶν ὑποπτεύοντες ζῶσι βίον, πῶς ἀηδῆ τὰ σιτία, ἀηδῆ ποτά. Δηλητηρίων ἡ τράπεζα δοκεῖ γέμειν φαρμάκων· καὶ ὥσπερ ὄλεθρον, μυρίων γέμουσαν κακῶν, οὕτω φεύγουσι τὴν οἰκίαν. Οὐχ ὕπνος αὐτοῖς ἐστιν, οὐ νὺξ προσηνὴς, οὐ συνουσία φίλων, οὐκ αὐταὶ αἱ τοῦ ἡλίου ἀκτῖνες· ἀλλὰ καὶ παρ' αὐτοῦ τοῦ φωτὸς ἐνοχλεῖσθαι νομίζουσιν, οὐχ ὅταν ἴδωσι μοιχευομένην τὴν γυναῖκα μόνον, ἀλλὰ κἂν ἁπλῶς ὑποπτεύωσι. Ταῦτα νόμιζε καὶ τὴν γυναῖκα πάσχειν, ὅταν ἀκούσῃ παρ' ὁτουοῦν, ἢ καὶ ὑποπτεύσῃ, ὅτι πόρνῃ γυναικὶ σαυτὸν ἐξέδωκας. Ταῦτα λογιζόμενος, μὴ τὰς μοιχείας φεῦγε μόνον, ἀλλὰ καὶ τὰς ὑποψίας· κἂν ἀδίκως ὑποπτεύσῃ, θεράπευσον καὶ πεῖσον. Οὐ γὰρ ἐξ ἔχθρας ἢ ἀπονοίας, ἀλλ' ἀπὸ κηδεμονίας τοῦτο ποιεῖ, καὶ τοῦ σφόδρα δεδοικέναι περὶ τοῦ κτήματος τοῦ ἰδίου. Κτῆμα γὰρ αὐτῆς ἐστιν, ὥσπερ ἔφθην εἰπὼν, τὸ σῶμα τὸ σὸν, καὶ κτῆμα τῶν ὄντων ἁπάντων τιμιώτερον. Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν. Εἰ γὰρ ἐκείνης καταφρονήσεις, ἀλλὰ τὸν Θεὸν φοβήθητι, τὸν ἔκδικον τῶν τοιούτων, τὸν ἀφορήτους κολάσεις τοῖς τοιούτοις ἀπειλήσαντα ἁμαρτήμασι. Τῶν γὰρ τοιαῦτα τολμώντων, φησὶν, Ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Εἰ δὲ οὐ σφόδρα σε δάκνει τὰ μέλλοντα, τὰ γοῦν παρόντα σε φοβείτω. Πολλοὶ γοῦν τῶν πόρναις προσεχόντων καὶ ἐνταῦθα κακοὶ κακῶς ἀπώλοντο, περιεργίας ὑπομείναντες ὑπὸ τῶν πορνευομένων γυναικῶν. Φιλονεικοῦσαι γὰρ ἐκεῖναι τῆς μὲν συνοικούσης αὐτῷ καὶ κατεγγυηθείσης ἀποστῆσαι γυναικὸς, τῷ δὲ αὐτῶν ἔρωτι προσδῆσαι τέλεον, μαγγανείας ἐκίνησαν, καὶ φίλτρα κατεσκεύασαν, καὶ πολλὰς γοητείας ἔῤῥαψαν· εἶτα οὕτως εἰς ἀῤῥωστίαν αὐτὸν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι, καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς, ἀπήνεγκαν τῆς παρούσης ζωῆς. Εἰ μὴ φοβῇ τὴν γέενναν, ἄνθρωπε, τὰς γοητείας αὐτῶν φοβήθητι. Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα. Τίς γὰρ ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θηρίοις; Παρίημι τὴν τῶν χρημάτων ζημίαν, τὰς καθημερινὰς ὑποψίας, τὸν τῦφον, τὴν ἀπόνοιαν, τὴν ὕβριν τὴν παρὰ τῶν πορνῶν γινομένην εἰς τοὺς ἀνοήτους, ἃ θανάτων μυρίων ἐστὶ πικρότερα. Καὶ τὴν μὲν γυναῖκα πολλάκις οὐδὲ βαρὺ ῥῆμα εἰποῦσαν οὐκ ἤνεγκας, τὴν δὲ πόρνην καὶ ῥαπίζουσαν προσκυνεῖς. Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν; Πῶς δυνήσῃ εἰς ἐκκλησίαν εἰσελθεῖν, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι; ποίῳ στόματι καλέσαι τὸν Θεὸν, ᾧ τὴν πόρνην ἐφίλησας; Καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις, εἰπέ μοι, μή ποτε σκηπτὸς ἄνωθεν ἐνεχθεὶς καταφλέξῃ τὴν ἀναίσχυντόν σου κεφαλήν; Κἂν γὰρ τὴν γυναῖκα λάθῃς τὴν ἠδικημένην, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσῃ ποτέ· ἐπεὶ καὶ τῷ μοιχῷ ἐκείνῳ τῷ λέγοντι, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀντεφθέγξατο ὁ σοφὸς ἐκεῖνος, οὕτω λέγων· Ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι, βλέποντες εἰς τὰ ἔργα τῶν ἀνθρώπων. Διὰ τοῦτο δὴ πάντα ὁ Παῦλος ἔλεγεν· Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Ἰὸν ἔχει τῆς πόρνης τὸ φίλημα, ἰὸν λανθάνοντα καὶ ἐγκεκρυμμένον. Τί τοίνυν διώκεις ἡδονὴν κατάγνωσιν ἔχουσαν, ὄλεθρον τίκτουσαν, πληγὴν ἐπάγουσαν ἀνίατον, ἐξὸν εὐφραίνεσθαι καὶ μηδὲν πάσχειν δεινόν; Ἐπὶ γὰρ τῆς ἐλευθέρας γυναικὸς ὁμοῦ καὶ ἡδονὴ καὶ ἀσφάλεια καὶ ἄνεσις καὶ τιμὴ καὶ κόσμος καὶ συνειδὸς ἀγαθόν· ἐκεῖ δὲ πολλὴ μὲν ἡ πικρία, πολλὴ δὲ ἡ βλάβη, διηνεκὴς δὲ ἡ κατηγορία. Κἂν γὰρ μηδεὶς ἀνθρώπων ἴδῃ, τὸ συνειδὸς οὐδέποτε παύσεταί σου κατηγοροῦν· ἀλλ' ὅπουπερ ἂν ἀπέλθῃς, ἕψεται κατηγορῶν καὶ μεγάλα καταβοῶν, ὁ κατήγορος οὗτος. Ὥστε εἴ τις ἡδονὴν διώκει, οὗτος μάλιστα φευγέτω τὴν πρὸς τὰς πόρνας ὁμιλίαν. Οὐδὲν γὰρ ἐκείνης τῆς συνηθείας πικρότερον, οὐδὲν τῆς συνουσίας ἀηδέστερον, οὐδὲν τῶν τρόπων μιαρώτερον. Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ πηγὴ τοῦ ὕδατός σου σοὶ ἔστω πηγή. Πηγὴν ὕδατος ἔχων καθαρὰν, τί τρέχεις ἐπὶ λάκκον βορβόρου γέμοντα, γεέννης ὄζοντα, καὶ κολάσεως ἀφάτου; ποίαν ἕξεις ἀπολογίαν; τίνα συγγνώμην; Εἰ γὰρ οἱ πρὸ τοῦ γάμου πορνείᾳ προσέχοντες κολάζονται καὶ δίκην διδόασι, καθάπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, πολλῷ μᾶλλον οἱ μετὰ τὸν γάμον. Διπλοῦν γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλγειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μόνον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον. Ταῦτ' οὖν καὶ ἑαυτοῖς καὶ ταῖς γυναιξὶν ἐπᾴδοντες οὕτω διατελῶμεν· διὸ δὴ καὶ αὐτὸς εἰς ταῦτα καταλύσω τὰ ῥήματα· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Μετὰ ἀκριβείας ταῦτα φυλάξαντες τὰ ῥήματα, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐπὶ τῆς τραπέζης, καὶ ἐπὶ τῆς εὐνῆς, καὶ πανταχοῦ καὶ αὐτοὶ μελετῶμεν, καὶ τὰς γυναῖκας παιδεύωμεν, καὶ πρὸς ἡμᾶς λέγειν, καὶ παρ' ἡμῶν ἀκούειν, ἵνα σωφρόνως τὸν παρόντα ζήσαντες βίον, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.