Ancient Greek
ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ Καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 2.1-2
Not analysed yet
Πλὴν ἀλλ' ἵνα μὴ δι' ἀπορίαν ἀπολογίας τοῦτο λέγειν ἡμᾶς νομίζωσιν, ἐπ' αὐτὴν ἴωμεν λοιπὸν τῶν ζητουμένων τὴν λύσιν. Τίς οὖν ἡ λύσις ἔσται; Ἐὰν ἴδωμεν, τίσι, καὶ πότε, καὶ διὰ τί ταῦτα ἐπέταττεν ὁ Χριστός. Οὐ γὰρ ἁπλῶς αὐτὰ καθ' ἑαυτὰ τὰ λεγόμενα ἐξετάζειν χρὴ, ἀλλὰ καὶ πρόσωπον, καὶ καιρὸν, καὶ αἰτίαν, καὶ πάντα ταῦτα μετὰ ἀκριβείας δεῖ ἐρευνᾶσθαι. Εὑρήσομεν γὰρ ἀκριβῶς σκοποῦντες, ὅτι οὐ πᾶσι ταῦτα ἐπετέτακτο, ἀλλὰ τοῖς ἀποστόλοις μόνοις, καὶ ἐκείνοις δὲ οὐ μέχρι παντὸς, ἀλλὰ μέχρι τινὸς διωρισμένου καιροῦ. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν εἰρημένων· καλέσας γὰρ τοὺς δώδεκα μαθητὰς, εἶπεν αὐτοῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε· δωρεὰν δότε· μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ὅρα Διδασκάλου σοφίαν, πῶς κοῦφον ἐποίησε τὸ ἐπίταγμα. Πρότερον γὰρ εἰπὼν, Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, καὶ τὴν παρ' αὐτοῦ χάριν δαψιλῆ δοὺς αὐτοῖς, τότε ταῦτα ἐπέταξε, τῇ τῶν σημείων περιουσίᾳ ῥᾳδίαν καὶ κούφην ποιῶν τὴν πενίαν ἐκείνην. Οὐκ ἐντεῦθεν δὲ μόνον δῆλον, ὅτι αὐτοῖς μόνοις ταῦτα ἐπετέτακτο, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν. Καὶ γὰρ τὰς παρθένους ἐκείνας διὰ τοῦτο ἐκόλασεν, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσιν αὐτῶν· καὶ ἑτέροις ἐγκαλεῖ, ὅτι πεινῶντα αὐτὸν εἶδον, καὶ οὐκ ἔθρεψαν, διψῶντα, καὶ οὐκ ἐπότισαν. Τὸν τοίνυν οὐκ ἔχοντα χαλκὸν, οὐδὲ ὑποδήματα, ἀλλ' ἓν ἱμάτιον μόνον, πῶς δυνατὸν ἦν ἕτερον διαθρέψαι, πῶς γυμνὸν περιβαλεῖν, πῶς ἄστεγον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν; Χωρὶς δὲ τούτων, καὶ ἑτέρωθεν αὐτὸ τοῦτο δῆλον ἔσται καὶ καταφανές. Προσελθόντος γάρ τινος καὶ εἰπόντος, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ἐπειδὴ τὰ τοῦ νόμου κατέλεξεν ἅπαντα, ὁ δὲ περιεργαζόμενος, ἔλεγε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι μοι ὑστερεῖ; λέγει πρὸς αὐτόν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Καίτοι εἰ νόμος καὶ πρόσταγμα ἦν, τοῦτο πρῶτον ἐξαρχῆς εἰπεῖν ἔδει, καὶ νομοθετῆσαι, καὶ ἐν προστάγματος τάξει θεῖναι, ἀλλὰ μὴ ἐν συμβουλῇ καὶ παραινέσει αὐτὸ εἰσηγήσασθαι. Ὅταν μὲν γὰρ λέγῃ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, ἐπιτάττων λέγει· ὅταν δὲ λέγῃ, Εἰ ἐθέλεις τέλειος εἶναι, συμβουλεύων