Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus 5.1
Not analysed yet
Μνημόνευσον τοίνυν τῶν ἐνταῦθα λεγομένων, ἵν', ὅτε ἐξέλθῃς, καὶ ἐπιλάβηταί σου ὁ διάβολος, ἢ δι' ὀργῆς, ἢ διὰ κενοδοξίας, ἢ δι' ἄλλου τινὸς πάθους, ἀναμνησθεὶς τῆς ἐνταῦθα διδασκαλίας, δυνηθῇς ῥᾳδίως ἀποδύσασθαι τὰ ἅμματα τοῦ πονηροῦ. Οὐχ ὁρᾶτε ἐν τοῖς σκάμμασι τοὺς παιδοτρίβας, οἳ μετὰ μυρίους ἄθλους ἀτέλειαν λοιπὸν τῶν παλαισμάτων ἀπὸ τῆς ἡλικίας λαβόντες, ἔξω τῶν σκαμμάτων καθήμενοι παρὰ τὴν κόνιν αὐτὴν, τοῖς ἔνδον οὖσι καὶ παλαίουσιν ὑποφωνοῦσιν, ὥστε χεῖρα κατασχεῖν, ὥστε σκέλος ἑλκύσαι, ὥστε λαβεῖν μετὰ τὰ νῶτα, καὶ ἕτερα πολλὰ τοιαῦτα λέγοντες, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, ἐκτενεῖς ῥᾳδίως τὸν ἀνταγωνιστὴν, τὰ μέγιστα συντελοῦσι τοῖς μαθηταῖς; Καὶ σὺ τὸν παιδοτρίβην τὸν σὸν ὅρα, τὸν μακάριον Παῦλον, ὃς μετὰ μυρίους στεφάνους ἔξω τοῦ σκάμματος καθήμενος νῦν, τῆς παρούσης λέγω ζωῆς, τοῖς παλαίουσιν ἡμῖν ὑποφωνεῖ, καὶ βοᾷ διὰ τῶν Ἐπιστολῶν, ὅταν ἴδῃ κατασχεθέντας ὑπὸ ὀργῆς καὶ ὑπὸ μνησικακίας, καὶ ἀποπνιγομένους ὑπὸ τοῦ πάθους, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν. Καὶ καθάπερ ὁ παιδοτρίβης λέγει, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, περιέσῃ τοῦ ἀνταγωνιστοῦ, οὕτω καὶ οὗτος προστίθησι· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἀλλὰ γὰρ μεταξὺ τούτου τοῦ ἀναγινώσκειν με τὸν νόμον, ἐπῆλθε τὸ δοκοῦν φύεσθαι ζήτημα ἐξ αὐτοῦ, καὶ πολλοῖς παρέχειν κατὰ τοῦ Παύλου λαβὴν, ὅπερ προθεῖναι τήμερον εἰς μέσον ὑμῖν. Τί ποτ' οὖν ἐστι τὸ ὑφορμοῦν ταῖς διανοίαις τῶν μὴ μετὰ ἀκριβείας ἅπαντα ἐξετάζειν βουλομένων; Ἀπάγων ὀργῆς ὁ Παῦλος, φησὶ, καὶ πείθων ἐπιεικεῖς εἶναι καὶ μετρίους τοῖς πέλας, μᾶλλον αὐτοὺς ἐξεθηρίωσε, καὶ πρὸς θυμὸν ἐπῆρε. Τὸ μὲν γὰρ εἰπεῖν, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτὸν, καλὸν ἐπίταγμα καὶ φιλοσοφίας γέμον, καὶ τῷ ποιοῦντι καὶ τῷ πάσχοντι χρήσιμον· τὸ δὲ ἐντεῦθεν λοιπὸν πολλὴν ἔχει τὴν