Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Sufficit tibi gratia mea [Sp.] 1.1
Not analysed yet
Ὅτε τὸν παναρμόνιον τουτονὶ κόσμον ἐξ ἀρχῆς ἔπλαττεν ὁ Θεὸς, θαύματα ἐπὶ θαύμασιν εἰργάσατο, οὐ νόμῳ φύσεως δουλεύων, ἀλλ' ἐξουσίᾳ δυνάμεως πάντα τεκταινόμενος. Οἷόν τι λέγω· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τάξιν καὶ ἀκολουθίαν; Πρότερον τὸν ὄροφον, καὶ τότε τὸ ἔδαφος. Ὅπερ γὰρ εἶπον, οὐ νόμῳ φύσεως ἐδούλευεν, οὐδὲ τάξει τέχνης, ἀλλ' ἐξουσίᾳ δυνάμεως. Εἱστήκει ἡ στέγη, καὶ τὸ ἔδαφος οὐκ ἐφαίνετο· ἡ γὰρ δύναμις τοῦ ἐργαζομένου πάντα διεκράτει. Ἐρώτησον τὸν αἱρετικόν· Εἰπέ μοι, πῶς ἡ στέγη ἐγένετο, καὶ τὸ ἔδαφος οὐχ ὑπέκειτο; εἰπέ μοι τὸν λογισμὸν, εἰπέ μοι τὸν τρόπον. Ἀλλὰ σιγᾷς, καὶ πίστει σεαυτῷ παραχωρεῖς. Ποίας ἄξιος εἶ συγγνώμης, τὰ μὲν κοσμικὰ καὶ ἐπίγεια τῇ πίστει σεαυτῷ παραχωρῶν, τὰ δὲ θεῖα καὶ ἐπουράνια περιεργαζόμενος καὶ πολυπραγμονῶν; Ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν· ἐποίησε τὴν γῆν ἔδαφος, καὶ ὕδατα αὐτῇ ὑπέθηκεν. Εἶδες θεμέλιον τοῦ οἰκοδομήματος; Ἄνωθεν γῆ, καὶ κάτωθεν ὕδατα. Καίτοι γε οἱ οἰκοδόμοι ἑτέρως ἐργάζονται· ἐξαντλοῦσι τὰ ὕδατα, καὶ τότε τὸν θεμέλιον καταβάλλονται. Ὁ δὲ Θεὸς ἐπάνω τῶν ὑδάτων ἔθηκε τὸν θεμέλιον, ἵνα μὴ τὴν δύναμιν τοῦ θεμελίου, ἀλλὰ τὴν ἐξουσίαν τοῦ ἐργαζομένου θαυμάσῃς. Ἀλλ' ὅπερ ἔλεγον, προσέχετε μετὰ ἀκριβείας· φιλοσόφων γὰρ ἅπτομαι λόγων. Ὅτε δὲ τὸν παναρμόνιον τουτονὶ κόσμον εἰργάζετο, τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας. Κἂν ἀσαφὴς ᾖ ὁ λόγος, ποιήσω αὐτὸν σαφέστερον, ἐὰν προσέχητε· Τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας, τὰ ἄνω καὶ τὰ κάτω (καὶ γὰρ κόσμος ἐκεῖνος, καὶ κόσμος οὗτος· δύο οὗτοι κόσμοι)· ἀλλ' ἕκαστος τῶν γενομένων, ἀπὸ μοναδικῆς οὖν οὐσίας. Οἷόν τι λέγω· Τὰ ἄνω πάντα ἀσώματα, τὰ κάτω πάντα σώματα, τὰ ἄνω νοερὰ, τὰ κάτω αἰσθητά· τὰ ἄνω ἀόρατα, τὰ κάτω ὁρατά. Πάντα σώματα τὰ κάτω, καὶ οὐρανὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ γῆ, καὶ θάλαττα, καὶ δένδρα, καὶ φυτὰ, καὶ βόες, καὶ πρόβατα, καὶ ἵπποι· πάντα ὁρώμενα, πάντα αἰσθητὰ, πάντα σώματα, πάντα ἁφῇ ὑποβαλλόμενα, καὶ ὄψει ὁρώμενα. Τὰ ἄνω πάντα ἀόρατα, νοερὰ, ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, δυνάμεις, τὰ Χερουβὶμ, τὰ Σεραφίμ. Οὔτε ἐκεῖνα ὁρατὰ, οὔτε ταῦτα ἀόρατα· οὔτε ἐκεῖνα σώματα, οὔτε ταῦτα ἀσώματα, ἀλλὰ καὶ ταῦτα σώματα, καὶ ἐκεῖνα ἀσώματα· πάντα ἐκ μοναδικῆς ἐγένετο οὐσίας, καὶ τὰ κάτω, καὶ τὰ ἄνω· καὶ τὰ μὲν ἀπὸ σωμάτων, τὰ δὲ ἐξ ἀσωμάτων, τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα. Μόνος ὁ ἄνθρωπος ἐκ διπλῆς ἐγένετο οὐσίας, τῆς μὲν βελτίονος, τῆς δὲ χείρονος, ψυχῆς τε καὶ σώματος· ἡ μὲν γάρ ἐστιν ἀόρατος καὶ νοερὰ, ἡ ψυχή· τὸ δὲ σῶμα αἰσθητὸν καὶ ὁρατόν. Τίνος οὖν ἕνεκεν οἱ μὲν δύο κόσμοι οὗτοι ἀπὸ μοναδικῆς ἐγένοντο οὐσίας, καὶ οὔτε ἄνω σώματα, οὔτε κάτω ἀσώματα· ἄνθρωπος δὲ μόνος ἀπὸ ἀσωμάτου καὶ σώματος συνέστηκεν; Ἀκούσατε τὴν αἰτίαν, καὶ μάθετε τοῦ ἐργαζομένου τὴν σοφίαν. Ἐπειδὴ γὰρ δύο κόσμοι ἦσαν οὗτοι τῇ οὐσίᾳ διεστηκότες, ὁ μὲν ἀσώματος, ὁ δὲ ἐνσώματος· ὁ μὲν ἀόρατος, ὁ δὲ ὁρατός· ὁ μὲν νοερὸς ὁ ἄνω, ὁ δὲ αἰσθητὸς ὁ κάτω· ἵνα μὴ ἡ διαφορὰ τῶν ἔργων διαφόρους δημιουργοὺς εἰσαγάγῃ, καὶ μὴ λέγηται, ὅτι ἄλλος τὰ ἄνω ἐποίησε, καὶ ἄλλος τὰ κάτω, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ ἔθηκεν ἀνακηρύττειν καὶ τῶν ἄνω καὶ τῶν κάτω τὴν δημιουργίαν. Διπλοῦς κόσμος ἄνθρωπος, καὶ τῶν ἄνω τὸ συγγενὲς ἔχων τὴν ψυχὴν, καὶ τῶν κάτω τὸ σῶμα, σύνδεσμός τις καὶ γέφυρα, ἕνα δημιουργὸν ἔχων, τὸν τὰ ἄνω καὶ τὰ κάτω ἐργασάμενον· καὶ καθάπερ παρθένος, ἐμπέπλεκται ἡ ψυχὴ ἐν μέσῳ τῷ σώματι. Ἐπεὶ οὖν διπλῆ γέγονεν ἡ οὐσία, διπλῆ αὐτῆς καὶ ἡ χρεία. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· διπλῆ αὐτῆς καὶ ἡ χρεία. Ἔστι σῶμα, καὶ ἔστι ψυχή. Ὥρισε τῷ σώματι τροφὴν, καὶ τῇ ψυχῇ λόγον· τρέφεται τὸ σῶμα ἄρτῳ, τρέφεται καὶ ἡ ψυχὴ τῷ λόγῳ· ἔχει ἔνδυμα τὸ σῶμα, ἱμάτια· ἔχει ἔνδυμα καὶ ἡ ψυχὴ, τὴν ἀρετήν. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη· οὐ περὶ αἰσθητῶν ἱματίων λέγουσα ἡ Γραφὴ, ἀλλὰ περὶ τῶν τῆς ἀρετῆς. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς. Τί οὖν; Διπλοῦς ὁ ἄνθρωπος, καὶ διπλῆ ἡ οὐσία· καὶ δεῖται ἡ ψυχὴ λόγου διδάσκοντος, νοοῦντος, ἀπωθουμένου τὰ πάθη, διορθοῦντος τὰ τραύματα. Μὴ τοίνυν τὴν αἰσθητὴν μόνον προσέχωμεν τράπεζαν, ἀλλὰ καὶ τὴν νοερὰν ὑμῖν παραθῶμεν ἀπὸ τῶν Παύλου ῥημάτων τὴν ἑστίασιν ὑμῖν ἐργαζόμενοι, καὶ τὸν σκηνοποιὸν εἰς μέσον ἄγοντες, τὸν ἰδιώτην, τὸν ἀμαθῆ, τὸν τῆς οἰκουμένης διδάσκαλον, τὸν τοῖς δαίμοσι φοβερὸν, τὸν νοσήματα ἐλαύνοντα, τὸν ἄνω καὶ κάτω περιτρέχοντα, τὸν εἰς παράδεισον ἐλθόντα, τὸν εἰς τρίτον ἀνελθόντα οὐρανὸν, τὸν ἐν τῇ τέχνῃ τοσαύτην ἔχοντα τὴν χάριν, τὸν οὐ παρὰ τῆς τέχνης διακωλυόμενον, ἀλλ' ἐπιτήδευμα μεταχειρίζοντα, καὶ λάμποντα τοῖς κατορθώμασιν. Ἄγωμεν αὐτὸν εἰς τὸ μέσον· οὐ γὰρ λαμβάνω αὐτοῦ κόρον τῶν ἐγκωμίων. Ἐραστὴς αὐτοῦ εἰμι τοῦ κάλλους· οὐ γάρ ἐστι σωματικὸν, ἵνα σήπηται, ἀλλὰ πνευματικὸν μηδέποτε μαραινόμενον. Τὸ σῶμα διελύθη, καὶ ἡ μορφὴ λάμπει ὑπὲρ τὸν ἥλιον. Ὁ ἥλιος ἄνω τρέχει, Παῦλος κάτω ἀντιτρέχει· ὁ μὲν αἰσθητὸν φαίνων φῶς, ὁ δὲ νοερὸν εἰς τὰς ψυχὰς εἰσάγων· ὁ μὲν ἐν νυκτὶ παραχωρῶν, ὁ δὲ καὶ ἐν νυκτὶ λάμπων. Ἔλαβε βασιλέας, καὶ εὐσεβείας ἐνέπλησεν· ἔλαβε γυναῖκας, καὶ ἀνδρῶν ἀνδρειοτέρας κατέστησεν· ἔλαβε νέους, καὶ γεγηρακότων συνετωτέρους κατεσκεύασεν· ἑκατέραν φύσιν, πᾶσαν ἡλικίαν κατώρθωσεν ὁ σμίλην ἔχων, ὁ δέρματα ῥάπτων· οὐ γὰρ παύσομαι συνεχῶς αὐτοῦ λέγων τὴν τέχνην. Νύμφη παρεσκευασμένη, βασιλέων σεμνότερος, πλουσίων εὐπορώτερος, στρατιωτῶν δυνατώτερος, τειχῶν ἀσφαλέστερος· λύρα ἡ γλῶσσα, μέλιτος γλυκύτερος, θαλάσσης βαθύτερος, οὐρανοῦ ὑψηλότερος, πυρὸς θερμότερος, σιδήρου τομώτερος· Θεοῦ τὴν χάριν ἔχων, ναὸς τοῦ Θεοῦ, στόμα τοῦ Χριστοῦ, λύρα τοῦ Πνεύματος, τῶν κατηχουμένων κήρυξ, τῶν πιστῶν παιδοτρίβης, πανταχοῦ περιερχόμενος, τεῖχος μηδέποτε καταπῖπτον, ἐπιστολαὶ τὴν οἰκουμένην νικῶσαι καὶ τὴν κιβωτόν.