Ancient Greek · ~22 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Propter fornicationes autem unusquisque suam uxorem habeat 4.1
Not analysed yet
Οὐκ ἀγνοοῦμεν γὰρ ὅτι πολλοὶ μοιχείαν νομίζουσιν, ὅταν τις ὕπανδρον φθείρῃ γυναῖκα μόνον· ἐγὼ δὲ κἂν δημοσίᾳ πόρνῃ, κἂν θεραπαινίδι, κἂν ἄλλῃ τινὶ γυναικὶ ἄνδρα οὐκ ἐχούσῃ πρόσχῃ κακῶς καὶ ἀκολάστως, ἔχων γυναῖκα, μοιχείαν τὸ τοιοῦτον εἶναί φημι. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῶν ὑβριζομένων, ἀλλὰ καὶ ἀπὸ τῶν ὑβριζόντων τὸ τῆς μοιχείας συνίσταται ἔγκλημα. Μὴ γάρ μοι τοὺς ἔξωθεν νόμους εἴπῃς νῦν, οἳ τὰς μὲν γυναῖκας μοιχευομένας εἰς δικαστήριον ἕλκουσι καὶ εὐθύνας ἀπαιτοῦσιν, ἄνδρας καὶ γυναῖκας ἔχοντας καὶ θεραπαινίσι προφθειρομένους οὐκ ἀπαιτοῦσιν εὐθύνας· ἀλλ' ἐγώ σοι τὸν τοῦ Θεοῦ νόμον ἀναγνώσομαι, ὁμοίως καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τοῦ ἀνδρὸς ἀγανακτοῦντα, καὶ μοιχείαν εἶναι τὸ πρᾶγμα λέγοντα. Εἰπὼν γὰρ, Καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ἐπήγαγε· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω. Τί ποτε δηλοῦν βουλόμενος τοῦτο εἶπεν; ἆρα ἵνα τὰς προσόδους αὐτῇ τῶν χρημάτων διατηρήσῃ; ἵνα τὴν προῖκα σώαν; ἵνα ἱμάτια παράσχῃ πολυτελῆ; ἵνα τράπεζαν δαψιλεστέραν, ἵνα ἐξόδους λαμπράς; ἵνα οἰκετῶν θεραπείαν πολλήν; Τί λέγεις; ποῖον εὐνοίας εἶδος ζητεῖς; καὶ γὰρ ταῦτα πάντα εὐνοίας ἐστίν. Οὐδέν τι τοιοῦτο λέγω, φησὶν, ἀλλὰ τὴν σωφροσύνην καὶ τὴν σεμνότητα. Τὸ σῶμα τοῦ ἀνδρὸς οὐκέτι τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικός. Τηρείτω τοίνυν αὐτῇ τὸ κτῆμα σῶον, καὶ μὴ μειούτω, μηδὲ παραφθειρέτω· καὶ γὰρ τῶν οἰκετῶν ἐκεῖνος εὔνους λέγεται, ὃς ἂν τὰ δεσποτικὰ δεξάμενος χρήματα, μηδὲν ἐξ αὐτῶν διαφθείρῃ. Ἐπειδὴ τοίνυν τῆς γυναικός ἐστι κτῆμα τὸ τοῦ ἀνδρὸς σῶμα, εὔνους ἔστω περὶ τὴν παρακαταθήκην ὁ ἀνήρ. Ὅτι γὰρ τοῦτό φησιν, εἰπὼν, Τὴν εὔνοιαν ἀποδιδότω, ἐπήγαγεν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Ὅταν τοίνυν ἴδῃς πόρνην δελεάζουσαν, ἐπιβουλεύουσαν, ἐρῶσαν τοῦ σώματος, εἰπὲ πρὸς αὐτήν· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα, τῆς γυναικός ἐστι τῆς ἐμῆς· οὐ τολμῶ καταχρήσασθαι, οὔτε ἑτέρᾳ τοῦτο ἐνδοῦναι γυναικί. Τοῦτο καὶ γυνὴ ποιείτω. Πολλὴ γὰρ ἐνταῦθα ἡ ἰσοτιμία· καίτοι γε ἐν τοῖς ἄλλοις πολλὴν δίδωσιν ὑπεροχὴν ὁ Παῦλος, οὕτω λέγων· Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν· ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ, Κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, καὶ, Ὀφείλει ἡ γυνὴ ὑποτάσσεσθαι τῷ ἀνδρί. Καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Πῶς οὖν ἐνταῦθα ἴσην ἀντίδοσιν δουλείας καὶ δεσποτείας εἰσήγαγε; Τὸ γὰρ εἰπεῖν, Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνὴ, ἰσότητά τινα πολλήν ἐστιν εἰσάγοντος. Καὶ καθάπερ ἐκεῖνος δεσπότης ἐστὶ τοῦ σώματος αὐτῆς, οὕτω καὶ αὕτη δέσποινα τοῦ ἐκείνου σώματος. Τίνος οὖν ἕνεκεν τοσαύτην ἰσοτιμίαν εἰσήγαγεν; Ὅτι ἐνταῦθα ἀναγκαία ἡ ὑπεροχή· ἔνθα δὲ σωφροσύνης καιρὸς καὶ σεμνότητος, οὐδὲν ἔχει πλέον τῆς γυναικὸς ὁ ἀνὴρ, ἀλλ' ὁμοίως ἐκείνῃ κολάζεται, τοὺς τοῦ γάμου παραφθείρας νόμους· καὶ μάλα εἰκότως. Οὐ γὰρ διὰ τοῦτο ἦλθεν ἡ γυνὴ πρὸς σὲ, καὶ πατέρα καὶ μητέρα ἐγκατέλιπε καὶ τὸν οἶκον ἅπαντα, ἵνα καθυβρίζηται, ἵνα θεραπαινίδιον εὐτελὲς ἐπεισάγῃς αὐτῇ, ἵνα μυρίους ποιῇς πολέμους, συνέμπορον ἔλαβες, καὶ κοινωνὸν τοῦ βίου, καὶ ἐλευθέραν, καὶ ὁμότιμον. Πῶς γὰρ οὐκ ἄτοπον τὴν προῖκα αὐτῆς ὑποδεχόμενον, πᾶσαν ἐπιδείκνυσθαι εὔνοιαν, καὶ μηδὲν αὐτῆς ἐλαττοῦν· ὃ δὲ τῆς προικός ἐστιν ἁπάσης τιμιώτερον, τὴν σωφροσύνην καὶ τὴν σεμνότητα καὶ τὸ σῶμα τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἐκείνης κτῆμα, διαφθείρειν τε καὶ μιαίνειν; Ἂν τὴν προῖκα μειώσῃς, τῷ κηδεστῇ δίδως λόγον· ἂν τὴν σωφροσύνην μειώσῃς, τῷ Θεῷ τὰς εὐθύνας ὑφέξεις, τῷ τὸν γάμον εἰσαγαγόντι, καὶ τὴν γυναῖκα ἐγχειρίσαντι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τῶν μοιχευόντων· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Ὁρᾷς δι' ὅσων ὁ λόγος ἀπέδειξεν ὅτι μοιχεία ἐστὶν, οὐ μόνον τὸ ὕπανδρον γυναῖκα διαφθείρειν, ἀλλὰ καὶ τὸ ἡντιναοῦν πόρνην, ἔχοντα γυναῖκα; Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα λέγομεν, κἂν εἰς οἰκέτην, κἂν εἰς ὁντιναοῦν ἁμάρτῃ, ἄνδρα ἔχουσαν· οὕτω καὶ ἄνδρα μοιχεύειν ἂν εἴποιμεν, κἂν εἰς θεραπαινίδα, κἂν εἰς ἡντιναοῦν δημώδη γυναῖκα ἀσελγαίνῃ, γυναῖκα ἔχων αὐτός. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ τῷ διαβόλῳ προτείνωμεν ἡμῶν τὴν ψυχὴν διὰ τῆς ἁμαρτίας ταύτης. Καὶ γὰρ ἐντεῦθεν αἱ μυρίαι τῶν οἴκων ἀνατροπαὶ, οἱ μυρίοι πόλεμοι· ἐντεῦθεν τὰ τῆς ἀγάπης ὑποῤῥεῖ, καὶ τὰ τῆς εὐνοίας ὑποσύρεται. Ὥσπερ γὰρ ἀμήχανον σώφρονα ἄνθρωπον ὑπεριδεῖν γυναικὸς καὶ καταφρονῆσαί ποτε· οὕτως ἀμήχανον ἄνθρωπον ἀσελγῆ καὶ ἀκόλαστον φιλεῖν τὴν γυναῖκα τὴν ἑαυτοῦ, κἂν ἁπάντων εὐμορφοτέρα ᾖ. Ἀπὸ γὰρ σωφροσύνης ἀγάπη τίκτεται, ἀπὸ δὲ ἀγάπης τὰ μυρία ἀγαθά. Λιθίνας τοίνυν νόμιζε τὰς λοιπὰς γυναῖκας, εἰδὼς ὅτι μετὰ γάμον, κἂν ἀκολάστοις ἴδῃς ὀφθαλμοῖς ἑτέραν γυναῖκα, κἂν δημοσίαν, κἂν ὕπανδρον, τοῖς τῶν μοιχῶν ἐγκλήμασιν ὑπεύθυνος γέγονας. Ταῦτα σεαυτῷ καθ' ἑκάστην ἔπᾳδε τὰ ῥήματα· κἂν ἴδῃς ἐπιθυμίαν ἄλλης γυναικὸς ἐγειρομένην ἐν σοὶ, εἶτα ἐκ τούτου σοι τὴν γυναῖκα ἀηδῆ φαινομένην, εἴσελθε εἰς τὸν θάλαμον, καὶ τὸ βιβλίον ἀναπτύξας τοῦτο, καὶ λαβὼν Παῦλον μεσίτην, καὶ συνεχῶς ἐπᾴδων ταῦτα τὰ ῥήματα, κατάσβεσον τὴν φλόγα. Καὶ οὕτω καὶ ἡ γυνὴ πάλιν ἔσται σοι ποθεινοτέρα, οὐδεμιᾶς ἐπιθυμίας τὴν πρὸς αὐτὴν εὔνοιαν ὑποσυρούσης· οὐχ ἡ γυνὴ δὲ ἔσται ποθεινοτέρα μόνον, ἀλλὰ καὶ σὺ σεμνότερος πολλῷ καὶ ἐλευθεριώτερος δόξεις εἶναι. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν αἰσχρότερον ἀνθρώπου μετὰ γάμον πορνεύοντος. Οὐ γὰρ δὴ μόνον τὸν κηδεμόνα καὶ τοὺς φίλους καὶ τοὺς ἀπαντῶντας, ἀλλὰ καὶ αὐτοὺς ἐρυθριᾷ τοὺς οἰκέτας. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ τὴν οἰκίαν αὐτὴν δεσμωτηρίου παντὸς ἀηδεστέραν ὄψεται, πρὸς τὴν ἐρωμένην βλέπων, καὶ τὴν πόρνην διηνεκῶς φανταζόμενος.