ἀπορίαν, καὶ δοκεῖ μὴ συμβαίνειν τῇ γνώμῃ τοῦ τὰ πρότερα εἰρηκότος. Ποῖον δὲ τοῦτο; Τὸ λέγειν, ὅτι Ποιῶν τοῦτο, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Διὰ γὰρ τούτων τῶν ῥημάτων καὶ τὸν ποιοῦντα καὶ τὸν πάσχοντα ἠδίκησε· τοῦ μὲν τὴν κεφαλὴν ἀνάψας, καὶ πυρὸς ἄνθρακας ἐπιθείς. Τί γὰρ τοσοῦτον ἀπὸ τοῦ ψωμίζεσθαι καὶ ποτίζεσθαι γένοιτ' ἂν ἀγαθὸν, ὅσον κακὸν ἀπὸ τῆς τῶν ἀνθράκων σωρείας; Τὸν μὲν οὖν εὖ πάσχοντα, φησὶν, οὕτως ἠδίκησεν, εἰς μείζονα ἐμβαλὼν τιμωρίαν, τὸν δὲ εὖ ποιοῦντα πάλιν ἑτέρως κατέβλαψε. Τί γὰρ καὶ οὗτος τῆς ἀπὸ τῶν ἐχθρῶν εὐεργεσίας κερδᾶναι δύναται, ὅταν ἐλπίδι τῆς τιμωρίας αὐτὸ ποιῇ; Ὁ γὰρ διὰ τοῦτο τρέφων καὶ ποτίζων τὸν ἐχθρὸν, ἵνα ἄνθρακας σωρεύσῃ πυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, οὐχὶ φιλάνθρωπος καὶ χρηστὸς, ἀλλ' ὠμὸς καὶ ἀπηνὴς γένοιτ' ἂν, διὰ μικρᾶς εὐεργεσίας ἄφατον ἐμβαλὼν κόλασιν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον τοῦ διὰ τοῦτο τρέφοντος, ἵνα σωρεύσῃ πυρὸς ἄνθρακας ἐπὶ τὴν τοῦ τρεφομένου κεφαλήν; Ἡ μὲν οὖν ἀντίθεσις αὕτη· δεῖ δὲ λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν, ἵνα δι' αὐτῶν τούτων τῶν δοκούντων ἐπιλαμβάνεσθαι τῶν τοῦ νόμου γραμμάτων ἴδῃς ἀκριβῶς τοῦ νομοθέτου τὴν σοφίαν ἅπασαν. Τίς οὖν ἐστιν ἡ λύσις; Συνεῖδε τοῦτο καλῶς ὁ μέγας καὶ γενναῖος ἀνὴρ ἐκεῖνος, ὅτι βαρὺ καὶ χαλεπὸν πρᾶγμα, ἐχθρῷ καταλλαγῆναι ταχέως· βαρὺ δὲ καὶ χαλεπὸν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Αὐτὸς δὲ οὐχὶ καταλλαγῆναι μόνον ἐκέλευσεν, ἀλλὰ καὶ θρέψαι, ὃ πολὺ τοῦ προτέρου βαρύτερον ἦν. Εἰ γὰρ βλέποντες μόνον τοὺς λελυπηκότας τινὲς ἐκθηριοῦνται, πῶς ἂν εἵλοντο θρέψαι πεινῶντας; Καὶ τί λέγω, βλέποντες; Ἂν μνησθῇ τις αὐτῶν, καὶ τὴν προσηγορίαν εἰς μέσον ἐνέγκῃ μόνον, ἀνανεοῖ τὴν πληγὴν τῆς διανοίας ἡμῖν, καὶ μείζω ποιεῖ τὴν φλεγμονήν. Ταῦτ' οὖν ἅπαντα συνιδὼν ὁ Παῦλος, καὶ βουλόμενος τὸ δυσκατόρθωτον τοῦτο καὶ χαλεπὸν εὔκολον ποιῆσαι καὶ ῥᾴδιον, καὶ πεῖσαι τὸν μηδὲ ἰδεῖν ἀνεχόμενον