Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Si esurierit inimicus 6.1
Not analysed yet
Καὶ τὸν μὲν ἠδικημένον οὕτω παρεμυθήσατο· ὅρα δὲ καὶ τὸν ἠδικηκότα πῶς συνάπτει τῷ παρωργισμένῳ πάλιν. Πρῶτον μὲν τῷ τῆς εὐεργεσίας τρόπῳ· οὐδεὶς γάρ ἐστιν οὕτως ἄθλιος καὶ ἀναίσθητος, ὃς ποτιζόμενος, καὶ ψωμιζόμενος, μὴ γενέσθαι βούλοιτο δοῦλος καὶ φίλος τῷ ταῦτα αὐτῷ ἐργαζομένῳ· δεύτερον δὲ τῷ φόβῳ τῆς τιμωρίας. Δοκεῖ μὲν γὰρ πρὸς τὸν ψωμίζοντα ἀποτείνεσθαι, λέγων· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· μάλιστα δὲ τοῦ λελυπηκότος καθάπτεται, ἵνα τῷ φόβῳ τῆς κολάσεως ταύτης μὴ μένῃ διαπαντὸς ἐχθρὸς ὢν, ἀλλ' εἰδὼς, ὅτι τὰ μέγιστα αὐτὸν καταβλάψαι δύναιτ' ἂν τὸ ψωμίζεσθαι καὶ ποτίζεσθαι, εἰ μένοι διηνεκῶς ἐπὶ τῆς ἀπεχθείας, καταλύσῃ τὴν ὀργήν. Οὕτω γὰρ τοὺς ἄνθρακας τοῦ πυρὸς σβέσαι δυνήσεται. Ὥστε καὶ ἡ κόλασις καὶ ἡ τιμωρία κειμένη τόν τε ἠδικημένον ἐπισπᾶται εἰς εὐεργεσίαν τοῦ λελυπηκότος, τόν τε παροξύναντα φοβεῖ καὶ διανίστησι, καὶ πρὸς καταλλαγὴν ὠθεῖ τοῦ τρέφοντος καὶ ποτίζοντος. Διπλῷ τοίνυν ἀμφοτέρους συνέδησε δεσμῷ πρὸς ἀλλήλους, καὶ τῷ τῆς εὐεργεσίας, καὶ τῷ τῆς τιμωρίας. Τὸ γὰρ δυσχερὲς, ἄρχειν καὶ εἴσοδον εὑρεῖν τῇ καταλλαγῇ· ταύτης δὲ ἀνοιγείσης οἱῳδήποτε τρόπῳ, τὰ μετὰ ταῦτα πάντα ῥᾴδια ἔσται καὶ εὔκολα. Κἂν γὰρ παρὰ τὴν ἀρχὴν ἐλπίδι κολάσεως τρέφῃ τὸν ἐχθρὸν ὁ λελυπημένος, ἀλλ' αὐτῷ τῷ τρέφειν γινόμενος φίλος, ἐκβαλεῖν τὴν ἐπιθυμίαν δυνήσεται τῆς τιμωρίας. Φίλος γὰρ γενόμενος, οὐκέτι ἂν τοιαύτῃ θρέψειε προσδοκίᾳ τὸν καταλλαγέντα αὐτῷ. Πάλιν ὁ παροξύνας, ἰδὼν τὸν ἠδικημένον τρέφειν αὐτὸν καὶ ποτίζειν προαιρούμενον, διά γε τοῦτο αὐτὸ, καὶ τὸν φόβον τῆς ἀποκειμένης αὐτῷ κολάσεως, πᾶσαν ἐκβάλλει τὴν ἀπέχθειαν, κἂν μυριάκις σιδηροῦς ᾖ, καὶ ἀπηνὴς, καὶ ἀδάμας, τήν τε φιλοφροσύνην τοῦ τρέφοντος δυσωπούμενος, καὶ τὴν ἀποκειμένην αὐτῷ κόλασιν δεδοικὼς, εἰ μένοι μετὰ τὴν τροφὴν ἐχθρὸς ὤν. Διά τοι τοῦτο οὐδὲ ἐνταῦθα ἔστη τῆς παραινέσεως, ἀλλ' ὅτε ἐκένωσεν ἑκατέρου τὴν ὀργὴν, τότε καὶ τὴν γνώμην αὐτῶν διορθοῦται λέγων, Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ. Ἂν γὰρ μένῃς, φησὶ, μνησικακῶν καὶ ἀμυνόμενος, δοκεῖς μὲν τὸν ἐχθρὸν νικᾷν, νικᾶσαι δὲ ὑπὸ τοῦ κακοῦ, τουτέστιν, ὑπὸ τῆς ὀργῆς· ὥστε, εἰ βούλει νικῆσαι, καταλλάγηθι, καὶ μὴ ἐπεξέλθῃς. Αὕτη γάρ ἐστιν ἡ λαμπρὰ νίκη, ὅταν ἐν τῷ ἀγαθῷ, τουτέστι, τῇ ἀνεξικακίᾳ νικήσῃς τὸ κακὸν, τὴν ὀργὴν καὶ τὴν μνησικακίαν ἐκβαλών. Ἀλλὰ τούτων ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχετο τῶν ῥημάτων ὁ ἠδικημένος καὶ φλεγμαίνων. Διὰ τοῦτο, ὅτε αὐτοῦ τὸν θυμὸν ἐκόρεσε, τότε καὶ ἐπὶ τὴν ἀρίστην αὐτὸν ἤγαγε τῆς καταλλαγῆς αἰτίαν, καὶ οὐκ ἀφῆκεν ἐναπομεῖναι τῇ πονηρᾷ τῆς τιμωρίας ἐλπίδι. Εἶδες νομοθέτου σοφίαν; Καὶ ἵνα μάθῃς ὅτι διὰ τὴν ἀσθένειαν τῶν οὐκ ἀνεχομένων ἄλλως ἑαυτοῖς συνάπτεσθαι, τοῦτον εἰσήγαγε τὸν νόμον, ἄκουσον πῶς ὁ Χριστὸς τὸ αὐτὸ τοῦτο νομοθετῶν, οὐ τὸ αὐτὸ τέθεικεν ἔπαθλον· ἀλλ' εἰπὼν, ὅτι Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπερ ἐστὶ τρέφειν καὶ ποτίζειν, οὐκ ἐπήγαγεν, ὅτι Τοῦτο γὰρ ποιοῦντες ἄνθρακας πυρὸς σωρεύσετε ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ἀλλὰ τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰκότως· Πέτρῳ γὰρ, Ἰακώβῳ καὶ Ἰωάννῃ διελέγετο, καὶ τῷ λοιπῷ τῶν ἀποστόλων χορῷ· διὰ τοῦτο αὐτὸ τέθεικεν ἔπαθλον. Εἰ δὲ λέγεις, ὅτι καὶ οὕτω φορτικὸν τὸ ἐπίταγμα, μειζόνως μὲν ὑπὲρ Παύλου πάλιν ἡμῖν ἀπολογῇ, σαυτὸν δὲ πάσης συγγνώμης ἀποστερεῖς. Τί δήποτε; Ὅτι τοῦτο τὸ δοκοῦν εἶναι φορτικὸν, ἐν τῇ Παλαιᾷ σοι δείκνυμι κατορθούμενον, ὅτε οὔπω τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. Διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις ῥήμασι τὸν νόμον εἰσήγαγεν, ἀλλ' αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα μηδεμίαν συγγνώμην καταλείπῃ τοῖς μὴ τηροῦσιν αὐτόν. Τὸ γὰρ, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτὸν, οὐχὶ Παύλου ἐστὶ πρῶτον ῥῆμα, ἀλλὰ τοῦ Σολομῶντος. Διὰ τοῦτο τὰ ῥήματα τέθεικεν, ἵνα πείσῃ τὸν ἀκροατὴν, ὅτι τῶν αἰσχίστων ἐστὶ, παλαιὸν νόμον, καὶ ὑπὸ τῶν ἀρχαίων κατορθωθέντα πολλάκις, νῦν εἰς τοσαύτην ἐπιδοθέντα φιλοσοφίαν φορτικὸν εἶναι νομίζειν καὶ ἐπαχθῆ. Καὶ τίς αὐτὸν τῶν ἀρχαίων κατώρθωσε, φησί; Πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ ὁ Δαυῒδ μετὰ πλείονος τῆς περιουσίας. Οὐ μὲν ἐψώμισε τὸν ἐχθρὸν, οὐδὲ ἐπότισε μόνον, ἀλλὰ καὶ κινδυνεύοντα πολλάκις ἐξήρπασε τοῦ θανάτου, καὶ γενόμενος κύριος αὐτοῦ τῆς σφαγῆς, ἐφείσατο καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις. Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου μνησθῆναι, ἀλλ' ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν. Ἑορτῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ, καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγινόμενον. Ποῦ ἐστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; Ἐκάλει μὲν αὐτὸν ἀπὸ τοῦ πατρὸς, ὁμοῦ μὲν διὰ τὴν ἔχθραν οὐχ ὑπομένων ἀναμνησθῆναι τῆς προσηγορίας, ὁμοῦ δὲ νομίζων ἀπὸ τῆς τοῦ πατρὸς δυσγενείας τῇ τοῦ δικαίου λυμαίνεσθαι περιφανείᾳ, ἀθλίως καὶ ταλαιπώρως νομίζων· μάλιστα μὲν γὰρ, εἰ καὶ κατηγορεῖν εἶχε τοῦ πατρὸς, οὐδὲν τοῦτο κατέβλαπτε τὸν Δαυΐδ. Τῶν γὰρ αὐτῷ πεπραγμένων ὑπεύθυνός ἐστιν ἕκαστος, καὶ ἀπὸ τούτων ἐπαινεῖσθαι καὶ κατηγορεῖσθαι δύναται. Νυνὶ δὲ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτίζειν αὐτοῦ τὴν λαμπρότητα, ὅπερ καὶ αὐτὸ ἐσχάτης ἀνοίας ἦν. Ποῖον γὰρ ἔγκλημα τὸ ἐξ εὐτελῶν εἶναι καὶ ταπεινῶν; Ἀλλ' οὐκ ᾔδει ταῦτα ἐκεῖνος φιλοσοφεῖν. Ὁ μὲν οὖν Σαοὺλ υἱὸν Ἰεσσαὶ ἐκάλει· ὁ δὲ Δαυῒδ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κεῖς, ἀλλὰ τῷ τῆς τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ χριστὸν Κυρίου. Οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικακίας ἁπάσης· χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν. Οὐ γὰρ ἐσκόπει τί παθεῖν ἐκεῖνος ἄξιος ἦν, ἀλλ' ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν αὐτῷ πρέπον ἦν, ὅπερ μέγιστος ὅρος φιλοσοφίας ἐστί. Τί τοῦτο; ὥσπερ ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, διπλῷ κατεχόμενον δεσμῷ, μᾶλλον δὲ τριπλῷ, καὶ τῇ τοῦ τόπου στενοχωρίᾳ, καὶ τῇ τῶν βοηθησάντων ἐρημίᾳ, καὶ τῇ τοῦ ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; Οὐχὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιος οὗτός ἐστιν, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαι ἐμοὶ προσῆκεν. Οὐκ εἶδε πρὸς τὴν εὐκολίαν τῆς σφαγῆς, ἀλλ' εἶδε πρὸς τὴν ἀκρίβειαν τῆς αὐτῷ πρεπούσης φιλοσοφίας. Καίτοι τί τῶν τότε οὐκ ἦν ἱκανὸν διαναστῆσαι αὐτὸν πρὸς τὴν σφαγήν; Τὸ δεδεμένον αὐτῷ παραδοθῆναι τὸν ἐχθρόν; Ἴστε γὰρ δήπου τοῦτο, ὡς