Ancient Greek · ~29 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Simile est regnum caelorum patri familias [Sp.] 2.1
Not analysed yet
Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας ἀργούς. Οὐ παύομαι γυμνῶν τὸν διάβολον, ἕως ἂν ὁ βίος οὗτος παρείη· οὐ παύσομαι λῃστεύων τὸν θάνατον, τὸν δεινὸν κλέπτην τῆς ἀνθρωπότητος· οὐκ ἀνέχομαι τοὺς ἀπὸ γνώμης οἰκείας γενομένους θνητοὺς μὴ μεταβαλεῖν πρὸς ἀθανασίαν, ἕως αὐτῆς αὐτῶν τελευταίας ἀναπνοῆς. Διὰ τοῦτο οὐδὲ τῆς ἑνδεκάτης ὥρας καταφρονῶ· διὰ τοῦτο προσεδρεύω ταῖς πύλαις τοῦ ᾅδου, ἵνα δυνηθῶ τινας πρὸ τοῦ θανάτου μεταστῆσαι πρὸς τὴν ζωήν. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας ἀργοὺς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Ἐκκλησίας οὐκ ἔχετε; προφήτας οὐκ ἔχετε; ἀποστόλους οὐκ ἔχετε; μάρτυρας οὐκ ἔχετε; θείας Γραφὰς οὐκ ἔχετε; πνευματικὸν ἔργον οὐδέν; Τί οὖν ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; Οὐ βλέπετε τὸν ἥλιον τὸν τεταγμένον δρόμον ἀνύοντα; Οὐ βλέπετε τὴν σελήνην διακονοῦσαν τῷ κτίσαντι; οὐ βλέπετε τὴν κτίσιν δουλεύουσαν τῷ ποιητῇ; οὐ βλέπετε τῶν στοιχείων ἕκαστον ἐργαζόμενον τὸ ἔργον, δι' ὅπερ ἐγένετο; Διὰ τί οὖν ὑμεῖς μόνοι τῇ ἀργίᾳ τὴν φύσιν ὑβρίζετε; διὰ τί στήλας μιμεῖσθε νεκράς; Οὐκ ἔχετε ὀφθαλμοὺς, ἵνα βλέποντες τοῦ κόσμου τὸ κάλλος, τὸν κοσμοποιὸν ἀνυμνήσητε; οὐκ ἔχετε στόμα, ἵνα τὰς γλώσσας ὑμῶν πρὸς ὑμνῳδίας κινήσητε; οὐκ ἔχετε χεῖρας, ἵνα τὴν ἐλεημοσύνην ἐργάσησθε; οὐκ ἔχετε πόδας, ἵνα δράμητε δρόμους ψυχωφελεῖς; Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Μέχρι πότε τὴν ἐμὴν δεσποτείαν ἐκτρέπεσθε; Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Τοιοῦτοί εἰσιν οἱ προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις, οἱ τὸ παρὸν εἰς τὸ μέλλον ὑπερτιθέμενοι, οἱ λέγοντες, ἄφες ἄρτι, καὶ ὅτε κελεύει με ὁ Θεὸς, τότε βαπτίζομαι· ἔνδος μοι τοῦτο τὸ πάσχα, καὶ εἰς τὸ μέλλον φωτίζομαι. Τοιοῦτοί εἰσιν οἱ λέγοντες, Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Ἀλλὰ τί πρὸς αὐτοὺς ὁ τῇ χρηστότητι νικῶν τὰς ὑπερθέσεις τῶν ἀναβαλλομένων τὴν