Ancient Greek · ~42 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Sufficit tibi gratia mea [Sp.] 4.1
Not analysed yet
Προσέχετε μετὰ ἀκριβείας, ἵνα εἰδῆτε καὶ τὸν λέγοντα κάμνοντα, καὶ Παῦλον ἀνθρώπινα πάσχοντα. Ἐπειδὴ γὰρ ὁ Χριστὸς ἀνέβη, καὶ τὸ κήρυγμα αὐτοῖς ἐνεχείρισε καὶ τὴν πρεσβείαν τὴν καλήν. Ὁ γὰρ Χριστὸς πρεσβευτὴς ἦλθε πρὸς ἡμᾶς παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς πρεσβεῦσαι εἰρήνην. Πόλεμος γὰρ ἦν ἀνθρώποις πρὸς τὸν Θεόν· καὶ ἔπεμψε πρεσβευτὴν, οὐ δοῦλον, ἀλλὰ Υἱόν. Ὢ κηδεμονία τοῦ ἀποσταλέντος. ὢ φιλανθρωπία τοῦ ἀποστείλαντος. Ἀποστείλαντος καὶ ἀποσταλέντος ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ' οἰκονομίας συγκατάβασιν. Εἰ γὰρ καὶ μεθ' ἡμῶν ἦν, ἀλλὰ καὶ παρὰ τῷ Πατρὶ ἦν. Καὶ Παῦλος λέγει· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καταλλάγητε τῷ Θεῷ. Ὑπὲρ Χριστοῦ πρεσβεύεις; Πάνυ. Καὶ ποῦ ὁ πρεσβευτής; Ἀπῆλθε. Ποῦ ἀπῆλθε; Πρὸς τὸν Πατέρα. Διὰ τί; Βλέπε πράγματα καινότερα. Ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅταν ἔθνος πρὸς ἔθνος πρεσβεύῃ, ὁ πρεσβευτὴς ἀδείας ἀπολαύει τῷ νόμῳ τῆς πρεσβείας· ἐὰν δὲ πάθοι τι ὁ πρεσβευτὴς, πόλεμος κινεῖται μέγας μεταξὺ τῶν ἐθνῶν. Ἐπὶ τοῦ Θεοῦ τὸ ἐναντίον ἐγένετο. Ἦλθε παρὰ τοῦ Πατρὸς πρὸς ἀνθρώπους, ἐσφάγη ὁ πρεσβευτὴς, καὶ τότε γέγονεν εἰρήνη. Ἀλλ' οἱ πρέσβεις ἐρχόμενοι δῶρα φέρουσι, καὶ δῶρα λαμβάνουσι. Τί οὖν; ποῖον ἦλθε φέρων δῶρον ἐμοὶ, καὶ τὸ δῶρον παράδοξον; Ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος, καὶ τὸ δῶρον παράδοξον. Τὸ αἷμα αὐτοῦ ἦλθε φέρων δῶρον, τὸ σῶμα αὐτοῦ ἦλθε φέρων δῶρον. Καὶ τί παρ' ἐμοῦ ἔλαβε δῶρον; Πίστιν. Καὶ τίς ταύτης μοι ἔδωκε χάριν; Ἐπίστευσα ἐγὼ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα. Εἶδες πραγμάτων εὐκολίαν; εἶδες καταλλαγῆς τάχος; Ὁ πρεσβευτὴς ἐπειδὰν ἔλθῃ πρὸς ἔθνος, οὐ καταξιοῖ ἀγοραίῳ ἤ τινι τῶν πενήτων διαλεχθῆναι, ἀλλ' εὐθὺς ὄρθριος πρὸς βασιλέα εἰσέρχεται. Οὗτος ὁ πρεσβευτὴς ἦλθε, καὶ εὐθέως πόρνῃ διελέχθη, λῃστῇ, καὶ μάγῳ, καὶ τελώνῃ. Εἶδες πρεσβευτοῦ φιλανθρωπίαν; Οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν, ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν· καὶ ἦλθε τὸ ἱμάτιον τὸ ἐμὸν περιβεβλημένος, ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος σοβήσῃ τὴν θήραν· ἀλλ' ἦλθε πρὸς ἄνθρωπον ὡς ἄνθρωπος. Ἐπειδὴ τοίνυν ἦλθεν, ἀνήγαγεν ἡμῶν τὴν ἀπαρχὴν, καὶ καλέσας τοὺς ἀποστόλους, τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε· Λάβετε τὴν πρεσβείαν. Ἡμεῖς πῶς δυνάμεθα, δέομαί σου; Λάβετε Πνεῦμα ἅγιον. Σὺ ἐσφάγης, καὶ ἡμεῖς τί ἔχομεν παθεῖν; Λάβετε Πνεῦμα ἅγιον, καὶ, Ἐγὼ μεθ' ὑμῶν εἰμι, Μεθ' ὑμῶν, ὅτι πρεσβεύω· οὐ γὰρ ἐγκατέλιπον ὑμᾶς. Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε. Καὶ τί θαυμάζεις, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς ὁ Πατὴρ πρεσβεύει; Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Ὁ ὑβρισθεὶς παρακαλεῖ. Ἵνα τί; Καταλλάγητε τῷ Θεῷ. Ὢ φιλανθρωπία. ὢ ἀγαθότης ἄφατος. Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν τοῖς ἀποστόλοις ἐνεχείρισε· τὰ δὲ πράγματα ἦν ἀδιόρθωτα, καὶ ἡ οἰκουμένη ἀκανθῶν ἔγεμε, καὶ ἀσέβεια ἐτυράννει, καὶ ἡ κακία ἐκράτει, καὶ βωμοὶ ἀνήπτοντο, καὶ κνίσσα ἐμόλυνε, καὶ αἵματα ἐξεχεῖτο, καὶ φύσις ἐπατεῖτο, καὶ ὠδῖνες κατεφρονοῦντο, καὶ νόμοι καὶ θεσμοὶ καινοὶ παρελύοντο, καὶ θυγατέρας αὐτῶν καὶ υἱοὺς αὐτῶν τοῖς δαιμονίοις ἔθυον· καὶ τὰ ἄλλα πάντα ἦσαν πανηγύρεις, καὶ ῥητόρων χοροὶ, καὶ φιλοσόφων σύλλογοι, καὶ δαιμόνων βακχεῖαι, καὶ διαβόλου δύναμις, καὶ ξίφη ἠκονημένα, καὶ πανταχοῦ κρημνοὶ, καὶ πανταχοῦ σκόπελοι, καὶ συνήθεια ἡ κρατοῦσα, καὶ ὠδῖνες πατέρων, καὶ ἡ προγόνων ἀσέβεια, ὁδὸν ἡδονῆς ἔχουσα, καὶ νόμοι βασιλέων διεφθαρμένοι, καὶ δοῦλοι καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἰδιῶται, καὶ πλούσιοι καὶ πένητες, πάντες ἀσεβείᾳ συμπεπλεγμένοι, καὶ πολλὰ ἔχοντες τὰ μηχανήματα· οἱ δὲ ἀπόστολοι πάντες ἦσαν δώδεκα, μᾶλλον δὲ ἕνδεκα· ὁ γὰρ εἷς θηριάλωτος γέγονεν· ἦσαν οὖν ἕνδεκα. Ὁ τοίνυν Παῦλος οὐ λόγων δύναμιν κεκτημένος, οὐ χρημάτων περιουσίαν ἔχων, οὐ γλῶτταν ἠκονημένην, οὐ πατρίδος μέγεθος, οὐ γένους περιφάνειαν, οὐ σώματος ἰσχὺν, γυμνὸς, μεμονωμένος, ἰχθύων ἀφωνότερος, ἄσημος ἐξ ἀσήμων, ἰδιώτης, ἀμαθὴς, καὶ περιήρχετο σπείρων κατὰ τὴν οἰκουμένην τὰ σπέρματα τῆς εὐσεβείας, καὶ πάντες ἀντέπιπτον· καὶ ὁ μὲν ἐνέβαλ[λ]ε, καὶ ἐμαστίγου· ὁ δὲ ἐλάμβανε, καὶ εἰς δεσμωτήριον εἷλκεν· ὁ δὲ ἐλάμβανε, καὶ εἰς τήγανα ἐνέβαλλεν, ὁ δὲ ἐσκανδάλιζε· καὶ μυρίοι πόλεμοι. Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Διάκονοι Χριστοῦ εἰσι; Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτὸς, ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὁ ἀδελφὸς ἔπιπτεν, οὗτος ἤλγει· ἐχθρὸς ἐπεβούλευ[ς]εν, οὗτος ἔπασχεν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ. Πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ποῦ ἤμελλεν ἀρκεῖν τοῖς ἔξω, τοῖς ἔσω, ταῖς μάστιξι, ταῖς λύπαις, τῇ θαλάσσῃ, τοῖς κινδύνοις, τοῖς δεσμωτηρίοις, ταῖς ἀπαγωγαῖς, τηγάνοις, ἐπιβουλαῖς, δήμοις, βασιλεῦσιν, οἰκείοις, ἀλλοτρίοις, ψευδαδέλφοις ἐπιβουλεύουσιν, ἀδελφοῖς ἀσθενοῦσιν, ἀλλοτρίοις ἀπερχομένοις, τοῖς οἰκείοις, τοῖς σκελιζομένοις; ποῦ ἤρκει τὸ σῶμα; ποῦ ἤρκει ἡ ψυχή; Ἅλυσιν περιέκειτο, δεσμωτήριον ᾤκει, ἐπιστολὰς ἔγραφεν· ἔνθεν ἐξεβάλλετο, ἐκεῖθεν ἐπεβουλεύετο· ἔνθεν ἄγγελοι Σατᾶν, ἐκεῖθεν ἄγγελος Σατᾶν, πολλοὶ ἄγγελοι τοῦ Σατᾶν, οἱ μὲν εἰς δεσμωτήριον, οἱ δὲ εἰς δικαστήρια. Οὐκ ἤρκει, ἀπώλλυτο, ἡ ψυχὴ διεκόπτετο. Τοὺς κύνας οὐχ ἑώρα, καὶ ἐδάκνετο, ἐπεβουλεύετο πανταχόθεν. Προσέρχεται τῷ Θεῷ, καὶ λέγει αὐτῷ· Δέομαί σου, ἀναπνεύσω μικρόν. Ποῦ ἀρκέσω; Ὁ ἄγγελος τοῦ Σατᾶν βάλλει με, οἱ ἐχθροὶ, οἱ ἐπίβουλοι, οἱ Ἕλληνες, οἱ Ἰουδαῖοι, ψευδάδελφοι, ἀσθενεῖς ἀδελφοί· ὠδίνω, καὶ γίνεται ἔκτρωμα· οὐ γεννῶ; καὶ ἄλλοι ἐπιβουλεύουσι· σήμερον εἰς δεσμωτήριον, εἰς θάλασσαν αὔριον, μετ' αὐτὰ εἰς πέλαγος, εἶτα εἰς λιμὸν, εἰς δῖψαν, εἰς γυμνότητα, εἰς τήγανα, εἰς καμίνους, εἰς ὁδούς. Ποῦ ἀρκέσω; Μία ψυχὴ, ἓν σῶμα. Δέομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι. Οὐδὲν αὐτῷ ὁ Θεὸς ἀπεκρίνατο. Προσῆλθεν αὐτῷ δεύτερον· Ἄνες μοι, δέομαί σου, ἀναπνεύσω μικρόν· ἄνθρωπός εἰμι εἷς, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας· ἄνθρωπός εἰμι εἷς, καὶ πάντες πανταχόθεν βάλλουσι βέλη. Προσῆλθεν αὐτῷ ἅπαξ, καὶ λέγει αὐτῷ· Δέομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι. Οὐδὲν αὐτῷ ἀπεκρίνατο ὁ Θεός. Προσῆλθεν αὐτῷ δεύτερον ναυτιῶν· καθάπερ γὰρ παγκρατιαστὴς μυρίους ἔχων δάκνοντας καὶ βάλλοντας τὴν κεφαλήν. Οὐκ ἀπεκρίνατο αὐτῷ τὸ δεύτερον. Προσῆλθεν αὐτῷ τὸ τρίτον· τότε αὐτῷ ἀπεκρίνατο. Διὰ τί ἡ ἀναβολή; Ἵνα σὺ παιδευθῇς ἐκ πρώτης μὴ ἀναχωρεῖν· ἵνα σὺ παιδευθῇς, κἂν αἰτήσῃς τι τῶν ἀσυμφόρων, καὶ τὸ ἐναντίον λάβῃς, μὴ λυπηθῆναι. Αἰτεῖς πολλάκις, ὃ νομίζεις συμφέρειν, οὐ συμφέρει δέ. Ὁ Θεὸς οὐ τοῖς δάκρυσί σου προσέχει, ἀλλὰ τῇ δυστυχίᾳ. Ἐπεὶ καὶ παιδίον πολλάκις αἰτεῖ παρὰ τῆς μητρὸς ἄρτον· ἀλλ' εἴ τι βλαβερὸν, ὃ οὐ δεῖ αἰτῆσαι, οὐ δίδωσιν ἡ μήτηρ, οὔτε τῇ ὀδύνῃ προσέχει, ἀλλὰ τῇ ὠφελείᾳ. Καὶ ἰατρῷ παρενοχλεῖ συνεχῶς ὁ πυρέττων προσδοθῆναι αὐτῷ ψυχρὸν, καὶ οὐ δίδωσιν ὁ ἰατρός· οὐ γὰρ τῇ πρὸς τὸ παρὸν βλαπτούσῃ ἐπιθυμίᾳ προσέχει, ἀλλὰ τῇ πρὸς τὸ μέλλον λυσιτελούσῃ ὑγείᾳ. Οὕτω καὶ ὁ Παῦλος συμφέρον οὐκ ᾔδει αἰτῆσαι. Ποίαν ἡμεῖς συγγνώμην ἔχομεν· εἰ μὲν ἀπονοηθεὶς προσῆλθεν αὐτῷ, λέγει αὐτῷ· Ἀναπνεύσω μικρὸν, ἀνεθῶ τῶν κινδύνων, δός μοι ἄδειαν μικράν· μόνος εἰμὶ, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας. Ἅπαξ προσῆλθεν αὐτῷ, καὶ οὐδὲν εἶπε· δεύτερον προσῆλθε, τρίτον προσῆλθεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα. Ἵνα τί; Ἵνα ἀποστῇ ἀπ' ἐμοῦ ὁ ἄγγελος τοῦ Σατᾶν, οἱ ἀντικείμενοι. Τί ἐστιν; Ἵνα ἀπραγμόνως τὸ κήρυγμα κηρύξω, ἵνα μὴ ἔχω ἐπίβουλον, ἵνα μὴ ἔχω ἐχθρὸν, ἵνα μὴ μάστιγες, ἵνα μὴ κίνδυνοι, ἵνα μὴ δεσμωτήρια, ἵνα μὴ ἀπαγωγαὶ, ἵνα μὴ γυμνότης. Τούτῳ προσέρχομαι, τοῦτο παρακαλῶ. Ἔκαμ[ν]ον, ἐπόνησα, ἐταλαιπωρήθην, πανταχόθεν ἐβλήθην. Τί οὖν αὐτῷ λέγει ὁ Θεὸς, εἰπέ μοι; Ὁ Θεὸς οὐκ ἐπένευσε τῇ αἰτήσει αὐτοῦ, οὐκ ἔδωκεν ὅπερ ᾔτει· ἀλλ' εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀρκεῖ σοι ἡ χάρις μου. Ταῦτα βλέπεις, ἃ πάσχεις· ἃ ποιεῖς, οὐ βλέπεις· ἃ ποιοῦσιν εἰς σὲ οἱ ἐχθροὶ, βλέπεις· ἃ ποιῶ ἐγὼ εἰς σὲ, οὐ βλέπεις. Μαστίζουσί σε ἐκεῖνοι, ἐγὼ χάριν δίδωμι. Εἰσῆλθες εἰς τὸ δεσμωτήριον, ἢ οὐκ εἰσῆλθες; Εἰσῆλθον· δέομαί σου. Εἶδες ἐκεῖ ἄγγελον Σατᾶν, ἢ οὐκ εἶδες; Εἶδον τὸν ἐμβάλλοντά με. Ἔδησέ σε, ἢ οὐκ ἔδησε; τί ἐποίησα ἐγώ; οὐκ ἔσεισα τοὺς τοίχους; οὐκ ἤνοιξα τὰς θύρας; οὐκ ἔλυσα τὰ δεσμά; οὐκ ἤγαγόν σοι αἰχμάλωτον τὸν δεσμοφύλακα; μή τί σε ἔβλαψεν ἄγγελος τοῦ Σατᾶν; οὐκ ὠφέλησέ σε ἡ παρ' ἐμοῦ χάρις; οὐ λαμπρότερον τὸ σημεῖον ἐποίησεν; Ἀρκεῖ σοι ἡ χάρις μου. Καὶ ταῦτα καὶ ἐκεῖνα ζητεῖς; Οὐ θέλεις μάστιγας· πῶς ζητεῖς σημεῖα; οὐ θέλεις κινδύνους· πῶς ζητεῖς θαύματα; Ὅτε μαστίζῃ, βλέπεις· ὅτε νεκρὸν ἐγείρεις, οὐ βλέπεις; ὅτε ἐῤῥάγη σου τὰ ἱμάτια, εἶδες· ὅτε τὰ ῥήματά σου νοσήματα δραπετεῦσαι ἐποίησεν, οὐκ εἶδες; ὅτε ἦλθες εἰς τὸ δικαστήριον δεδεμένος, εἶδες· ὅτε εἶπέ σοι ὁ Φῆστος, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, οὐκ εἶδες; Ἀρκεῖ σοι ἡ χάρις μου. Μέγα ὅπλον ἔλαβες, Πνεύματος δύναμιν νικῶσαν τὰς ἐπιβουλὰς, λαμπρότερόν σε ἐργαζομένην. Τί θέλεις; μηδὲν πάσχειν; Καὶ πῶς ἐδείκνυτό μου ἡ δύναμις; Ἐδείκνυτο μὲν, οὐχ οὕτω δὲ ὡς νῦν. Πῶς; Ἐπειδὴ γὰρ ὁ Παῦλος καὶ διὰ τοῦτο ἤλγει· Οὐαί μοι. βασιλείας κήρυξ εἰμὶ, τοῦ Χριστοῦ μαθητής εἰμι, ἀθάνατα ἐπαγγέλλομαι πράγματα· καὶ μαστίζομαι, ὑβρίζομαι, ἄγομαι· μὴ ἀθύμει διὰ τοῦτο· ταῦτά σε λαμπρότερον ποιεῖ· εἰ μὴ ἔπασχες ταῦτα, οὐκ ἦς οὕτω περιφανής. Εἰσῆλθες, εἰς τὴν φυλακήν. Εἰ μὴ ἐδέθης, ἀλλ' εἰσῆλθες ἁπλῶς, κατεῖχέ σε καὶ ἐξήγαγε· νῦν δὲ ἦς δεδεμένος, καὶ ἔλυσέ σε δεθέντα. Οἱ πόδες ἐν τῷ ξύλῳ, καὶ ἡ χάρις τοὺς τοίχους ἐσάλευσε. Ταῦτα λέγω, ἵνα μηδεὶς μηδὲ ταῖς περὶ ἡμᾶς ἐπιβουλαῖς ξενίζηται. Ταῦτα λέγομεν, οὐ Παύλῳ ἑαυτοὺς παρισοῦντες (οὐχ οὕτω μαινόμεθα), ἀλλ' ἵνα δείξωμεν, ὅτι καὶ εἰς ταπεινοὺς ὁ Θεὸς τὸ αὐτὸ ἐμβάλλει. Ἀρκεῖ σοι ἡ χάρις μου. Οὐκ ἐξεβλήθημεν. Ποῦ ἡ χάρις; Πλείων ὁ ἔπαινος γέγονεν, οὐ μύριοι ἐχθροὶ ἐπεβούλευσαν. Ποῦ ἡ χάρις; Πλείονες ἐρασταὶ κατέστησαν, οὐχ ὑμῶν με ἐζήτουν χωρῆσαι. Ποῦ ἡ χάρις; Καὶ Ἰουδαίους μοι προσέθηκαν. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μηδέποτε ξενίζου θλίψιν· συγκεκλήρωται τῷ Εὐαγγελίῳ θλίψις. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται. Πῶς μαστίζῃ, καὶ ἀπαλλάττεις τοὺς μαστίζοντας; ἐπιβουλεύῃ, καὶ περιγίνῃ τῶν ἐπιβουλευόντων; Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὃ οὖν ὁ Παῦλος ἤκουσε, τοῦτο θέλεις; τοῦτο ἀρκεῖ σοι; Ἵνα μαστίζωμαι, ἀτιμάζωμαι, ὑβρίζωμαι, τοῦτο θέλω. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμῷ. Ὢ εὐγνωμοσύνη οἰκέτου. Προσῆλθεν αὐτῷ ἀξιῶν ἀπαλλαγῆναι τῶν θλίψεων· ἐπειδὴ δὲ ἤκουσεν, ὅτι ὁ Δεσπότης αὐτοῦ οὐ θέλει μόνον, ἀλλὰ καὶ βούλεται τὸ ἐναντίον, Τοῦτό σοι δοκεῖ, ἵνα θλίβωμαι, καὶ ἐγὼ τοῦτο βούλομαι, καὶ ὑπὲρ τούτου χάριν ἔχω. Οὐκ εἶπε, Θέλω, μόνον, ἀλλ', Ἀρέσκομαι, βούλομαι, ἐπιθυμῶ μαστίζεσθαι, ἐλαύνεσθαι, στενοχωρεῖσθαι. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Διὰ τί· Ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.