Ancient Greek · ~26 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Sufficit tibi gratia mea [Sp.] 2.1
Not analysed yet
Καθάπερ γὰρ Νῶε σανίδας ῥάψας κιβωτὸν εἰργάσατο, οὕτω καὶ Παῦλος ἐπιστολὰς γράψας κατεσκεύασε κιβωτὸν νοεράν· αὕτη ἐκείνης βελτίων. Ἡ μὲν γὰρ ἐλάμβανε τὰ ἄλογα, καὶ ἐτήρει τὰ ἄλογα· αὕτη δὲ λαμβάνει τὰ ἄλογα, καὶ μεταβάλλει. Οἷόν τι λέγω· Εἰσῆλθεν εἰς τὴν κιβωτὸν λύκος, καὶ ἐξῆλθε λύκος· εἰσῆλθεν εἰς τὰς Παύλου ἐπιστολὰς λύκος, καὶ ἐξῆλθε πρόβατον· εἰσῆλθε μάγος, καὶ διωρθώθη· εἰσῆλθεν ὕπατος, καὶ βελτίων ἐγένετο. Καὶ ἐκείνη μὲν ἡ κιβωτὸς τὸν Νῶε διέσωσε μόνον μετὰ δύο ἢ τριῶν ὀνομάτων· αὕτη δὲ ἡ κιβωτὸς τὴν οἰκουμένην ἐσαγήνευσε. Πανταχοῦ πλέει καθ' ἑκάστην ἡμέραν, καὶ αἱ σανίδες οὐ διαλύονται· οὐ γὰρ πίςσῃ, ἀλλὰ Πνεύματί εἰσι κεχρισμέναι. Ἀπῆλθεν ὁ Νῶε ἐξ αὐτῆς, καὶ αὐτὴ πλέει· ἀπέθανε Παῦλος, καὶ ἡ κιβωτὸς ζῇ· καθ' ἑκάστην ἡμέραν σαγηνεύει, καὶ οὐ καταποντίζεται· ἔχει γὰρ τοῦ κυβερνήτου τῆς οἰκουμένης τὴν χάριν αὐτὴν κατέχουσαν. Ἐπεὶ οὖν τοιαῦται αἱ ἐπιστολαὶ, τοιαῦται αἱ σανίδες, τοιαύτη ἡ σωτηρία, φέρε δὴ τὴν γλῶτταν ἐνταῦθα ἀφήσωμεν, μίαν λέξιν ὑμῖν ἑρμηνεύοντες, καὶ πᾶσαν τὴν ὁμιλίαν εἰς ταύτην ἀναλίσκοντες. Τοιαύτη γὰρ ἡ τῶν Γραφῶν περιουσία. Καθήμενος γὰρ καὶ ἀκούων αὐτοῦ λέγοντος, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν· εἶτα προϊόντος καὶ λέγοντος· Ἐν τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ἐφοβήθην, μή τις τῶν ἀκουόντων ἀγνοῶν τὸ νόημα, ἁπλουστέρως σκανδαλισθῇ, ἀνάγκην ἐποιησάμην ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγεῖν, καὶ διαψηλαφῆσαι οὕτως. Εἴτε γὰρ ἠγνόει τις, σαφὲς ἔσται· εἴτε μὴ, γνωριμώτερον καὶ εὔληπτον ἔσται· ὁ μὲν γὰρ εἰδὼς, ἀναμνησθήσεται· ὁ δὲ μὴ εἰδὼς, μαθήσεται. Καὶ γὰρ πολλῶν ἤκουσα τὸ νόημα ἀγνοούντων καὶ λεγόντων, ὅτι παρεδόθη τῷ Σατανᾷ ὁ Παῦλος. Τί λέγεις, εἰπέ μοι; Παρεδόθη, φησὶ, τῷ Σατανᾷ, ἵνα τὴν κεφαλὴν αὐτοῦ πλήξῃ· καὶ κεφαλαλγίαν αὐτῷ ἐνέβαλεν ὁ διάβολος. Τοῦτο ὅλον; τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν παραδείσου πολίτην, τὸν ναὸν τοῦ Χριστοῦ, ὅπερ ἔφην, τὴν λύραν τοῦ Πνεύματος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν τὴν οἰκουμένην διαδραμόντα, τὸν τὰς ἀκάνθας τῶν ἁμαρτημάτων ἀνασπάσαντα, τὸν