χάριν; Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Οὐκ ἤλεγξε τὴν ψευδολογίαν αὐτῶν, οὐκ ἐστηλίτευσε τὴν εἰρωνείαν τῶν πεπλανημένων ἠθῶν, οὐκ εἶπε πρὸς τοὺς ῥᾳθύμους, Τί λέγετε, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο; τί τῇ ῥᾳθυμίᾳ καὶ τὸ ψεῦδος συῤῥάπτετε, οὐδεὶς ὑμᾶς ἐμισθώσατο; οὐ παρεκάλεσαν ὑμᾶς οἱ προφῆται; οὐ προετρέψαντο ὑμᾶς οἱ ἀπόστολοι; οὐ παρεγενόμην ἐγὼ δι' ἐμαυτοῦ πρὸς ὑμᾶς; οὐκ ἐκάλεσα πολλάκις, ὑμεῖς δὲ οὐχ ὑπηκούσατε; οὐκ εἴδετέ με μισθούμενον τοὺς ἑταίρους ὑμῶν, καὶ ποιοῦντα μετ' ἐκείνων σύμφωνα; διὰ τί οὖν οὐκ ἐβουλήθητε μιμήσασθαι τοὺς πεισθέντας μοι, ἀλλ' ἐμείνατε μέχρι γήρους κατάσκοποι; Τούτων οὐκ εἶπεν οὐδὲν ὁ Σωτὴρ, ἀλλ' Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Δέχομαι καὶ γέροντας ἐργατεύσασθαι θέλοντας· δέχομαι καὶ πολιὰς εὐσεβείᾳ λαμπρυνομένας, δέχομαι καὶ τρέμοντα μέλη πίστει νευρούμενα· ἡδέως ὁρῶ γέροντας κρατοῦντας βακτηρίας ὁμοῦ καὶ σταυρούς. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Τῷ διαβόλῳ τὴν νεότητα προσηνέγκατε, ἐμοὶ κἂν τὸ γῆρας δανείσατε· τῷ ἐχθρῷ τὴν ἰσχὺν ἐχαρίσασθε, ἐμοὶ κἂν τὴν ἄχρηστον ἡλικίαν ἐπίδοτε· τῷ τυράννῳ τὸν χρόνον ὅλον, ὡς ἐκεῖνος ἠθέλησεν, ἐστρατεύσασθε, ἐμοὶ τῷ ἐννόμῳ βασιλεῖ τὸν ἐπίλοιπον χρόνον σχολάσατε. Γίνεσθε πιστοὶ, πρὶν γίνεσθαι νεκροί· λάβετε πρὸ τοῦ θανάτου τὴν τῆς ἀθανασίας στολήν· ἑαυτοὺς πρὸ τῆς τελευτῆς ἐνταφιάσατε τοῖς ἀφθάρτοις ἐνταφίοις τῆς χάριτος· δράμετε, σπεύσατε πρὸ τῆς ἑσπέρας ἔσω τοῦ ἀμπελῶνος εὑρεθῆναι· φιλονεικήσατε, ἵνα ἔνδον ὑμᾶς καταλείπῃ δύνων ὁ ἥλιος. Ἐὰν πρὸ ἡλίου δυσμῶν ἑαυτοὺς συναριθμήσητε τοῖς ἐμοῖς ἐρασταῖς, ὄψεσθε τῆς ἐμῆς θεότητος τὴν δόξαν, ὡς φωτὸς ἐρασταί· ἐὰν μετὰ τῶν κεκλημένων ἐκ τοῦ ἀμπελῶνος ἐξέλθητε, καὶ μὴ καμόντας ὑμᾶς ὡς καμόντας ἀμείψομαι· ἐὰν ἔξω τῆς αὐλῆς ἱσταμένους ὑμᾶς καταλάβῃ τοῦ θανάτου ἡ νὺξ, οὐκ ἔτι λοιπὸν ὑμᾶς ὡς φίλους ἔχειν ἀνέχομαι· νεκρὸς γὰρ οὐ πιστεύει, νεκρὸς οὐχ ὁμολογεῖ, νεκρὸς οὐκ ἐργάζεται καὶ θαῤῥεῖται μυστήριον, νεκρὸς οὐκ ἐργάζεται σωφροσύνην, νεκρὸς οὐ δύναται μισθὸν ἀπαιτεῖν, νεκρὸς ἀσφράγιστος καὶ πρὸ τῆς κρίσεως κατακέκριται· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον· ὁ τοιοῦτος νεκρὸς καὶ μετὰ θάνατον ζῇ, ὁ τοιοῦτος νεκρὸς μετὰ τὴν ταφὴν πάλιν ἀνθεῖ. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Ἕως ἔχετε μικρὰν ἔτι προθεσμίαν ζωῆς, πραγματεύσασθε· μὴ περιμείνητε τῆς ἀῤῥωστίας τὴν ἀνάγκην λαβεῖν τῆς ὑμετέρας γνώμης τὸν στέφανον. Μὴ βουληθῆτε παρὰ τὸν καιρὸν τοῦ θανάτου μεταβαλέσθαι τὰ τῆς ἀθανασίας ἐφόδια· ἐν ζωῇ τὴν ζωὴν ἐμπορεύσασθε· ἐν ὑγείᾳ καὶ νήψει τὸ τάλαντον ὑποδέξασθε, ἵνα καὶ τὴν ἐργασίαν κερδάνητε. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα· καὶ ὃ ἐὰν ᾖ δίκαιον, λήψεσθε, Καὶ ὑπὲρ τὸ δίκαιον, λήψεσθε· μόνον μετανοήσατε, μόνον προσέλθετε, μόνον γίνεσθε μετ' ἐμοῦ. Οὐ μέμψεσθέ μου τὴν προτροπήν· οὐδεὶς γὰρ ἐμοὶ πιστεύσας ἀπῆλθεν ἀχαριστῶν, οὐδὲ ὁ ἐμοὶ διακονήσας ἔμεινεν ἔτι πτωχός. Οὕτως ὁ οἰκοδεσπότης τοῦ οἴκου τούτου τὸν ἀμπελῶνα τοῦτον ἀνεπλήρωσεν. Ὀψίας δὲ γενομένης. Ἤδη τῆς παρούσης ζωῆς ὡς ἡμέρας ὑποῤῥευσάσης, ἤδη παραγενομένης τῆς μακρᾶς τοῦ θανάτου νυκτὸς, ἤδη τῆς ἀναστάσεως τῶν νεκρῶν ἀνατειλάσης, ὥσπερ ὄρθρου τινὸς ἑσπέραν μὴ κεκτημένου διάδοχον, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας. Κάλεσον πάντας τοὺς ἐξ Ἀδάμ· κάλεσον τὸν Ἄβελ τὸν διὰ θυσίαν τυθέντα· κάλεσον τὸν Ἐνὼχ τὸν εὐαρεστήσαντα, καὶ μετατεθέντα· κάλεσον τὸν Νῶε τὸν τῆς ναυαγησάσης φύσεως καλὸν κυβερνήτην· κάλεσον τὸν πιστότατον Ἀβραὰμ, τὸν φιλόθεον μᾶλλον ἢ φιλότεκνον, τὸν στρατευσάμενον κατὰ τῶν σπλάγχνων αὐτοῦ, τὸν τηρήσαντα τὴν πίστιν· κάλεσον τὸν Ἰωσὴφ τὸν τῆς σωφροσύνης ἐργάτην, κάλεσον τοὺς πατριάρχας, κάλεσον τοὺς προφήτας· κάλεσον τὸν Ἠλίαν τὸν καλῶς ἡνιοχήσαντα καὶ γενόμενον ἡνίοχον πυρίνων ἁρμάτων· κάλεσον τοὺς ἀποστόλους, τοὺς τῆς Καινῆς Διαθήκης φωστῆρας· κάλεσον τοὺς μάρτυρας, καὶ τοὺς μιμησαμένους μου τὸν ὑπὲρ αὐτῶν θάνατον· κάλεσον Στέφανον τὸν δι' ἐμὲ λιθασθέντα· κάλεσον Βαρλαὰμ τὸν διὰ φυλακὴν τοῦ ἀμπελῶνος κατακαέντα τὴν δεξιάν· κάλεσον πάντας τοὺς καλῶς κοπιάσαντας· κάλεσον τοὺς τὰ ἐμὰ καλλιεργήσαντας