Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus 4.1
Not analysed yet
Τάχα ἀλγοῦσι πολλοὶ τῶν ταῦτα ἀκουόντων. Ἀλλ' οὐχ οὕτως οἱ ῥᾳθυμοῦντες ἴσασιν· εἰ γὰρ, ἂν ἀπέθεντο τὴν ὀλιγωρίαν, ὡς ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τὰ ὑμέτερα μεριμνῶντες. Τί τοσοῦτον κερδαίνεις ἐκ τῶν ἔξωθεν πραγμάτων, ὅσον ζημιοῖς ἑαυτόν; Οὐκ ἔστιν ἐξ ἑτέρας συνάξεως ἢ συνόδου τοσοῦτον κέρδος λαβόντας ἀπελθεῖν, ὅσον ἀπὸ τῆς ἐνταῦθα διατριβῆς· κἂν δικαστήριον λέγῃς, κἂν βουλευτήριον, κἂν αὐτὰ τὰ βασίλεια. Οὐ γὰρ οἰκονομίαν τῶν ἐθνῶν καὶ πόλεων, οὐδὲ στρατοπέδων ἐπιστασίαν τοῖς ἐνταῦθα εἰσιοῦσιν ἐγχειρίζομεν, ἀλλ' ἑτέραν ἀρχὴν καὶ αὐτῆς τῆς βασιλείας σεμνοτέραν· μᾶλλον δὲ οὐχ ἡμεῖς ἐγχειρίζομεν, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις. Τίς οὖν ἐστιν ἡ ἀρχὴ ἡ τῆς βασιλείας σεμνοτέρα, ἢν οἱ ἐνταῦθα εἰσιόντες λαμβάνουσι; Παιδεύονται τῶν ἀτόπων κρατεῖν, βασιλεύειν ἐπιθυμίας πονηρᾶς, ἄρχειν ὀργῆς ἀποτάσσειν φθόνον, δουλοῦσθαι κενοδοξίαν. Οὐκ ἔστιν οὕτω βασιλεὺς σεμνὸς, ὁ ἐπὶ τοῦ θρόνου καθήμενος τοῦ βασιλικοῦ, καὶ διάδημα περικείμενος, ὡς ἄνθρωπος τὸν ὀρθὸν ἐν ἑαυτῷ λογισμὸν ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς τῶν δουλοπρεπῶν παθῶν ἀναβιβάσας, καὶ τῇ κατ' ἐκείνων δεσποτείᾳ, καθάπερ τινὶ διαδήματι λαμπρῷ, τὴν κεφαλὴν ἀναδήσας. Τί γὰρ ὄφελος ἁλουργίδος, εἰπέ μοι, καὶ χρυσῶν ἱματίων καὶ διαλίθου στεφάνου, ὅταν ἡ ψυχὴ τῶν παθῶν αἰχμάλωτος ᾖ; τί κέρδος ἐκ τῆς ἔξωθεν ἐλευθερίας, ὅταν κυριώτερον ἐν ἡμῖν δουλαγωγῆται αἰσχρῶς καὶ ἐλεεινῶς; Ὥσπερ γὰρ πυρετοῦ πρὸς τὸ βάθος καταδυομένου, καὶ τὰ ἔνδον ἅπαντα καταφλέγοντος, οὐδὲν ὄφελος ἐκ τῆς ἄνωθεν ἐπιφανείας τοῦ σώματος, ἂν μηδὲν πάσχῃ τοιοῦτον· οὕτως, τῆς ψυχῆς ἡμῖν ὑπὸ τῶν ἔνδον παθῶν παρασυρομένης, οὐδὲ ὄφελος τῆς ἔξωθεν ἀρχῆς, οὐδὲ τῆς καθέδρας τῆς βασιλικῆς, ὅταν ὁ νοῦς μετὰ πολλῆς τυραννίδος ἀπὸ τοῦ θρόνου τῆς βασιλείας ὑπὸ τῶν παθῶν καταστρέφηται, καὶ ὑποκύπτῃ καὶ τρέμῃ τὰς ἐπαναστάσεις αὐτῶν. Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες ἡμῶν τὰ πάθη, καὶ τῆς ἐν ἡμῖν ἀλογίας τὴν θηριωδίαν πᾶσαν ἐκβάλλοντες, καὶ τὴν πολλῷ τῆς βασιλείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες. Διὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγὴν, ζημίαν ὑπομένοντες, ὅσην οὐδαμόθεν ἄλλοθεν· ἐπειδὴ καὶ κέρδη κερδαίνουσιν ἐνταῦθα ἐρχόμενοι, ὅσα οὐδαμόθεν ἑτέρωθεν κερδᾶναι