Ancient Greek · ~9 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 1
Not analysed yet
Ἅπαντας μὲν φιλῶ τοὺς ἁγίους, μάλιστα δὲ τὸν μακάριον Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς, τὴν σάλπιγγα τὴν οὐράνιον, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ. Τοῦτο δὲ εἶπον, καὶ ὃν περὶ αὐτὸν ἔρωτα ἔχω, εἰς μέσον ἐξήνεγκα, ἵνα καὶ ὑμᾶς κοινωνοὺς ποιήσω τοῦ φίλτρου. Οἱ μὲν γὰρ τὸν σωματικὸν ἔρωτα ἐρῶντες εἰκότως αἰσχύνονται ὁμολογεῖν, ἅτε καὶ ἑαυτοὺς καταισχύνοντες, καὶ τοὺς ἀκούοντας βλάπτοντες· οἱ δὲ τὸν πνευματικὸν, μηδέποτε ὁμολογοῦντες παυέσθωσαν· καὶ γὰρ καὶ ἑαυτοὺς καὶ τοὺς ἀκούοντας ὠφελοῦσι διὰ τῆς καλῆς ταύτης ὁμολογίας. Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα, οὗτος δὲ ἐγκώμιον· ἐκεῖνος μὲν πάθος ψυχῆς διαβεβλημένον ἐστὶν, οὗτος δὲ εὐφροσύνη ψυχῆς, καὶ ἀγαλλίαμα, καὶ κόσμος ἄριστος· ἐκεῖνος εἰσάγει πόλεμον εἰς τὴν τῶν ἐρώντων διάνοιαν, οὗτος καὶ τὸν ὄντα πόλεμον ἐκβάλλει, καὶ ἐν εἰρήνῃ πολλῇ τοὺς ἐρῶντας καθίστησι. Κἀκεῖθεν μὲν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ πολλὴ ζημία χρημάτων καὶ δαπάνη τις ἀνόητος, καὶ ζωῆς ἀνατροπὴ, καὶ οἰκιῶν ὁλόκληροι διαφθοραί· ἐντεῦθεν δὲ πολὺς ὁ πλοῦτος τῶν κατορθωμάτων, πολλὴ ἡ περιουσία τῆς ἀρετῆς. Πρὸς δὲ τοῖς εἰρημένοις, οἱ μὲν σωμάτων εὐμόρφων ἐρῶντες, καὶ πρὸς τὰς λαμπρὰς τῶν ὄψεων κεχηνότες, ἂν ὦσιν αἰσχροὶ καὶ δυσειδεῖς, οὐδὲν ἐκ τῆς ἐκείνων ἐπιθυμίας εἰς ἀπαλλαγὴν τῆς οἰκείας κερδαίνουσιν ἀμορφίας, ἀλλὰ καὶ αἰσχρότεροι κρίνονται καὶ εἰδεχθέστεροι· ἐπὶ δὲ τοῦ ἔρωτος τούτου τοὐναντίον ἅπαν. Ὁ γὰρ ψυχῆς ἁγίας ἐρῶν, καὶ εὐμόρφου, καὶ λαμπρᾶς, καὶ περικαλλοῦς, κἂν αὐτὸς αἰσχρὸς ᾖ καὶ δυσειδὴς, κἂν ἁπάντων ἀνθρώπων αἴσχιστος, ἐμμένων τῷ ἔρωτι τῶν ἁγίων, ταχέως ἔσται τοιοῦτος, οἷος ὁ ἐρώμενος. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον, τὸ σῶμα μὲν ἄμορφον καὶ πεπηρωμένον μὴ δύνασθαι διορθοῦν, ψυχὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ δύνασθαι λαμπρὰν καὶ περικαλλῆ ποιεῖν. Ἀπὸ γὰρ τῆς εὐμορφίας τῆς ἐκείνου οὐδὲν ἂν γένοιτο κέρδος· ἀπὸ δὲ τοῦ κάλλους τοῦ ταύτης τοσαῦτα ἔξεστι καρπώσασθαι ἀγαθὰ, ὅσα εἰκὸς κεκτῆσθαι τὸν ἐραστὴν ἔχοντα τὸν Θεόν. Περὶ ταύτης τῆς εὐμορφίας καὶ ὁ Δαυῒδ ἐν ψαλμοῖς ᾄδων, Ἄκουσον, φησὶ, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· κάλλος ἐνταῦθα λέγων τὸ κατὰ ψυχὴν, ὅπερ δι' ἀρετῆς καὶ εὐλαβείας συνίσταται.