τὰ σπέρματα τῆς εὐσεβείας ἐμβαλόντα, τὸν ἐν γῇ τρέχοντα, τὸν ἐν θαλάσσῃ ἀγωνιζόμενον, τὸν νυχθήμερον ἐν τῷ βυθῷ πεποιηκότα, τὸν ἐν δεσμωτηρίοις στεφανούμενον, τὸν ἐν δικαστηρίῳ τρόπαιον στήσαντα, τὸν πᾶσαν ἐπιδραμόντα τὴν οἰκουμένην, τὸν ἄϋπνον ἐκεῖνον, οὗ τὰ ἱμάτια νόσους ἐφυγάδευσεν, οὗ ἡ ζωὴ θάνατον δραπετεύειν παρεσκεύασε, τοῦτον ὑποχείριον ὁ διάβολος εἶχε; Καὶ μὴν τὸ ἐναντίον ἀκούω ποιοῦντα. Ἐπόρνευσέ τις παρὰ Κορινθίοις· ἤκουσεν ὁ Παῦλος, καὶ τί φησι; Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ τοῦ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου συναχθέντων ὑμῶν ἁπάντων, καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Ἐννόησον ἐξουσίαν Παύλου· τὸν πεπορνευκότα παρέδωκε τῷ Σατανᾷ, ἵνα πλήξῃ αὐτὸν ὁ Σατανᾶς, ἵνα ἡ κόλασις αὐτῷ αὕτη καθάρσιον γένηται τοῦ ἁμαρτήματος. Ὅτι γὰρ τοῦτο ἐγένετο, ἐν τῇ δευτέρᾳ ἐπιστολῇ λέγει· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Σὺ παρέδωκας τῷ Σατανᾷ, καὶ σὺ λέγεις. Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ; Οὐ γὰρ οἶδε, φησὶ, μέτρον ὁ Σατανᾶς. Παρέδωκα ὅτε ἔδει, ἀπολαμβάνω ὅτε χρή· παρέδωκα ὡς δημίῳ τῷ Σατανᾷ, ἵνα μόνον ἀποσμηχθῇ ὁ ἡμέτερος ἄνθρωπος· λάβωμεν αὐτόν. Ἐὰν γὰρ ἐπὶ πλεῖον ἀφῶμεν αὐτὸν, πλεονεκτούμεθα ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ οἶδε μέτρον ὁ Σατανᾶς. Παρέδωκα, ἵνα διορθώσηται ἑαυτόν· ἐὰν δὲ ἀφῶμεν αὐτὸν, ἀποκτενεῖ αὐτὸν ὡς τὸν Ἰούδα[ν]. Διὰ τοῦτο λέγει· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Τί κάλλιστα εἶπεν; Οὐκέτι τοῦ Σατανᾶ ἐστιν· οὐ γὰρ ἐν πορνείᾳ ἐστὶν, ἀλλ' ἐν μετανοίᾳ· μὴ οὖν τὸ ἐμὸν λάβῃ ἐκεῖνος. Ὅτε ἦν ἐκείνου, ἔδωκα αὐτῷ, ἵνα ἐμὸν γένηται τὸ ἐκείνου. Ὢ σοφία Παύλου. διὰ τοῦ λύκου τὸ πρόβατον ἔσωσε· διὰ τοῦ πειρατοῦ τὸν ναύτην ναυαγήσαντα ἀνιμήσατο· διὰ τοῦ πολεμίου τὸν στρατιώτην εἰς τάξιν ἐπανήγαγεν. Ἀντὶ φαρμάκου πικροῦ κέχρημαι τῇ τοῦ διαβόλου πληγῇ. Εἰ μόνον παιδεύσει, ἀφίσταμαι αὐτοῦ. Κολαζέτω ἐκεῖνος, ἵνα αἴσθηται τί εἰργάσατο ὁ πεπορνευκώς. Ὅταν ἀποσμήξῃ τὸ ἁμάρτημα, ὅταν ἀποσμήξῃ τὴν σηπεδόνα, καὶ ἐκκαθάρῃ τὸ τραῦμα, τότε ἰσχυρὰ δείκνυται ἡ ψυχή. Οὐκ ἀφίημι τὸ χρυσίον ἐν τῷ πυρί· ἵνα μὴ φρυγῇ, ἀνιμῶμαι αὐτό. Τοῦτο γάρ ἐστι τοῦ σοφοῦ, εἰδέναι τὸ μέτρον, πόσον δοῦναι τῷ πυρὶ, καὶ πόσον λαμβάνειν. Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὁ τοίνυν τὰ νοήματα αὐτοῦ ἐπιστάμενος, ὁ τοσαύτην ἔχων ἐξουσίαν, ὡς καὶ ὅρους αὐτῷ τιθέναι καὶ χρόνου καὶ μέτρου· χρόνου μὲν, ἁρπάζων παρ' αὐτοῦ αὐτόν· μέτρου δὲ, παραδιδοὺς τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Ἐπειδὴ γὰρ ἀκόρεστον τὸ θηρίον, καὶ οὐδέποτε λαμβάνει πλησμονὴν ἀπὸ τῶν ἡμετέρων σαρκῶν, ἵνα μὴ καθάπαξ ἀποκτείνῃ αὐτὸν, διὰ τοῦτο λέγει, Εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα μὴ τῆς ψυχῆς αὐτοῦ ἅψηται· ὅπερ ὁ Θεὸς λέγει τῷ Ἰὼβ, Ἄπελθε, πλῆξον αὐτοῦ τὴν σάρκα, τῆς δὲ ψυχῆς αὐτοῦ μὴ ἅψῃ, καὶ ὅρους τίθησι τῷ διαβόλῳ ὁ Θεός. Οὕτω καὶ ὁ δοῦλος τοῦ Θεοῦ, τῇ δυνάμει τοῦ Θεοῦ τὸν Δεσπότην μιμούμενος, ἀπόφασιν αὐτῷ δίδωσιν, ἣν ὑπερβῆναι ὁ διάβολος οὐκ ἐτόλμησεν. Εἰ γὰρ ὑπερέβη, πρὸς Παῦλον ἴσχυσεν· ἐπεὶ καὶ τότε, ὅτε ἦν ἐν τῷ δεσμωτηρίῳ, τοιοῦτόν τι ἐργάσασθαι ἐβουλήθη ὁ διάβολος. Ἐπειδὴ γὰρ τὸ δεσμωτήριον ἐσαλεύθη, ἐπειδὴ τὰ δεσμὰ ἐλύθη, ἐπειδὴ ὁ δεσμοφύλαξ ἔξυπνος ἐγένετο, ἔλαβε μάχαιραν, ἵνα ἀνέλῃ ἑαυτὸν, τοῦ διαβόλου κατεπείγοντος ἀναιρεθῆναι αὐτόν. Ἐπειδὴ γὰρ ἔνδον ἦν ὁ ποιμὴν, ἵνα μὴ τὸ πρόβατον σωθῇ, ἦλθεν ὁ λύκος θηριάλωτον ποιῆσαι τὸ πρόβατον. Ἀλλ' ὁ ποιμὴν, καίτοι δεδεμένος, κατέσχε, λέγων· Μηδὲν ποιήσῃς σαυτῷ κακόν. Ὢ φιλανθρωπία ποιμένος. δέδεται, καὶ τὸν δήσαντα ἐλεεῖ· ἀφῆκε τὰ ἑαυτοῦ, καὶ τὰ ἐκείνου μεριμνᾷ. Μηδὲν ποιήσῃς σεαυτῷ κακόν. Ὁρᾷς τὰς θύρας ἀνεῳγμένας, ἀλλ' ἐγὼ εὐγνώμων οἰκέτης· ἠνεῳγμέναι αἱ θύραι, ἀλλὰ μένω ἔνδον· ἕως ἄν σε διασώσω, οὐκ ἐξέρχομαι. Διὰ τοῦτο εἰσῆλθον, ἵνα λύσας σε τῶν σειρῶν, ἀπαλλάξω σε ἁμαρτημάτων. Σὺ ἔδησας, ἐγὼ λύω, Μηδὲν ποιήσῃς σαυτῷ κακόν· πάντες γάρ ἐσμεν ἐνθάδε. Τί οὖν; Ὁ λύκος εἱστήκει βουλόμενος ἀποκτεῖναι, τὸ ξίφος ὠθῶν κατὰ τοῦ δεσμοφύλακος· ὁ ποιμὴν ἐβόησεν· ἤκουσεν ὁ λύκος, ἀφῆκε τὸ πρόβατον. Ἔλαβεν ὁ ποιμὴν θηριάλωτον μέλλον γενέσθαι. Καὶ τί ποιήσω, φησὶν, ἵνα σωθῶ; Βαπτίσθητι εἰς τὸ ὄνομα Χριστοῦ. Βαβαὶ, πῶς εὔκολος ἡ σωτηρία, ἄφατος ἡ φιλανθρωπία. Τὸν δεσμοφύλακα ἔσωσεν ὁ δεσμώτης, τὸ δεσμωτήριον ἐκκλησίαν εἰργάσατο. Πότε, φησὶ, βαπτισθῶ ἵνα σωθῶ; Ἡ φυλακὴ οὐ κωλύει, ὁ τόπος οὐκ ἐμποδίζει· χάρις ἐστὶν ἡ οὐ τόπου δεομένη, οὐ καιροῦ χρῄζουσα· γενέσθω καὶ τὸ δεσμωτήριον ἐκκλησία.