δύναιντ' ἄν· ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξεν. Οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου κενὸς, ὁ νόμος ἔλεγε· τουτέστι, χωρὶς θυσιῶν μὴ εἰσέλθῃς. Εἰ δὲ χωρὶς θυσιῶν οὐ δεῖ εἰσιέναι εἰς οἶκον Θεοῦ, πολλῷ μᾶλλον εἰς συνάξεις μετὰ ἀδελφῶν χρή· βελτίων γὰρ ἐκείνης αὕτη ἡ θυσία καὶ ἡ προσφορὰ, ὅταν ψυχὴν μετὰ σαυτοῦ λαβὼν εἰσέλθῃς, Οὐχ ὁρᾶτε τὰς περιστερὰς τὰς μεμελετηκυίας, πῶς ἐξιοῦσαι θηρεύουσιν ἑτέρας; Τοῦτο καὶ ἡμεῖς ποιῶμεν. Ποία γὰρ ἔσται σκῆψις, ὅταν τῶν ἀλόγων τὸ ὁμόφυλον ζῶον δυναμένων θηρεύειν, ἡμεῖς οἱ λόγῳ τιμηθέντες καὶ σοφίᾳ τοσαύτῃ, τῆς τοιαύτης ἄγρας ὑπερορῶμεν; Παρῄνεσα τῇ προτέρᾳ διαλέξει λέγων· Ἕκαστος ὑμῶν εἰς τὰς οἰκίας ἀπαντήσατε τῶν πλησίον, ἀναμείνατε ἐξελθόντας, κατάσχετε, καὶ ἐπαναγάγετε πρὸς τὴν κοινὴν μητέρα· καὶ τοὺς θεατρομανοῦντας μιμήσασθε, οἳ μετὰ πάσης σπουδῆς ἀλλήλοις συνταξάμενοι, οὕτως ὑπὸ τὴν ἕω πρὸς τὴν παράνομον ἀναμένουσι θέαν ἐκείνην. Ἀλλ' οὐδὲν πλέον ἡμῖν γέγονεν ἀπὸ τῆς παραινέσεως ἐκείνης. Διὰ τοῦτο πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν πείσω. Οὐδὲν ὠφελεῖ ἀκρόασις, ἐὰν μὴ πρᾶξις αὐτῇ παρῇ. Βαρυτέραν οὖν ἡμῖν ποιεῖ τὴν τιμωρίαν, ὅταν συνεχῶς τῶν αὐτῶν ἀκούοντες. μηδὲν τῶν λεγομένων ποιῶμεν. Καὶ ὅτι βαρυτέρα ἡ κόλασίς ἐστιν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας· καὶ ὁ Ἀπόστολος δὲ, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ πρὸς τοὺς μὲν ἀκούοντάς φησι ταῦτα· βουλόμενος δὲ καὶ τὸν λέγοντα παιδεῦσαι, ὅτι οὐδὲ ἐκείνῳ κέρδος ἔσται τι πλέον ἀπὸ τῆς διδασκαλίας, ὅταν μὴ πολιτείαν ἔχῃ τῇ διδασκαλίᾳ συνεζευγμένην, καὶ συμβαίνοντα τῷ λόγῳ τὸν βίον, ἄκουσον πῶς καὶ ὁ Ἀπόστολος πρὸς αὐτὸν ἀποτείνεται, καὶ ὁ Προφήτης. Ὁ μὲν γάρ φησι· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου, σὺ δὲ ἐμίσησας παιδείαν; Ὁ δὲ Ἀπόστολος πρὸς αὐτοὺς τούτους πάλιν ἀποτεινόμενος, τοὺς ἐπὶ τῇ διδασκαλίᾳ μέγα φρονοῦντας, οὕτω πως φησί· Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων· ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐπεὶ οὖν οὔτε ἐμὲ τὸν λέγοντα τὸ λέγειν, οὔτε ὑμᾶς τοὺς ἀκούοντας τὸ ἀκούειν ἄνευ τοῦ πείθεσθαι τοῖς λεγομένοις ὠφελῆσαι δύναιτ' ἂν, ἀλλὰ καὶ καταδικάζει πλέον, μὴ μέχρι τῆς ἀκροάσεως τὴν σπουδὴν ἐπιδειξώμεθα, ἀλλ' ἐπὶ τῶν ἔργων φυλάττωμεν τὰ λεγόμενα. Καλὸν μὲν γὰρ τὸ διηνεκῶς ἐνδιατρίβειν θείων ἀκροάσει λογίων· ἀλλὰ τὸ καλὸν