καὶ παραινῶν λέγει. Οὐκ ἔστι δὲ ταὐτὸν συμβουλεύειν καὶ νομοθετεῖν. Ὁ μὲν γὰρ νομοθετῶν, ἐκ παντὸς τρόπου βούλεται τὸ ἐπιταττόμενον γίνεσθαι· ὁ δὲ συμβουλεύων καὶ παραινῶν καὶ τῇ γνώμῃ τοῦ ἀκούοντος ἐπιτρέπων τὴν αἵρεσιν τῶν λεγομένων, κύριον ποιεῖ τοῦ δέξασθαι καὶ μὴ τὸν ἀκροατήν. Διὰ δὴ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα μὴ νόμον εἶναι νομίσῃς τὸ λεγόμενον, ἀλλὰ πῶς; Εἰ ἐθέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἵνα μάθῃς ὅτι ἐν τῇ γνώμῃ τῶν ἀκουόντων τὸ πρᾶγμα κεῖται. Ὅτι μὲν οὖν τοῖς ἀποστόλοις ταῦτα ἐπετέτακτο μόνοις, δῆλον ἐντεῦθεν· ἀλλ' οὐδέπω τὴν λύσιν εὑρήκαμεν. Εἰ γὰρ καὶ αὐτοῖς τοῦτο νενομοθέτηται μόνοις, τίνος ἕνεκεν ἐπιταγέντες μηδὲ ὑποδήματα ἔχειν, μηδὲ διπλοῦν ἱμάτιον, εὑρίσκονται, ὁ μὲν σανδάλια κεκτημένος, ὁ δὲ καὶ φελόνην ἔχων; Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι οὔτε αὐτοὺς μέχρι παντὸς ἀφῆκεν ὑπὸ ταύτην εἶναι τῶν νόμων τὴν ἀνάγκην, ἀλλ' ἐπὶ τὸν σωτήριον ἰέναι μέλλων θάνατον, ἀπέλυσεν αὐτοὺς τῆς νομοθεσίας ταύτης. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἐπειδὴ γὰρ ἔμελλεν ἐπὶ τὸ πάθος ὁδεύειν, καλέσας αὐτούς φησιν· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πή ραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τοὺς μὲν ἀποστόλους διὰ τῶν εἰρημένων ἀπήλλαξας τῶν ἐγκλημάτων· τὸ δὲ ζητούμενόν ἐστιν εἰπεῖν, τίνος ἕνεκεν ἐναντία ὁ Χριστὸς ἐνομοθέτησε, ποτὲ μὲν λέγων, Μὴ κτήσησθε πήραν, ποτὲ δὲ λέγων, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν. Τίνος οὖν ἕνεκεν τοῦτο πεποίηκεν; Ἀξίως τῆς αὐτοῦ σοφίας καὶ προνοίας τῆς ὑπὲρ τῶν μαθητῶν. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ταῦτα ἐπέταξεν, ἵνα ἔργῳ καὶ πείρᾳ τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως λάβωσι, καὶ λαβόντες θαῤῥήσωσι λοιπὸν εἰς τὴν οἰκουμένην ἐξελθεῖν ἅπασαν. Ἐπειδὴ δὲ λοιπὸν ἱκανῶς ἔγνωσαν αὐτοῦ τὴν δύναμιν, ἐβούλετο καὶ αὐτοὺς οἴκοθεν τὴν αὐτῶν ἀρετὴν ἐπιδείξασθαι, καὶ μὴ μέχρι τέλους αὐτοὺς διαβαστάζεσθαι, ἀλλ' ἐνδιδόναι πολλαχοῦ καὶ συγχωρεῖν, καὶ πειρασμοὺς αὐτοὺς ὑπομένειν, ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι. Καὶ καθάπερ οἱ νήχεσθαι διδάσκοντες, παρὰ μὲν τὰς ἀρχὰς τὰς αὐτῶν ὑποτιθέντες χεῖρας μετὰ πολλῆς τῆς ἀκριβείας τοὺς μαθητὰς τοὺς ἑαυτῶν διαβαστάζουσι, μετὰ δὲ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν πολλαχοῦ τὴν δεξιὰν αὐτῶν ὑποσύραντες ἐκείνοις, κελεύουσιν ἑαυτοῖς βοηθεῖν, καί που καὶ μικρὸν βαπτίζεσθαι ἐπιτρέπουσι, καὶ πολλὴν τῷ στόματι δέχεσθαι τὴν ἅλμην· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τῶν μαθητῶν. Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις οὐ μικρὸν, οὐ μέγα αὐτοὺς ἀφῆκε παθεῖν, ἀλλὰ πανταχοῦ παρῆν τειχίζων αὐτοὺς, περιφράττων, πάντα μετὰ ἀφθονίας αὐτοῖς ἐπιῤῥεῖν παρασκευάζων· ἐπειδὴ δὲ ἔδει καὶ τὴν ἀνδρείαν αὐτοὺς ἐπιδείξασθαι τὴν αὐτῶν, συνέστειλεν ὀλίγῳ τὴν χάριν, ἐγκελευσάμενος αὐτοῖς πολλὰ καὶ δι' ἑαυτῶν ἀνύειν. Διά τοι τοῦτο, ὅτε μὲν οὐκ εἶχον ὑποδήματα, οὐδὲ ζώνην, οὐδὲ ῥάβδον, οὐδὲ χαλκὸν, οὐδενὸς ὑστερήθησαν· Μή τινος γὰρ, φησὶν, ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ἐπειδὴ δὲ αὐτοὺς ἐκέλευσε καὶ βαλάντιον ἔχειν, καὶ πήραν, καὶ ὑποδήματα, εὑρίσκονται καὶ πεινῶντες καὶ διψῶντες καὶ γυμνητεύοντες. Ὅθεν δῆλον, ὅτι πολλαχοῦ συνεχώρει καὶ παρακινδυνεύειν αὐτοὺς καὶ στενοχωρεῖσθαι, ἵνα τινὰ μισθὸν ἔχωσιν Οὕτω που καὶ οἱ ὄρνιθες τοῖς νεοττοῖς ποιοῦσι τοῖς ἑαυτῶν· καὶ γὰρ ἐκεῖνοι, ἕως μὲν τὰ πτερὰ ἁπαλὰ ἔχουσιν, ἐπὶ τῆς καλιᾶς καθήμενοι θάλπουσιν· ἐπειδὰν δὲ ἴδωσι πτεροφυήσαντας, καὶ δυναμένους τὸν ἀέρα τέμνειν, πρῶτον μὲν περὶ αὐτὴν τὴν καλιὰν ἵπτασθαι παρασκευάζουσιν, ἔπειτα δὲ καὶ ποῤῥωτέρω περιάγουσι, παρὰ μὲν τὴν ἀρχὴν ἑπόμεναι καὶ διαβαστάζουσαι, μετὰ δὲ ταῦτα αὐτοὺς ἑαυτοῖς ἀφιεῖσαι βοηθεῖν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καθάπερ ἐν καλιᾷ, τῇ Παλαιστίνῃ τρέφων τοὺς μαθητάς· ἐπειδὴ δὲ πέτεσθαι ἐδίδαξε παρὼν καὶ διαβαστάζων αὐτοὺς, τέλος ἀφῆκεν εἰς τὴν οἰκουμένην πτῆναι, κελεύσας καὶ ἑαυτοῖς πολλαχοῦ βοηθεῖν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ ἵνα τὴν δύναμιν αὐτοῦ μάθωσι, πάντων αὐτοὺς ἐγύμνωσε, καὶ μονοχίτωνας ἀπέστειλε, καὶ χωρὶς ὑποδημάτων ἐκέλευσε βαδίζειν, αὐτῆς οὖν τῆς ῥήσεως ἀκούσαντες σαφῶς εἰσόμεθα. Οὐ γὰρ ἁπλῶς εἶπεν αὐτοῖς· Ἄρατε βαλάντιον καὶ πήραν, ἀλλ' ἀνέμνησεν αὐτοὺς τῶν προτέρων, οὕτως εἰπών· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; τουτέστιν, Οὐ πάντα μετὰ ἀφθονίας ὑμῖν ἐπέῤῥει, καὶ πολλῆς ἀπελαύσατε δαψιλείας; ἀλλὰ νῦν βούλομαι ὑμᾶς καὶ δι' ἑαυτῶν ἀγωνίζεσθαι· βούλομαι ὑμᾶς καὶ πενίας πεῖραν λαβεῖν· διὰ τοῦτο λοιπὸν ἐπὶ τὴν ἀνάγκην οὐκ ἄγω τοῦ προτέρου νόμου, ἀλλ' ἐπιτρέπω καὶ βαλάντιον ἔχειν καὶ πήραν, ἵνα μὴ, καθάπερ δι' ἀψύχων ὀργάνων, ἐνεργεῖν τὰ καθ' ὑμᾶς νομίζωμαι, ἀλλὰ καὶ ὑμεῖς τὴν οἰκείαν ἔχητε ἐπιδείκνυσθαι φιλοσοφίαν.