Ancient Greek
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 8
Not analysed yet
Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Σαμουὴλ τὸ αὐτὸ τοῦτο γεγενημένον ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖνος ἔτη τοσαῦτα προστὰς τοῦ δήμου τῶν Ἰουδαίων οὕτως, ὡς ὁ Θεὸς ἤθελε, καὶ μηδὲν μηδέποτε μέγα περὶ ἑαυτοῦ φθεγξάμενος, καίτοι πολλὰ ἔχων, εἴπερ ἐβούλετο, λέγειν, τὴν ἐκ πρώτης ἡλικίας ἀνατροφὴν, τὴν ἐν τῷ ναῷ διατριβὴν, τὴν ἐκ σπαργάνων αὐτοῦ προφητείαν, τοὺς μετὰ ταῦτα πολέμους, τὰς νίκας ἃς ἐνίκησεν, οὐχ ὅπλοις χρώμενος, ἀλλὰ μετὰ τῆς εὐνοίας τοῦ Θεοῦ παραταττόμενος, ἐν τοῖς ἔμπροσθεν χρόνοις οὐδὲν τούτων εἶπεν. Ἐπειδὴ δὲ ἔμελλεν ἀφίστασθαι τῆς προστασίας, καὶ τὴν ἀρχὴν ἐγχειρίζειν ἑτέρῳ, τότε λοιπὸν ἠναγκάσθη τὰ ἐγκώμια αὐτοῦ διεξελθεῖν, καὶ ταῦτα ὑφειμένως. Καὶ καλέσας τὸν δῆμον ἅπαντα, παρόντος καὶ τοῦ Σαοὺλ, οὕτω πώς φησιν· Ἰδοὺ ἤκουσα τῆς φωνῆς ὑμῶν, καὶ ἐβασίλευσα ἐφ' ὑμᾶς βασιλέα· καὶ ἐγὼ ἰδοὺ ἀνέστραμμαι ἐνώπιον ὑμῶν ἐκ νεότητός μου, καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ γεγήρακα. Ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον τοῦ Κυρίου, καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος ὑμῶν εἴληφα; ἢ ὄνον τίνος εἴληφα; ἢ τίνα ὑμῶν κατεδυνάστευσα; ἢ τίνα ἐξεπίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξίλασμα ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ; Εἴπατε κατ' ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. Καὶ ποία ἦν ἀνάγκη ταῦτα λέγειν, φησί; Πολλὴ καὶ μεγάλη. Ἐπειδὴ γὰρ ἄρχοντα ἔμελλεν εἰσάγειν αὐτοῖς τὸν Σαοὺλ, ἐν τῇ καθ' ἑαυτὸν ἀπολογίᾳ διδάξαι βουλόμενος ἐκεῖνον, πῶς προΐστασθαι δεῖ καὶ κήδεσθαι τῶν ἀρχομένων, αὐτοὺς τοὺς ὑπηκόους μάρτυρας αὐτοῦ τῆς φιλοσοφίας παράγει. Καὶ οὐ ποιεῖ τοῦτο ἐν τῷ καιρῷ τῆς ἀρχῆς, ἵνα μή τις εἴπῃ, ὅτι δεδοικότες αὐτὸν καὶ φοβούμενοι, τὰ μὴ ὄντα ἐμαρτύρησαν· ἀλλ' ὅτε παρελύθη τὰ τῆς δημαγωγίας, καὶ εἰς ἕτερον μετέστη τὰ τῆς προστασίας, καὶ κίνδυνος οὐδεὶς ἦν τῷ κατηγοροῦντι λοιπὸν, τότε δικάζεται πρὸς αὐτούς. Καίτοι γε εἰ ἕτερός τις ἦν, ἐμνησικάκησεν ἂν τοῖς Ἰουδαίοις, καὶ οὐκ ἂν ἠθέλησε τὸν ἄρχοντα τὸν μετ' αὐτὸν ἐπιεικῆ γενέσθαι καὶ μέτριον, οὐ διὰ μνησικακίαν δὲ μόνον, ἀλλ' ἵνα καὶ αὐτὸς ἐπαινῆται μειζόνως.