μειζόνως ἐπιτρέχομεν τοῖς εὐκολίας γέμουσι πράγμασι, καὶ ἡ τοῦ κατορθῶσαι ἐλπὶς μείζονα τῆς πράξεως ἡμῖν ἐπιθυμίαν ἐντίθησιν, ὥσπερ καὶ ἐπ' ἐκείνου τότε ἦν. Ἀλλ' ὁ στρατηγὸς τότε συμβουλεύων καὶ διεγείρων; ἀλλ' ἡ μνήμη τῶν παρελθόντων; Ἀλλ' οὐδὲν αὐτὸν ἐκίνησε πρὸς τὸν φόνον· αὐτὸ μὲν οὖν αὐτὸν τὸ τῆς σφαγῆς εὔκολον ἀπέστρεψεν· ἐνενόησε γὰρ, ὅτι διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ Θεὸς, ἵνα αὐτῷ πλείονα φιλοσοφίας ὑπόθεσιν παράσχῃ καὶ ἀφορμήν. Ὑμεῖς μὲν οὖν αὐτὸν ἴσως θαυμάζετε, ὅτι οὐδενὸς ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι' ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκπλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν ἐχθρόν. ᾜδει γὰρ σαφῶς, ὅτι διαφυγὼν αὐτοῦ τὰς χεῖρας, πάλιν κατ' αὐτοῦ στήσεται· ἀλλ' εἵλετο μᾶλλον αὐτὸς κινδυνεύειν ἀπολύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ' ἑαυτὸν ἀσφαλείας προνοῶν διαχειρίσασθαι τὸν πολέμιον. Τί γένοιτ' ἂν οὖν ἴσον τῆς μεγάλης καὶ γενναίας ἐκείνης ψυχῆς, ὃς, τοῦ νόμου κελεύοντος ἐξορύττειν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὐ μόνον τοῦτο οὐκ εἰργάσατο, ἀλλὰ καὶ πολλῷ πλείονα φιλοσοφίαν ἐπεδείξατο; Καίτοι γε εἰ ἀνῃρήκει τότε τὸν Σαοὺλ, καὶ οὕτως αὐτῷ φιλοσοφίας ἐγκώμιον ἀκέραιον ἔμενεν ἂν, οὐ μόνον ὅτι ἠμύνατο, οὐκ αὐτὸς ἄρχων χειρῶν ἀδίκων, ἀλλ' ὅτι καὶ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, μετὰ πολλῆς ἐνίκα τῆς ἐπιεικείας. Οὐ γὰρ ἀντὶ μιᾶς σφαγῆς μίαν ἐπῆρεν, ἀλλ' ἀντὶ πολλῶν θανάτων, ὧν ἐκεῖνος ἐπήγαγεν, οὐχ ἅπαξ, οὐ δὶς, ἀλλὰ πολλάκις αὐτὸν ἐπιχειρήσας ἀνελεῖν, ἕνα ἔμελλεν ἐπαγαγεῖν θάνατον· μᾶλλον δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δεδοικότα τὸ μέλλον οὕτως ἐπὶ τὴν ἄμυναν ἔρχεσθαι, καὶ τοῦτο μετὰ τῶν εἰρημένων ὁλόκληρον αὐτῷ τὸν τῆς ἀνεξικακίας διεγείρει στέφανον. Ὁ μὲν γὰρ ὑπὲρ τῶν γεγενημένων εἰς αὐτὸν ὀργιζόμενος καὶ τιμωρίαν ἀπαιτῶν, οὐκ ἂν δύναιτο τῶν τῆς ἀνεξικακίας ἐπιτυχεῖν ἐγκωμίων· τὸν δὲ τὰ μὲν παρελθόντα πάντα πολλὰ ὄντα καὶ χαλεπὰ ἀφέντα, ὑπὲρ δὲ τοῦ μέλλοντος δεδοικότα καὶ προκατασκευάζοντα ἀσφάλειαν ἑαυτῷ, καὶ διὰ τοῦτο ἀναγκαζόμενον ἐπὶ τὴν ἄμυναν ἀνέρχεσθαι, οὐδεὶς ἂν τῶν τῆς ἐπιεικείας ἀποστερήσειε στεφάνων.