Ancient Greek
ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ Καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Salutate Priscillam et Aquilam (sermones 1-2) 3.1-2
Not analysed yet
Καὶ τί, φησὶν, οὐκ ἂν μείζων ἐφάνη ἡ χάρις, εἰ διαπαντὸς οὕτως ἐτέλεσαν ὄντες; Ἀλλ' αὐτοὶ οὐκ ἐγένοντο οὕτω δόκιμοι· εἰ γὰρ μηδεμιᾶς ἔλαβον θλίψεως πεῖραν, μὴ πενίας, μὴ διωγμοῦ, μὴ στενοχωρίας, ἔμειναν ἂν ἀργοὶ καὶ νωθεῖς· νῦν δὲ οὐχὶ τὴν χάριν διαλάμψαι μόνον, ἀλλὰ καὶ τὴν τῶν ὑπακουόντων δοκιμὴν ἠθέλησεν ἐπιδειχθῆναι, ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι Οὐδὲν παρ' ἑαυτῶν εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο. Ἠδύνατο μὲν γὰρ αὐτοὺς ὁ Θεὸς μέχρι τέλους ἐν ἀφθονίᾳ καταστῆσαι τοσαύτῃ, ἀλλ' οὐκ ἠθέλησε διὰ πολλὰς καὶ ἀναγκαίας προφάσεις, ἃς πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην εἰρήκαμεν· μίαν μὲν δὴ ταύτην, ἑτέραν δὲ οὐκ ἐλάττονα ταύτης, ἵνα καὶ μετριάζειν εἰδῶσι· τρίτην δὲ, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα, καὶ πολλῷ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας ἀφεῖναι, ἀλλ' ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνης, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις, καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν. Ἐπειδὴ δὲ χρὴ καὶ τὸ προκείμενον ἀσαφὲς ὂν ποιῆσαι καταφανὲς, ἀναγκαῖον καὶ τοῦτο εἰπεῖν. Εἰπὼν γὰρ, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν, ἐπήγαγε· Καὶ ὁ μὴ ἔχων, πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Τί ποτε τοῦτό ἐστι; καθοπλίζει τοὺς μαθητὰς ὁ λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; ὁ κελεύων εὐλογεῖν τοὺς λοιδορουμένους, ἀνέχεσθαι τῶν ἐπηρεαζόντων, εὔχεσθαι ὑπὲρ τῶν διωκόντων, εἶτα καθοπλίζει, καὶ διὰ μαχαίρας μόνης; Καὶ ποῖον ἂν ἔχοι τοῦτο λόγον; Εἰ γὰρ ὅλως ἔδει καθοπλίσαι, οὐ μαχαίρας ἔδει κτήσασθαι μόνον, ἀλλὰ καὶ ἀσπίδα καὶ κράνος καὶ κνημῖδας. Ὅλως δὲ, εἴ γε ἀνθρωπίνως τὰ τοιαῦτα ἔμελλεν οἰκονομεῖν, πόσοις οὐκ ἦν τὸ ἐπίταγμα γέλως; Εἰ γὰρ μυρία τοιαῦτα ὅπλα ἐκτήσαντο πρὸς τοσαύτην ἔφοδον καὶ ἐπιβουλὴν δήμων, τυράννων, πόλεων, ἐθνῶν, τίνες ἔμελλον οἱ ἕνδεκα φανεῖσθαι; Φωνῆς γὰρ ἀκοῦσαι χρεμετίζοντος ἵππου δυνατὸν ἦν αὐτοῖς; πρὸς δὲ τὴν ὄψιν μόνην οὐκ ἂν κατεπλάγησαν τῶν στρατοπέδων, ἐν λίμναις καὶ ποταμοῖς καὶ ἀκατίοις τραφέντες μικροῖς; Τίνος οὖν ἕνεκεν τοῦτο λέγει; Τὴν ἔφοδον τῶν Ἰουδαίων ἐνδείξασθαι βουλόμενος, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν. Καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, δι' αἰνιγμάτων δὲ, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς. Ὥσπερ οὖν ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, οὐ τοῦτο ὑποπτεύεις, ὅτι κελεύει τοὺς στενωποὺς καὶ τὴν ἀγορὰν ἀφέντας ἐπὶ τῶν δωμάτων κηρύττειν· οὐδὲ γὰρ φαίνονται τοῦτο ποιήσαντες οἱ μαθηταί· ἀλλὰ τὸ, Ἐπὶ τῶν δωμάτων, καὶ τὸ, Ἐν τῷ φωτὶ, τὸ μετὰ παῤῥησίας αἰνίττεται· τὸ δὲ, Εἰς τὸ οὖς, καὶ τὸ, Ἐν τῇ σκοτίᾳ, τοῦτο δηλοῖ, ὅτι Ὅπερ ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ ἐν ἑνὶ χωρίῳ τῆς Παλαιστίνης ἠκούσατε, τοῦτο πανταχοῦ τῆς γῆς ἐξηχήσατε. Οὐ γὰρ δὴ ἐν σκοτίᾳ, οὐδὲ εἰς τὸ οὖς διελέγετο αὐτοῖς, ἀλλ' ἐφ' ὑψηλῶν τῶν ὀρέων, καὶ ἐν ταῖς συναγωγαῖς πολλάκις. Οὕτω καὶ ἐνταῦθα ὑποληπτέον. Ὥσπερ οὖν ἐκεῖ δώματα ἀκούοντες, ἑτέρως ἐνοήσαμεν, οὕτω καὶ ἐνταῦθα μαχαίρας ἀκούοντες, μὴ τοῦτο νομίσωμεν, ὅτι ἐπέταξε μαχαίρας κεκτῆσθαι, ἀλλ' ὅτι διὰ τῶν μαχαιρῶν τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων, ἅπερ ἔπαθε. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ, Ἀγοράσει μάχαιραν, ἐπήγαγε· Δεῖ γὰρ τὰ γεγραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι ἐν τοῖς ἀνόμοις ἐλογίσθην. Εἰπόντων δὲ ἐκείνων, ὅτι Εἰσὶν ὧδε δύο μάχαιραι, καὶ τὸ λεχθὲν μὴ συνιέντων, φησὶν, Ἱκανόν ἐστι Καίτοι γε οὐκ ἦν ἱκανόν· εἰ μὲν γὰρ ἀνθρωπίνῃ βοηθείᾳ κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐ μόνον δύο καὶ τρεῖς, ἀλλ' οὐδὲ ἑκατὸν ἦσαν ἱκαναὶ μάχαιραι· εἰ δὲ οὐκ ἐβούλετο ἀνθρωπίνῃ βοηθείᾳ αὐτοὺς κεχρῆσθαι, καὶ αἱ δύο περιτταί. Ἀλλ' ὅμως οὐκ ἐξεκάλυψε τὸ αἴνιγμα· καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν· ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπόν· ὅπερ οὖν καὶ ἀλλαχοῦ ἐποίησε. Καὶ γὰρ περὶ τῆς ἀναστάσεως αὐτοῦ διαλεγόμενος, οὕτω πως ἔλεγε· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ ὅμως οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸ λεγόμενον· καὶ ὅτι οὐκ ᾔδεισαν, ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, λέγων· Ὅτε δὲ ἀνέστη ὁ Ἰησοῦς, τότε ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ τῇ Γραφῆ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐδὲ γὰρ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.