Ancient Greek · ~13 min
Section 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 9.1
Not analysed yet
Καὶ γὰρ νόσημα τοῦτο δεινὸν τοῖς ἄρχουσιν ἔνεστι· τοὺς μετ' αὐτοὺς ἐπὶ τὴν ἀρχὴν ἐρχομένους εὔχονται φαύλους εἶναι καὶ πονηρούς. Ἄν τε γὰρ γενναῖοι τύχωσιν ὄντες, λαμπροτέρους αὐτοὺς φανεῖσθαι νομίζουσι, τῶν διαδεξαμένων τὴν ἀρχὴν οὐκ ὄντων τοιούτων· ἄν τε σκαιοὶ καὶ διεφθαρμένοι, ἀπολογίαν τῆς οἰκείας ἔσεσθαι πονηρίας τοῦ μετὰ ταῦτα ἄρχοντος τὴν κακίαν. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτος· ἀλλ' ἠβούλετο καὶ ηὔχετο καὶ ἐπεθύμει πολλῷ βελτίονος αὐτοὺς ἀπολαῦσαι τῆς προστασίας· οὕτω φιλόστοργος ἦν, οὕτω φθόνου καθαρὸς, οὕτω κενοδοξίας ἀπηλλαγμένος. Καίτοι γε ἓν μόνον ἐζήτει, τῶν ἀνθρώπων τὴν σωτηρίαν. Διὰ τοῦτο καὶ τὸν ἄρχοντα αὐτοῖς ἐν τῇ καθ' ἑαυτὸν ἐῤῥύθμιζεν ἀπολογίᾳ. Ἐπειδὴ γὰρ τὸ μὲν καλέσαι τὸν βασιλέα καὶ εἰπεῖν, Ἐπιεικὴς ἔσο καὶ μέτριος καὶ ἀδωροδόκητος, καὶ μηδένα βιάζου, μηδὲ ἀδίκει, μηδὲ πλεονέκτει, φορτικὸν ἦν καὶ ἐπαχθὲς τῷ μέλλοντι ταῦτα ἀκούειν· τὸ δὲ σιγῆσαι πάλιν προδοσία τοῦ δήμου ἐγίνετο· ἐν ἀπολογίας προσχήματι ἀμφότερα ταῦτα κατώρθωσε, κἀκεῖνον ἐδίδαξεν ὁποῖον εἶναι χρὴ τὸν βασιλεύοντα, καὶ τὴν ἐκ τοῦ διδάσκειν ἐπάχθειαν ἔφυγε. Καὶ δοκεῖ μὲν ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀγωνίζεσθαι· παιδεύει δὲ ἐκεῖνον, πῶς καὶ τίνι τρόπῳ τῶν ἀρχομένων ἐπιμελεῖσθαι χρή. Σὺ δέ μοι σκόπει πῶς μετὰ ἀκριβείας ἁπάσης καθαρὸν ἑαυτὸν ἔδειξε λημμάτων. Οὐδὲ γὰρ εἶπε, Μὴ ἀγρούς τινος ὑμῶν ἔλαβον; μὴ χρυσίον; ἀλλ' ὃ πάντων εὐτελέστερον ἦν, Μὴ ὑπόδημα; φησίν. Εἶτα καὶ ἑτέραν ἑαυτοῦ πολλὴν ἡμῖν ἐδήλωσεν ἀρετήν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀρχόντων, ὅταν μὲν κλέπτωσιν, ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ προσηνεῖς οὐκ οἴκοθεν, ἀλλὰ διὰ τὴν ἀνάγκην τοῦ συνειδότος, ἐκ τῶν κλεμμάτων περιῃρημένοι τὴν παῤῥησίαν· οἱ δὲ ἀδωροδόκητοι, φορτικοὶ καὶ ἐπαχθεῖς, οὐδὲ αὐτοὶ πάλιν οἴκοθεν, ἀλλ' ὑπό τινος κενοδοξίας καὶ τοῦ καθαροὶ λημμάτων εἶναι· ἀμφότερα δὲ οὐκ ἄν τις ἴδοι ῥᾳδίως συνελθόντα εἰς ἕνα· δεῖξαι βουλόμενος ὁ ἅγιος οὗτος, ὅτι ἀμφοτέρων περιεγένετο, καὶ λημμάτων ἐκράτει καὶ ὀργῆς, εἰπὼν, Μὴ μόσχον τινὸς ὑμῶν εἴληφα; οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν ἢ ἐξεπίεσα; τοῦτ' ἔστιν, ἐξέθλιψα; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν, ὅτι οὐκ ἔλαβον μὲν, ἐπειδὴ δὲ οὐκ ἔλαβον, φορτικὸς ἐγενόμην καὶ ἐπαχθὴς καὶ ὠμὸς καὶ ἄγριος. Διὰ τοῦτο ἔλεγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν; Τί οὖν ἐκεῖνοι; Οὔτε κατεδυνάστευσας ἡμᾶς, οὔτε ἐξεπίεσας, οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ τὸν βασιλέα αὐτὸν παιδεύων ταῦτα ἔλεγεν, ἐπήγαγε· Μάρτυς Κύριος, καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ· τοῦτο δὲ ἡμῖν αὐτὸ παραδηλῶν καὶ δεικνὺς, ὡς οὐκ ἦν ἡ μαρτυρία κεχαρισμένη, αὐτὸν ἐκάλεσε μάρτυρα τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, ὅπερ ἐστὶ καθαροῦ συνειδότος ἀπόδειξις. Οὐδεὶς γὰρ, οὐδεὶς, εἰ μὴ σφόδρα ἦν μεμηνὼς καὶ ἐξεστηκὼς, τοῦ συνειδότος τοῦ ἑαυτοῦ καλέσειεν ἄν ποτε μάρτυρα τὸν Θεὸν, εἰ μὴ σφόδρα ἑαυτῷ θαῤῥοίη. Μαρτυρησάντων τοίνυν ἐκείνων ἐπὶ τοῖς εἰρημένοις αὐτῷ, καὶ ἑτέραν ἑαυτοῦ δείκνυσιν αὐτὸς ἀρετήν· καὶ τῶν παλαιῶν ἀναμνήσας ἁπάντων τῶν κατὰ τὴν Αἴγυπτον, καὶ τῆς τοῦ Θεοῦ προστασίας, καὶ τῶν μετ' ἐκείνους πολέμων, ἀναμιμνήσκει τῆς μάχης τῆς ἐπ' αὐτοῦ γενομένης καὶ τῆς νίκης τῆς παραδόξου· καὶ εἰπὼν πῶς πολλάκις διὰ τὰς οἰκείας ἁμαρτίας τοῖς πολεμίοις παραδοθέντων, ἐκάλεσεν αὐτὸς τὸν Θεὸν, καὶ ἀπήλλαξεν αὐτοὺς τῶν πολεμίων, συνάπτων τοῖς παλαιοῖς τὰ νέα, ἐπάγει καὶ λέγει· Ἐξαπέστειλε Κύριος τὸν Ἱεροβάαλ, τὸν Γεδεὼν, καὶ τὸν Βαρὰκ, καὶ τὸν Ἰεφθάε, καὶ τὸν Σαμουὴλ, καὶ ἐξείλετο ὑμᾶς κύκλωθεν ἐκ χειρὸς τῶν ἐχθρῶν ὑμῶν, καὶ κατοικεῖτε πεποιθότες.