τὸν ἐχθρὸν εἰς εὐεργεσίαν τὴν ἐκείνου γενέσθαι, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, ἵν' ἐλπίδι τῆς τιμωρίας προτραπεὶς, ἐπιδράμῃ τῇ τοῦ λελυπηκότος εὐεργεσίᾳ. Καὶ καθάπερ ὁ ἁλιεὺς πάντοθεν τὸ ἄγκιστρον περιστέλλων τῷ δελέατι, προστίθησι τοῖς ἰχθύσιν, ἵνα προσδραμὼν τῇ συνήθει τροφῇ, δι' ἐκείνης ἁλῷ καὶ κατασχεθῇ ῥᾳδίως· οὕτω δὴ καὶ ὁ Παῦλος, βουλόμενος εἰς τὴν εὐεργεσίαν ἐμβιβάσαι τοῦ ἠδικηκότος τὸν ἠδικημένον, οὐ γυμνὸν προστίθησι τὸ τῆς φιλοσοφίας ἄγκιστρον, ἀλλ' ὥσπερ τινὶ δελέατι, τοῖς ἄνθραξι τοῦ πυρὸς περιστείλας, καλεῖ μὲν τὸν ἐπηρεασθέντα τῇ τῆς κολάσεως ἐλπίδι πρὸς τὴν εὐεργεσίαν τοῦ λελυπηκότος· ἐλθόντα δὲ αὐτὸν κατέχει λοιπὸν καὶ οὐκ ἀφίησιν ἀποπηδῆσαι, αὐτῆς τοῦ πράγματος τῆς φύσεως προσηλούσης αὐτὸν τῷ ἐχθρῷ· καὶ μονονουχὶ λέγει πρὸς αὐτόν· Οὐ βούλει δι' εὐλάβειαν τρέφειν τὸν ἠδικηκότα; διὰ γοῦν τὴν ἐλπίδα τῆς κολάσεως θρέψον. Οἶδε γὰρ, ὅτι ἐὰν ἅψηται τῆς εἰς αὐτὸν εὐεργεσίας, ἀρχὴ λοιπὸν αὐτῷ καὶ ὁδὸς γίνεται τῆς καταλλαγῆς. Οὐδεὶς γὰρ, οὐδεὶς τὸν ψωμιζόμενον ὑπ' αὐτοῦ καὶ ποτιζόμενον διηνεκῶς ἀνάσχοιτο ἔχειν ἐχθρὸν, εἰ καὶ παρὰ τὴν ἀρχὴν ἐλπίδι τιμωρίας τοῦτο ποιεῖ. Ὁ γὰρ χρόνος προϊὼν χαλᾷ καὶ τῆς ὀργῆς τὸν τόνον. Ὥσπερ οὖν ὁ ἁλιεὺς, εἰ γυμνὸν τὸ θήρατρον προσέθηκεν, οὐκ ἂν ἐπεσπάσατο τὸν ἰχθὺν, νυνὶ δὲ περιστείλας αὐτὸ, λανθανόντως ἐνίησι τῷ στόματι τοῦ προσιόντος ζώου τὸ ἄγκιστρον· οὕτω καὶ ὁ Παῦλος, εἰ μὴ προέτεινε τὴν προσδοκίαν τῆς κολάσεως, οὐκ ἂν ἔπεισε τοὺς ἠδικημένους ἅψασθαι τῆς τῶν λελυπηκότων εὐεργεσίας. Βουλόμενος οὖν ἀποπηδῶντας αὐτοὺς, καὶ δυσχεραίνοντας, καὶ ναρκῶντας καὶ πρὸς αὐτὴν τὴν τῶν ἐχθρῶν ὄψιν, πεῖσαι τὰ μέγιστα αὐτοὺς εὐεργετεῖν, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, οὐχ ἵνα ἐκείνους ἐμβάλλῃ εἰς ἀπαραίτητον κόλασιν, ἀλλ' ἵνα τοὺς ἠδικημένους πείσας ἐν τῇ προσδοκίᾳ τῆς κολάσεως εὐεργετεῖν τοὺς ἐχθροὺς, τῷ χρόνῳ λοιπὸν πείσῃ καὶ πᾶσαν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν.