Ancient Greek · ~32 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Sufficit tibi gratia mea [Sp.] 3.1
Not analysed yet
Ὢ πῶς οὐδὲ οὗτος οὐδαμοῦ τῆς τέχνης τῆς ἑαυτοῦ ἐπελάθετο. ἀλλὰ πανταχοῦ ἡλίευε, καὶ ἐν δικαστηρίῳ, καὶ ἐν θαλάσσῃ, καὶ ἐν νήσῳ, καὶ ἐν γῇ, καὶ ἐν ἐρήμῳ, καὶ ἐν οἰκουμένῃ. Ὁ μὲν γὰρ ἁλιεὺς, ἐὰν μὴ ἴδῃ θάλατταν, οὐχ ἁπλοῖ τὰ δίκτυα. Ἐπειδὴ δὲ οὗτος οὐκ αἰσθητὸς, ἀλλὰ νοερὸς, καὶ ἐν πλοίῳ ἡλίευε, καὶ ἐν ὄρει, καὶ ἐν πηγαῖς, καὶ ἐν ὁδοῖς, καὶ ἐν λειμῶσι, καὶ ἐν ποταμοῖς, καὶ οὐδεὶς τόπος κώλυμα ἐγένετο τῇ τέχνῃ Ἀλλ' ὅπερ ἔλεγον· κἂν γὰρ πολλὰς ποιήσωμαι τὰς διεξόδους, τοῦ ζητήματος οὐκ ἀποστήσομαι. Τί οὖν ἐστιν; Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν, ὡς ἐπιτάττειν τῷ διαβόλῳ, καὶ ὅρους αὐτῷ τιθέναι, καὶ μέτρον τοῦ σκάμματος· οὗτος τῷ διαβόλῳ παραδίδοται; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι Πατεῖτε Ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ; τί οὖν ἐστι τὸ εἰρημένον, Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ; Ὅλη ἡ ἄγνοια ὡς ἐπὶ πολὺ ἐντεῦθεν γίνεται τοῖς πολλοῖς, ἐκ τοῦ μὴ εἰδέναι τὰ ἰδιώματα τῶν λέξεων, μηδὲ τὰς ἑρμηνείας αὐτῶν. Τὸ, κολαφίζειν, τινὲς ἐπὶ κεφαλῆς ἔλαβον μόνον· κολαφισμὸς δὲ λέγεται κάκωσις, ταπείνωσις. Ἐκολάφισεν αὐτὸν ἐχθρὸς αὐτοῦ, Ἐταπείνωσε· Τόδε τὸ πρᾶγμα, ἐκολάφισεν, ἀντὶ τοῦ, Ἐταπείνωσεν· οὐ μόνον γὰρ ἐπὶ κεφαλῆς λέγεται. Καὶ αὐτὸς κέχρηται τῇ λέξει πάλιν. Ἐπειδὴ γὰρ ἰδιώτης ἦν, τῇ συνήθει λέξει κέχρηται εἰς παράστασιν τῶν νοημάτων. Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἐπηρεαζόμεθα παρὰ τῶν ἐχθρῶν, ἐπιβουλευόμεθα, κωλυόμεθα, ἐμποδιζόμεθα, ἀδικούμεθα, τουτέστι, Κολαφιζόμεθα, κακουχούμεθα, μαστιγούμεθα, δεινὰ πάσχομεν, ἐν δεσμωτηρίῳ ἐμβαλλόμεθα, ἀπαγόμεθα, ἐξοριζόμεθα, λιμῷ παραδιδόμεθα. Ὅλην οὖν ταύτην τὴν κάκωσιν κολαφισμὸν ἐκάλεσε καὶ ταπείνωσιν. Πρόσεχε, καὶ μὴ παραδράμῃς αὐτό· χρείαν ἔχω τῆς ἑρμηνείας ἐν τῷ καιρῷ. Τί οὖν; Σαφῶς παρέξωμεν. Κάτεχε τὴν ἑρμηνείαν ἣν εἶπόν σοι, πρόσεχε τοῖς λεγομένοις. Ὁ τοίνυν κολαφισμὸς, τουτέστιν, ἡ ταπείνωσις ἡ παρὰ τῶν ἐχθρῶν γινομένη, εἴτε διὰ δεσμωτηρίου, εἴτε δι' ἀπαγωγῆς, εἴτε διὰ δικαστηρίου, εἴτε διὰ λιμοῦ, εἴτε διὰ οἱουδήποτε πράγματος. Τί οὖν ἐστιν, Ἐν τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται; Πρόσεχε τίς ἐστιν οὗτος ὁ ἄγγελος τοῦ Σατᾶν. Οὐ γὰρ εἶπεν, Ἐδόθη μοι Σατανᾶς ἄγγελος, ἀλλ', Ἄγγελος Σατᾶν. Ἔθος τῇ Γραφῇ, ὃ πολλάκις μὲν εἴρηται, λεχθήσεται δὲ καὶ νῦν· Τὰ γὰρ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· διδάσκω γὰρ, οὐκ ἐπίδειξιν παρέχομαι λόγων· φυτεύω, οὐχ ἁπλῶς παρέρχομαι. Οὐκ εἰμὶ ὁδοιπόρος, ἀλλὰ σπόρον καταβάλλω. Ὁ μὲν γὰρ ὁδοιπόρος τρέχει, ἵνα τὴν ὁδὸν ἀνύσῃ· ὁ δὲ σπόρον καταβάλλων σκάπτει, εἶτα καταβάλλει τὸν κόκκον, εἶτα ἐπάγει τὴν γῆν, καὶ ἐν τῷ βάθει τίθησιν, ἵνα μὴ γυμνὸν προκείμενον τὸ σπέρμα γένηται πρόβολον τοῖς ἄνωθεν ὀρνέοις. Ὅπερ οὖν ὁ γεωργὸς ἐπὶ τῶν σπερμάτων, τοῦτο ἐγὼ ἐπὶ τῶν νοημάτων. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων εἰσὶ κόρακες, οὕτως ἐπὶ τῶν νοημάτων εἰσὶ δαίμονες καὶ διάβολοι, καὶ φροντίδες βιωτικαί. Διὰ τοῦτο αὐτὸ περιστέλλω, ἵνα ἐξελθὼν τῇ φροντίδι τῇ βιωτικῇ μὴ λάβῃ τοῦ διαβόλου. Ἐὰν μὲν γὰρ ἁπλώσω αὐτὸ, ἁρπάζεται· ἐὰν δὲ ἐν τῷ βάθει θῶ, διαφυλάττεται. Οὐ γὰρ χρεία καιροῦ, ἀλλὰ γνώμης· οὐ χρεία ὑετοῦ, ἀλλὰ προθυμίας. Μετὰ προθυμίας ἄκουσον, μετὰ σπουδῆς περίστειλον· καὶ οὐδεὶς αὐτὸ ἁρπάσαι δύναται. Τί οὖν ἔλεγον ἔθος τῇ Γραφῇ; Τὰ ὀνόματα πολλαχοῦ ἀπὸ τῶν τρόπων τιθέναι, καὶ μὴ ἀπὸ τῆς προσηγορίας ἐκείνης καλεῖν τὸν ἄνθρωπον, ἀφ' ἧς ἔθηκαν οἱ γονεῖς ἀπ' ἀρχῆς· ἀλλὰ ἀπὸ τῆς προσηγορίας ἐκείνης, ἀφ' ἧς ἡ κακία ἢ ἡ ἀρετὴ δίδωσιν. Οἷόν τι λέγω· Ἐὰν ἴδῃ τινὰ ἀναίσχυντον, κύνα αὐτὸν καλεῖ, οὐ τῷ ἰδίῳ ὀνόματι, ἀλλὰ τῷ ὀνόματι τῆς κακίας· ἐὰν ἴδῃ τινὰ ἅρπαγα, λύκον αὐτὸν καλεῖ, οὐ τῷ ὀνόματι τῶν γονέων, ἀλλὰ τῇ πονηρίᾳ τῆς προσηγορίας· ἐὰν ἴδῃ ἕτερον πονηροῦ ἀνθρώπου ἔργα πράττοντα, ἀπ' ἐκείνου τοῦ ὀνόματος αὐτὸν καλεῖ. Ἀλλ' ἵνα μὴ ἁπλῶς αὐτὸ ἀποφαίνωμαι, καὶ ἀπόδειξιν παρέχω τῶν λεγομένων, μάρτυρας ὑμῖν εἰσαγαγεῖν βούλομαι. Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ἐνταῦθα προσέχετε, Κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν. Τίσι ταῦτα; Τοῖς Ἰουδαίοις. Λαὸς πλήρης ἁμαρτιῶν. Λέγει αὐτῶν τὰς παρανομίας, τὰς ἁμαρτίας, τὸ ἀδιόρθωτον, τὴν τυραννίδα, τὴν τιμωρίαν. Ἀρχόμενος εἶπε, Κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ· καὶ πάλιν λέγει, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, ὁ λαὸς Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοι ἐστί. Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου. Ποῖα σάββατα μεμίσηκε; ποίας νουμηνίας; ποῖα θυμιάματα; ποίους ταύρους; ποῖα πρόβατα; Σοδομηνοὶ οὐδὲν τούτων ᾔδεισαν· οἱ ἐν Σοδόμοις πρὸ Μωϋσέως ἐγένοντο. Σοδομηνοὶ πρὸ τοῦ Ἀβραὰμ ἦσαν, Σοδομηνοὶ ἀπὸ Λὼτ ἦσαν, Σοδομηνοὶ ἀπώλοντο. Σοδομηνοῖς διαλέγεται τοῖς καυθεῖσι, τοῖς ἀπολωλόσιν; Ἐνταῦθα εἶπε, Κατὰ Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ· ἦλθεν ἐπὶ Σόδομα· ἔδωκε δίκην. Τίνι διαλέγεται; Ἀνακόλουθα τὰ εἰρημένα, ἐὰν μὴ ἴδῃς τὴν ἑρμηνείαν τῶν λέξεων· ἐὰν δὲ μάθῃς, εὑρίσκεις τὴν ἀκολουθίαν. Οὐ γὰρ Σοδομηνοῖς διαλέγεται, ἀλλὰ Ἰουδαίοις, Σοδομηνοὺς αὐτοὺς καλῶν. Ἐπειδὴ τὸν τρόπον αὐτῶν ἐκληρονόμησαν, καὶ τὸ ὄνομα αὐτοῖς ἐπιτίθησι. Σοδομηνοὶ, οἱ τὰ ἐκείνων ἀκούοντες. Πάλιν ἀλλαχοῦ· Κύνες ἐνεοὶ οἱ Ἰουδαῖοι, οὐ δυνάμενοι ὑλακτεῖν· οὐκ ἐπειδὴ εἰς κύνα μετέπεσαν τὴν φύσιν, ἀλλ' ἐπειδὴ εἰς κύνας τὴν προαίρεσιν. Ἰωάννης ὁ τῆς ἐρήμου πολίτης, τὸ φρόνημα τὸ ὑψηλὸν, ἡ γνώμη ἡ ἀχείρωτος, ὁ κάτω βαδίζων, καὶ τῆς οὐρανίας ἁψῖδος ἁπτόμενος, ὁ τῆς στείρας καρπὸς, ἡ τῆς ἀφωνίας τοῦ πατρὸς λύσις, ἡ φωνὴ τοῦ ἀφώνου, ὁ ἐν τῇ ἐρήμῳ βοῶν, ἐν τῇ μήτρᾳ (ἡ γὰρ μήτρα ἔρημος, στεῖρα γὰρ ἦν), ὁ διπλοῦς κήρυξ, καταφρονῶν παίδων, κατεξανιστάμενος τῶν ὁρωμένων, ἦλθε πρὸς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ὄφεις, γεννήματα ἐχιδνῶν· οὐκ ἐπειδὴ ὄφεις ἦσαν τὴν φύσιν, ἀλλ' ἐπειδὴ δολεροὶ τὴν προαίρεσιν. Ἄλλος πάλιν προφήτης· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος πρὸς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Ἵπποις οὖν διαλέγεται; Οὐχὶ, ἀλλὰ τοῖς ἀσελγέσι, τοῖς ἀκολάστοις ἀνθρώποις. Αὐτὸς ὁ Χριστὸς τοῖς Ἰουδαίοις· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ. Τέκνα οὖν τοῦ διαβόλου, καὶ τὴν φύσιν εἶχον τοῦ διαβόλου; Οὐχὶ, ἀλλὰ τὴν προαίρεσιν ἐμιμήσαντο, καὶ τὸ ὄνομα αὐτοῦ ἔλαβον. Καὶ λέγει ἑρμηνεύων αὐτό· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς Κατέχετε τὸν κανόνα, ὅτι κύνες οἱ ἀναίσχυντοι, ὅτι λύκοι οἱ ἅρπαγες, ὅτι ὄφεις οἱ δολεροὶ, ὅτι ἀσπίδες οἱ ὕπουλοι, ὄνοι οἱ ἀνόητοι, ἵπποι θηλυμανεῖς οἱ ἀσελγεῖς καὶ ἀκόλαστοι, κορῶναι οἱ ἀκάθαρτοι, Σοδομηνοὶ οἱ τὰ ἐκείνων ζηλοῦντες, οἱ τὰς πράξεις ἐκείνων μιμούμενοι. Ἡ τοίνυν φύσις οὐκ ἔστι πονηρὰ, ἀλλ' ἡ γνώμη ἐστὶν ἡ διεφθαρμένη. Κατέχετε μετὰ ἀκριβείας· προσέχετε, ὅτι τὰ ὀνόματα ἀπὸ τῶν τρόπων τίθενται, καὶ αἱ προσηγορίαι ἀπὸ τῆς γνώμης. Καὶ τοῦτο οὐκ ἐν τῇ Γραφῇ, ἀλλὰ καὶ ἐν τῇ συνηθείᾳ τῇ κοινῇ. Ἐὰν ἴδωμεν σήμερον ἄνθρωπον ἥμερον, λέγομεν· Πρόβατον ὁ ἄνθρωπος· ἐὰν ἴδωμέν τινα ἀναισχυντοῦντα, λέγομεν, Μὴ γὰρ ἄνθρωπος; κύων ἐστίν· ἐὰν ἴδωμεν δολερὸν, Ὄφις ὁ ἄνθρωπος. Ὁρᾷς ὅτι καὶ ἡ κοινὴ συνήθεια τοῦτον οἶδε τὸν νόμον; Ἐὰν ἴδωμεν πολλαῖς πονηρίαις γέμοντα ἄνθρωπον, λέγομεν· Σατανᾶς· οὐκ ἐπειδὴ Σατανᾶς, οὐδὲ κατὰ τὴν φύσιν κοινωνὸς αὐτοῦ ἐστιν, ἀλλὰ τῇ γνώμῃ, ἐπειδὴ ζηλοῖ κατὰ ἀνθρωπίνην δύναμιν τὰ ἐκείνου. Οὐκοῦν τὰ ὀνόματα ἀπὸ τῶν τρόπων. Ὅταν οὖν ἀκούσῃς καὶ Παύλου λέγοντος, Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, μὴ τὸν διάβολον νόμιζε, ἀλλὰ τοὺς τὰ διαβόλου ἐργαζομένους, τοὺς Ἕλληνας, τοὺς Ἰουδαίους, τοὺς δαίμονας· οἷος τότε δαίμων ἄγγελος Σατᾶν, Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἄγγελος Σατᾶν· τὰ γὰρ τοῦ Σατανᾶ ἔπραττεν. Οἷοι ἦσαν οἱ ἐμβαλόντες αὐτὸν εἰς τὸ δεσμωτήριον, οἷοι ἦσαν οἱ μαστίζοντες αὐτόν. Ἀνθρώπους οὖν ἀγγέλους τοῦ Σατανᾶ, τοὺς τὰ τοῦ Σατανᾶ ἐργαζομένους, τοὺς ἐκκόπτοντας τὸ Εὐαγγέλιον, τοὺς ἐμποδίζοντας τὸ κήρυγμα, τοὺς μαστίζοντας αὐτὸν, τοὺς ἐλαύνοντας. Πρόσεχε· ὅλον ἐλύθη τὸ νόημα.