Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Simile est regnum caelorum patri familias [Sp.] 3.1
Not analysed yet
Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες, Οὗτοι οἱ ἔσχατοι, οὗτοι οἱ γεγηρακότες, οὗτοι οἱ μόλις τὴν σὴν δεσποτείαν ἐπεγνωκότες, οἱ μόλις τὰ γόνατα πρὸς τὴν σὴν προσκύνησιν κάμψαντες, οἱ μόλις τοῖς ὑποτρόμοις δακτύλοις τοῦ σωτηρίου σου σταυροῦ τὸ σύμβολον τοῖς μετώποις ἐπιχαράξαντες, οἱ μὴ βαστάσαντες κοφίνους πειρασμῶν, οἱ μὴ κρατήσαντες δικέλλας συμφορῶν· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν. Εἶδον μόνον τὸν σὸν ἀμπελῶνα, τοῖς ὀφθαλμοῖς ἡμῖν μόνοις ἐκοινώνησαν τῆς ἐργασίας, τὰς ὄψεις αὐτῶν ὑπέδειξαν, οὐ κατώρθωσαν πράξεις τινάς· μάρτυρες τῶν μόχθων, οὐ μερισταὶ γεγόνασιν· Καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα; Ἡμεῖς ἐφλέχθημεν ταῖς ἡδοναῖς, ἀλλ' οὐκ ἐσβέσθημεν ταῖς ἀρεταῖς· ἡμεῖς ἐδιώχθημεν διὰ σὲ, ἡμεῖς μυρίους ὑπεμείναμεν πόνους, ἵνα τὴν σὴν οὐσίαν πλατύνωμεν· καὶ βαδίζομεν ἐντεῦθεν λαβόντες μισθοὺς ὁμοίους τοῖς μὴ κεκμηκόσιν ὁμοίως ἡμῖν· ὁ πόνος ἀνόμοιος, καὶ τὸ κέρδος προσόμοιον· ὁ κόπος ἄνισος, καὶ τὸ κλέος ἐφάμιλλον. Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν. Ἵνα μίαν ὥραν ἐγγύς σου κλαύσῃ γυνὴ πόρνη, καὶ λύσῃ τὰς τρίχας, ἃς ἔπλεκε πρὸ τούτου κακῶς, καὶ φιλήσῃ τοὺς ἀχράντους σου πόδας σώφροσι χείλεσι, καὶ προσενέγκῃ σοι τῷ οὐρανίῳ μύρον ἐπίγειον, ἔδωκας αὐτῇ πρέσβεια θυγατρὸς καὶ παρθένου. Ἵνα μίαν ὥραν ἐσταυρωμένος λῃστὴς ἐπὶ τοῦ σταυροῦ σοι προσφύγῃ καὶ βοήσῃ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, ὑπὲρ μόνης τῆς φωνῆς ταύτης ἀνέῳξας αὐτῷ τὸν παράδεισον. Ἵνα μίαν ὥραν μετανοήσῃ Παῦλος ὁ διώκτης, ὁ πολέμιος, Εὐαγγελιστὴς ἀναδέδεικται. Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. Τί οὖν πρὸς τοὺς οὕτω διακειμένους ὁ φιλάνθρωπος Κύριος; Ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπε· Ἑταῖρε, οὐκ ἀδικῶ σε. Ὢ φιλανθρωπίας ἀνυπερβλήτου. ὁ Δεσπότης ὑπὲρ τῶν δούλων τῷ δούλῳ δικάζεται· ὁ κριτὴς ὑπὲρ τῶν κρινομένων ἀπολογεῖται τῷ κατηγόρῳ. Ἑταῖρε, οὐκ ἀδικῶ σε. Δίκασαί μοι κατὰ λόγον, ἑταῖρε, καὶ μὴ ἀδίκως λυποῦ· διαλέχθητί μοι νομίμως, καὶ μὴ παρανόμως δυσχέραινε· εἰπὲ, τί ἠδικήθης αὐτὸς, τιμηθέντος τοῦ συνδούλου σου; εἰπὲ, τί ἐβλάβης αὐτὸς, συμβασιλεύοντος ἔτι τοῦ σοῦ ἀδελφοῦ; Οὐκ ἔλαβες, δι' ὃ ἔκαμες; οὐχ ὑπεδέξω τῆς ἡμέρας ὅλης τέλειον τὸν μισθόν; οὐκ ἀπέλαβες, ὅπερ ἐπόθεις; τί οὖν ἄλλο πλέον ζητεῖς; Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ὑπόμνησον ἑαυτὸν τῶν ἐμῶν ὑποσχέσεων, ἐφ' οἷς ἐμισθωσάμην σε τὴν ἀρχήν. Εἰ παρὰ τὰ συγκείμενα ἐποίησά τι, δικαίως ἀγανακτεῖς· εἰ δὲ τὰς συνθήκας ἐπλήρωσα, μάτην ἐγκαλεῖς τῷ ἀνεγκλήτῳ. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Μή τι τῶν σῶν ἐμείωσα δωρεῶν; μὴ τὰ σὰ λαβὼν ἑτέροις προσέδωκα; μὴ τὴν σὴν δόξαν ἄλλοις ἀπένεμον; οὐχὶ τὴν ἐμὴν οὐσίαν, οἷς ἠθέλησα, κατεμέρισα; τί οὖν γογγύζεις, βλαβεὶς ὡς δοῦλος, ὡς ἐλεύθερος τιμηθείς; τί οὖν γογγύζεις ὁ τοσοῦτον ὠφεληθείς; τί φθονεῖς τοῖς σοῖς ἀδελφοῖς, ἄφθονον ἔχων δεσπότην; Ἆρον τὸ σὸν, καὶ ὕπαγε. Ἀρκέσθητι τοῖς παροῦσι· μὴ θέλε μόνος βασιλεύειν κεκλημένος μετὰ πολλῶν· ἀρκεῖ ἡ βασιλεία τῶν οὐρανῶν καὶ σοὶ καὶ πᾶσι τοῖς ἀξίοις αὐτῆς. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Τῷ θελήματί μου τίς ἀντιστήσεται; Θεὸς ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; Θεὸς ὁ χορηγῶν, τίς ὁ λογοθετῶν; Θεὸς ὁ πλουτίζων, τίς ὁ γυμνῶσαι δυνάμενος; ὁ κριτὴς συνήγορος, τίς ὁ κατήγορος; ὁ δικαστὴς σύνδικος, τίς ἀντίδικος εὑρεθήσεται; Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Οὐ φέρω τοὺς ἐμοὺς ἀνδριάντας γυμνοὺς δόξης καταλιπεῖν· οὐ φέρω τὴν ἐμὴν εἰκόνα πτωχεύουσαν παριδεῖν· οὐ φέρω μὴ συμβασιλεῦσαί μοι καὶ τούτους, δι' οὓς κατῆλθον ἐκ τῶν οὐρανῶν. Θέλω δοῦναι τούτῳ τῷ ἐσχάτῳ ὡς καὶ σοί. Ἔσχατος ἦλθεν, οἶδα κἀγώ· ἀλλὰ προσήγαγέ μοι πίστιν ἀπολογουμένην ὑπὲρ τῆς γεγενημένης βραδύτητος· ἔσχατος ἦλθεν, ἀλλ' ἐπεδείξατο πόθον, οἷον ποθῶ· ἐπλανήθη τὸν παρελθόντα χρόνον ὡς πρόβατον, ἀλλ' ἐπέγνω τὸν ποιμένα τὸ πρόβατον. Ἐμὸς ἦν οὗτος καὶ ὅτε ἐῤῥέμβετο. Ἔσχατος ἦλθεν, ἀλλὰ διὰ τῆς ἐμῆς κολυμβήθρας παρῆλθεν, ὥσπερ καὶ σύ. Ἔσχατος ἦλθεν, ἀλλὰ τῆς ἐμῆς τραπέζης ἀπήλαυσεν, ὥσπερ καὶ σύ· ἔσχατος ἦλθεν, ἀλλ' εἶδέ μου πᾶσαν τοῦ ἀμπελῶνος τὴν εὐπρέπειαν· εἶδε τοῦ ξύλου τῆς ζωῆς τὸ φυτόν· κατεφίλησε τὰς ἀκάνθας, ἃς ἐστεφανοφόρησα δι' αὐτόν· περιεπτύξατο τὸν σταυρὸν, ὃν ὑπέμεινα δι' αὐτόν. Οὐ δύναμαι οὖν τὸν οὕτω με ποθήσαντα, τὸν οὕτω μοι πιστεύσαντα, μὴ τιμῆσαι πάσῃ σπουδῇ καὶ τιμῇ. Ὡς ἐπίστευσας, ἐπίστευσεν· ὡς εὐπόρησας, εὐπόρησεν· ὡς προσεκύνησας, προσεκύνησεν· ὡς ἐβασίλευσας, ἐβασίλευσεν· ὡς ἔκαμες, οὐκ ἔκαμεν, ἀλλ' ἐγὼ τῇ χάριτι τὸ λεῖπον ἀνεπλήρωσα. Ἢ οὐκ ἔξεστί μοι ποιῆσαι, ὃ θέλω, ἐν τοῖς ἐμοῖς; μὴ γὰρ τὰ σὰ δαπανῶ; Τὰ ἐμὰ χορηγῶ. Μὴ γὰρ ἐν τοῖς σοῖς φιλοτιμοῦμαι; Ἐν τοῖς ἐμοῖς αὐθεντῶ. Μὴ γὰρ ἐπίτροπόν σε τῆς ἐμῆς κατέστησα γνώμης; Μισθωτόν σε ἔλαβον ὡς ἐξ ἀρχῆς. Μὴ γὰρ κύριόν σε τῆς ἐμῆς ἐξουσίας ἐχειροτόνησα; Ὡς φιλάνθρωπος κοινωνὸν ἐποιησάμην τῶν ἐμαυτοῦ. Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, οὐ δύναται βλέπειν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἀθολώτου χρεία βλέμματος εἰς τὴν τῶν μυστηρίων ἐπίσκεψιν· καθαρᾶς χρεία ψυχῆς εἰς τὴν τῶν καθαρῶν κατανόησιν. Εἴδετε, πῶς ἀγαθὸς ὁ Δεσπότης ἡμῶν· εἴδετε, πῶς τοὺς ἐν διαφόροις καιροῖς προσιόντας, μίαν δὲ πίστιν καὶ προθυμίαν καὶ πολιτείαν ἐπιδεικνυμένους, ὁμοίαις τιμαῖς καὶ δωρεαῖς ἠξίωσεν· εἴδετε, πῶς καὶ τοὺς ἐσχάτους ἴσους τοῖς πρώτοις ἐποίησε διὰ τὴν ἄβυσσον τῶν αὐτοῦ οἰκτιρμῶν. Ἐπήχθητε τοίνυν πρὸς τὸν οὕτω φιλάνθρωπον· αὐτὸς καὶ νῦν ὑμᾶς ἐμισθώσατο· αὐτὸς λέγει καὶ πρὸς ὑμᾶς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Θεὸς ὁ μισθούμενος, ὁ μισθὸς οὐράνιος, τὸ ἔργον σωτήριον, ὁ ἀμπελὼν εὐτρεπὴς, ἡ θύρα τοῦ ἀμπελῶνος, ἡ κολυμβήθρα καθέστηκεν. Ἡ θεία χάρις εἰς θύραν τῆς κολυμβήθρας παρισταμένη, καθάπερ φαιδρὰ πυλωρὸς πρὸς πάντας τοὺς δι' αὐτῆς εἰσιόντας βοᾷ· Αὕτη ἡ πύλη τοῦ Κυρίου· νεοφώτιστοι διελεύσονται δι' αὐτῆς. Ἡμεῖς οὐ φθονοῦμεν ὑμῖν ὡς τελευταῖον ἐλθοῦσιν, καὶ τῆς αὐτῆς ἡμῖν δόξης μετέχουσιν· ἀλλὰ συγχορεύομεν ὡς ἀδελφοῖς, καὶ συγχαίρομεν, ἡμετέραν δόξαν τὴν ὑμετέραν σωτηρίαν ἡγούμενοι. Ποθήσατε οὖν τὸν καλέσαντα· λάβετε τῆς εἰς τὸν ἀμπελῶνα εὐπορίας τὴν πίστιν ὁδηγὸν ἀπλανῆ· πίστις γὰρ τῆς ἐπὶ τὴν κολυμβήθραν ὁδοῦ χειραγωγὸς ἀγαθὸς, πίστις χειμαζομένης φύσεως ἄγκυρα, πίστις ἀνθρωπότητος λιμὴν γαληνὸς, πίστις τῶν ἀοράτων κάτοπτρον τηλαυγὲς, πίστις τῆς ὁμοουσίου Τριάδος διδάσκαλος ἀκριβὴς, πίστις λέγειν ἡμᾶς παρεσκεύασεν ἐκεῖνα τὰ σωτήρια ῥήματα· «Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα.» Πιστεύω, οὐκ ἐρευνῶ· πιστεύω, οὐ διώκω τὸ ἀκατάληπτον· πιστεύω, οὐ μετρῶ τὸ ἀμέτρητον. Ἐὰν πιστεύσω, φωτίζομαι τὴν ψυχήν· ἐὰν περιεργάζωμαι, σκοτίζω μου τοὺς λογισμούς· ἐὰν πιστεύσω καλῶς, ἀνυψοῦμαι πρὸς οὐρανόν· ἐὰν ζητήσω περιέργως, καταφέρομαι πρὸς βυθόν. Πιστεύω εἰς ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα παντοκράτορα. Ἀρνοῦμαι τοὺς παρὰ τῶν Ἑλλήνων πεπλανημένους θεούς· πολυθεΐα γὰρ οὐρανὸν οὐκ οἰκεῖ. Ἕνα καὶ μόνον Θεὸν ἀνυμνῶ· μισῶ τὸν Ἀρειανισμόν· οὐ λέγω, Ἦν ποτε, ὅτε οὐκ ἦν Πατήρ· ἀλλὰ ἀεὶ Θεὸν τὸν Θεὸν, ἀεὶ Πατέρα τὸν αὐτὸν κηρύττω, οὕτως ὄντα Πατέρα, ὡς οἶδεν αὐτός. Πιστεύω εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν ἐξ αὐτοῦ γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, ὡς αὐτὸς μόνος οἶδεν ὁ γεννηθείς· γεννηθέντα, οὐ ποιηθέντα· γεννηθέντα, οὐ κτισθέντα· γεννηθέντα, οὐ δημιουργηθέντα· ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα, οὐκ ἔξωθεν ἐπεισελθόντα ποθὲν, οὐχ ὑποβολιμαῖον, ἢ νόθον υἱὸν, ἀλλὰ γνήσιον ἀπαύγασμα τοῦ γνησίου Πατρὸς, ἀπαράλλακτον χαρακτῆρα ἀοράτου μορφῆς. Οἶδα τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ Πατρὸς ὡς Θεόν· οἶδα τὸν Χριστὸν υἱὸν τῆς δούλης αὐτοῦ καὶ μητρὸς, φαινόμενον ὡς ἄνθρωπον· οἶδα τὸν Χριστὸν ὁμοούσιον τοῖς ἀνθρώποις, ὡς ἄνθρωπον ἐξ ἀνθρώπου· οἶδα τὸν Χριστὸν ἀόρατον καὶ ὁρώμενον· οἶδα τὸν Χριστὸν ἀψηλάφητον, καὶ παρὰ τοῦ Θωμᾶ ψηλαφούμενον· οἶδα τὸν Χριστὸν χιλιάδας ῥήματι θρέψαντα, καὶ τοῖς κύμασιν ἐπιβαδίσαντα, καὶ τοῖς δαίμοσιν ἐπιτάξαντα, καὶ νεκροὺς ἀναστήσαντα, καὶ μυρία ποιήσαντα θαύματα τῇ δυνάμει τῆς οἰκείας θεότητος· οἶδα τὸν Χριστὸν πεινάσαντα, καὶ διψήσαντα, καὶ κοπιάσαντα, καὶ ἀγωνιάσαντα, καὶ ἱδρώσαντα τῇ φύσει τῆς ἀνθρωπότητος· οἶδα τὸν Χριστὸν ὡς Θεὸν ἀπαθῆ· οἶδα τὸν Χριστὸν ἀποθανόντα, καὶ σαρκὶ τὸ πάθος δεξάμενον· οἶδα τὸν Χριστὸν κατὰ τὸ δυνατὸν ὑπομείναντα τὴν τελευτήν· οἶδα τὸν Χριστὸν ἀναστήσαντα τοῦ σώματος αὐτοῦ τὸν ναόν. Γνωρίζω τῶν δύο φύσεων αὐτοῦ τὸ διάφορον· οὐ μερίζω τὸν ἕνα Υἱὸν εἰς δύο υἱούς. Πιστεύω καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ παρὰ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ τῆς Τριάδος συμπληρωτικόν· αὐτῷ θαῤῥῶ τὸν ἐμὸν ἁγιασμὸν, αὐτῷ θαῤῥῶ τὴν ἐκ τῶν νεκρῶν ἐξανάστασιν.