κτήματα, Καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν. Ἄνοιξον τοὺς ἐμοὺς θησαυροὺς, ἄνοιξον τὰς ἐμὰς ἀποθήκας, ἄνοιξον τὰ φαιδρὰ τῆς ἐμῆς βασιλείας βασίλεια· προκόμισον τοὺς βασιλικοὺς στεφάνους, προκόμισον τὰ θεῖα βραβεῖα· μὴ φείσῃ μηδενὸς τῶν ἐμῶν κειμηλίων. Οὐκ ἐφείσαντο γὰρ οὗτοι τῶν οἰκείων ψυχῶν δι' ἐμέ. Στεφάνωσον τὰς κεφαλὰς τῶν ἀθλησάντων, ὡς ἠβουλόμην ἐγώ· ἔμβαλε τὰ βραβεῖα ταῖς καμούσαις χερσίν. Μηδεὶς ἀστεφάνωτος ἐντεῦθεν ἐξέλθῃ, μηδεὶς ἀγέραστος ὑποστρέψῃ, μηδεὶς ἀποστερηθῇ τῶν ἀμοιβῶν· πάντες πλουτήσωσιν, πάντες χορεύσωσιν, καὶ ἴδωσιν, ἐπὶ τίσιν ἐμισθωσάμην αὐτούς· ἴδωσιν, ποίων οἱ πειθόμενοι ἐμοὶ τυγχάνουσιν ἀγαθῶν· ἴδωσι, ποίων δωρεῶν ἑαυτοὺς ἀποστεροῦσιν οἱ καλούμενοι, καὶ παραγενέσθαι μὴ βουλόμενοι. Ἀπόδος αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων, ἕως τῶν πρώτων, τοὺς ἐσχάτους πρώτους εὐφραίνων ταῖς δωρεαῖς· οὗτοι γὰρ μάλιστα χρείαν ἔχουσι τῆς ἐμῆς ἀγαθότητος. Ἐκεῖνοι μέντοι πρώϊθεν εὐθέως ἅμα τῇ ἡμέρᾳ τῶν πόνων ἀρξάμενοι, αὐτὴν τὴν ἡμέραν καὶ τὰς ὥρας καὶ τὰς ἀρετὰς καὶ τοὺς ἀγῶνας καὶ τὰς συνθήκας συνηγόρους ἔχουσιν· οὗτοι δὲ ἔσχατοι, πάντων τούτων ἔρημοι καθεστῶτες, πρὸς μόνην τὴν φιλανθρωπίαν τὴν ἐμὴν ἀποβλέπουσιν. Τούτοις οὖν τοῖς ἐσχάτοις πρώτοις ἐπίδος τὰ δῶρα, καὶ τότε τοῖς πρώτοις ἐπιδώσεις τὰς ἀμοιβάς. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἕνα δηνάριον. Καὶ τοῦτο περιχαρῶς ἐν ταῖς ἑαυτῶν χερσὶ περιστρέφοντες ἔλεγον· Ἐκινδυνεύσαμεν ἀπιστεῖν τοῖς ἀγαθοῖς· ᾔδεισαν γὰρ οὐδὲν ἄξιον ὧν ἔλαβον ἐργασάμενοι. Ὁρῶντες δὲ τὸ δῶρον τοῖς ὀφθαλμοῖς, καὶ ταῖς παλάμαις τὴν χάριν κατέχοντες, ἐχόρευον, ἐπανηγύριζον ἐπὶ τοῖς παρ' ἐλπίδα καλοῖς. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν, ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἕνα δηνάριον. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες· Οὗτοι οἱ ἔσχατοι. Ὁ δεσπότης τῷ λόγῳ παρήγαγεν, οὐχ ἵνα τοῖς τιμωμένοις φθονήσωσι (χαίρουσι γὰρ, οὐκ ἀγανακτοῦσι πάντων σωζομένων οἱ ὅσιοι), ἀλλ' ἵνα δείξῃ τὴν οἰκείαν φιλανθρωπίαν τοιαύτην οὖσαν, ὥστε καὶ τοῖς ἀφθόνοις, εἰ ἐνεχώρει, φθόνον τεκεῖν.