τοῦτο ἄχρηστον γίνεται, ὅταν τὴν ἐκ τῆς ὑπακοῆς ὠφέλειαν μὴ ἔχῃ συνεζευγμένην. Ἵνα οὖν μὴ μάτην ἐνταῦθα συλλέγησθε, μετὰ πάσης σπουδῆς, ὃ πολλάκις ὑμῶν ἐδεήθην, καὶ δεόμενος οὐ παύσομαι, τοὺς ἀδελφοὺς ἡμῖν ἐπισπάσασθε, τοὺς πλανωμένους παραινέσατε, συμβουλεύσατε μὴ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ. Μείζων αὕτη ἡ διδασκαλία ἡ διὰ τῶν τρόπων, ἡ διὰ τῆς πολιτείας. Κἂν μηδὲν εἴπῃς, ἐξέλθῃς δὲ ἀπὸ συνάξεως, διὰ τοῦ σχήματος, καὶ τοῦ βλέμματος, καὶ τῆς φωνῆς, καὶ τῆς βαδίσεως, καὶ τῆς ἄλλης ἁπάσης καταστολῆς ἐμφαίνων τοῖς ἀπολειφθεῖσιν ἀνθρώποις τὸ κέρδος, ὅπερ ἐντεῦθεν ἐξῆλθες λαβὼν, ἀρκεῖ τοῦτο εἰς παραίνεσιν καὶ συμβουλήν. Οὕτω γὰρ ἡμᾶς ἐντεῦθεν ἐξιέναι δεῖ, ὥσπερ ἐξ ἱερῶν ἀδύτων, ὥσπερ ἐξ αὐτῶν καταβάντας τῶν οὐρανῶν, γενομένους κατεσταλμένους, φιλοσοφοῦντας, ῥυθμῷ πάντα καὶ ποιοῦντας καὶ λέγοντας· καὶ γυνὴ τὸν ἄνδρα ὁρῶσα ἀπὸ συνάξεως ἀναχωροῦντα, καὶ τὸν υἱὸν πατὴρ, καὶ τὸν πατέρα ὁ παῖς, καὶ τὸν δεσπότην ἡ δοῦλος, καὶ τὸν φίλον ὁ φίλος, καὶ τὸν ἐχθρὸν ὁ ἐχθρὸς, λαμβανέτωσαν ἅπαντες αἴσθησιν τῆς ἐνταῦθα γενομένης ἡμῖν ὠφελείας· λήψονται δὲ, ἂν πραοτέρων, ἂν φιλοσοφωτέρων, ἂν εὐλαβεστέρων ὑμῶν γεγενημένων αἰσθάνωνται. Ἐννόησον οἵας ἀπολαύεις μυσταγωγίας ὁ μεμυημένος σὺ, μετὰ τίνων ἀναπέμπεις τὸ μυστικὸν μέλος ἐκεῖνο, μετὰ τίνων βοᾷς τὸ, Τρισάγιος. Δίδαξον τοὺς ἔξωθεν, ὅτι μετὰ τῶν σεραφὶμ ἐχόρευσας, ὅτι εἰς τὸν δῆμον τὸν ἄνω τελεῖς, ὅτι εἰς τὸν χορὸν ἐνεγράφης τὸν τῶν ἀγγέλων, ὅτι τῷ Δεσπότῃ διελέχθης, ὅτι τῷ Χριστῷ συνεγένου. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἐξελθόντες δεησόμεθα λόγου πρὸς τοὺς ἀπολειφθέντας· ἀλλ' ἀπὸ τῆς ἡμετέρας ὠφελείας, τῆς οἰκείας αἰσθήσονται ζημίας, καὶ δραμοῦνται ταχέως, ὥστε τῶν αὐτῶν ἀπολαῦσαι. Τὸ γὰρ κάλλος ὑμῶν τῆς ψυχῆς διὰ τῶν αἰσθήσεων αὐτῶν ἀπολάμπον ὁρῶντες, κἂν ἁπάντων ὦσι νωθρότεροι, εἰς ἔρωτα τῆς εὐπρεπείας ἐμπεσοῦνται τῆς ὑμετέρας. Εἰ γὰρ σώματος κάλλος ἀναπτεροῖ τοὺς ὁρῶντας, πολλῷ μᾶλλον εὐμορφία ψυχῆς διεγείραι δύναιτ' ἂν τὸν θεατὴν, καὶ πρὸς τὸν ἴσον παρακαλέσαι ζῆλον. Καλλωπίσωμεν τοίνυν ἡμῶν τὸν ἔσω ἄνθρωπον, καὶ τῶν ἐνταῦθα λεγομένων ἔξω μνημονεύωμεν· ἐκεῖ γὰρ αὐτῶν μάλιστα τῆς μνήμης ὁ καιρός· καὶ καθάπερ ἀθλητὴς, ἅπερ ἂν ἐπὶ τῆς παλαίστρας μανθάνῃ, ταῦτα ἐπὶ τῶν ἀγώνων ἐπιδείκνυται· οὕτω δὴ καὶ ἡμᾶς, ἅπερ ἂν ἐνταῦθα ἀκούωμεν, ταῦτα ἐπὶ τῶν ἔξωθεν πραγμάτων ἐπιδείκνυσθαι χρή.