Ancient Greek
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 1.5.1
Not analysed yet
Καὶ τί λέγομεν ἐπὶ ὁλοκλήρου λαοῦ παρανομοῦντος τοῦτο συμβαίνειν, ὅπου γε καὶ τῶν ὀλίγων ὑπηκόων ἁμαρτία, ἢ πολλάκις καὶ τοῦ ἑνός, τὴν τῶν δικαίως κρατούντων ὑπερακοντίζει παρρησίαν; Καὶ τοῦτο πάλιν ἐξ αὐτοῦ ἄν τις κατανοήσειε τοῦ Ἰσραήλ, ὃς ὑπὸ Μωϋσέως δημαγωγούμενος, ἡνίκα πρὸς τὴν τῶν ἀλλοφύλων παρέβαλε γῆν καὶ τὴν πρὸς αὐτοὺς συνῇρε μάχην, πῶς τινες τῶν αὐτοῦ μανέντες εἰς τὰς ἐκείνων γυναῖκας, τὴν πάνδημον ἐκείνην θραῦσιν καὶ τὸν ὄλεθρον κατειργάσαντο. Ἐπὶ ἑνὸς δὲ τὸ τοιοῦτο συμβέβηκεν· ὡς ἐπὶ Ἄχαρ τοῦ τὴν ποικίλην στολὴν ἀφελομένου τοῦ ἀναθήματος καὶ κατὰ τοῦ λαοῦ τὴν τοῦ Θεοῦ ἐκκαύσαντος ὀργήν. Ἀλλ' ἴσως τινὲς τῶν παρόντων τὰ τῆς ἱστορίας ταύτης ἀγνοοῦσιν. Διὰ τοῦτο δεῖ βραχέα περὶ ταύτης εἰπόντα ὑπομνῆσαι μὲν τοὺς εἰδότας, διδάξαι δὲ τοὺς ἀγνοοῦντας. Οὗτος τοίνυν ὁ Ἄχαρ εἷς ἐτύγχανε τῶν μετὰ Ἰησοῦ τοῦ Ναυῆ διαβάντων τὸν Ἰορδάνην, Ἰησοῦ ἐκείνου τοῦ ψήφῳ Θεοῦ διαδόχου Μωϋσέως προκεκριμένου, τοῦ εἰκόνα καὶ τύπον ἐπέχοντος τοῦ ἀληθινοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκ τῆς ἐρήμου διὰ τοῦ Ἰορδάνου εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὸν λαὸν διεβίβασεν, οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν ἐκ τῆς ἐρήμου τῆς ἀγνωσίας καὶ εἰδωλολατρείας διὰ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἡμᾶς μετεποίησεν, εἰς τὴν μητέρα τῶν πρωτοτόκων, ἐν ᾗ τῆς ἀληθινῆς καταπαύσεως ηὐτρεπίσθησαν αἱ μοναί, ἔνθα ἡ ἀστασίαστος καὶ εἰρηνικὴ διατριβή. Οὗτος τοίνυν τῇ τοῦ προστάττοντος δυνάμει τὸν λαὸν διαβιβάσας, προσέβαλε τῇ Ἱεριχὼ καὶ τὴν ξένην ἐκείνην πολιορκίαν ἐνεργῶν, ἤδη τῶν τειχῶν καταπίπτειν μελλόντων, τί φησι πρὸς τὸν λαόν; «Ἔσται ἀνάθημα ἡ πόλις αὕτη καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ Κυρίῳ Σαβαώθ, πλὴν Ῥαὰβ τὴν πόρνην, περιποιήσασθε αὐτήν. Φυλάξασθε οὖν ἀπὸ τοῦ ἀναθήματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς λάβητε ἀπ' αὐτοῦ, καὶ ἐκτρίψητε ἡμᾶς.» Ἀφιερώθη, φησίν, ἅπαντα τὰ ἐν τῇ πόλει— τοῦτο γὰρ τὸ ἀνάθημα δηλοῖ, Μή τις οὖν νοσφίσηται τῶν ἀνατεθέντων Κυρίῳ τῷ Θεῷ καὶ ἐξολοθρεύσῃ ἡμᾶς ἐκ τῆς γῆς. Ἐπικίνδυνος ἡ ἐντολή, πολὺ τὸ τῆς ἀκριβείας τοῦ τε προστάσσοντος Θεοῦ καὶ τοῦ νομοθετοῦντος Ἰησοῦ. Πῶς γὰρ οὐκ ἦν ἐν τοσούτῳ πλήθει μὴ παραβαθῆναι τὸν νόμον τοῦτον, πολλῶν ὄντων τῶν συνωθούντων πρὸς τοῦτο; Ἢ γὰρ τὸ ἀστάθμητον καὶ τὸ φιλοκερδὲς τοῦ δήμου, ἢ τὸ μὴ πάντας κατηκόους γενέσθαι τῆς προτεθείσης ἐντολῆς, ἢ ἡ ποικιλία τῶν σκύλων καθάπερ δέλεαρ προκειμένη καὶ τοὺς φιλοκτήμονας δελεάζουσα, εὐκόλως ἂν πρὸς τὴν παράβασιν παρώρμησεν. Ἀλλ' ὅμως ὁ νόμος οὗτος ἐτέθη καὶ ὑπὲρ κεφαλῆς ὁ τῆς παραβάσεως αὐτοῦ κίνδυνος ἐπεκρεμάσθη. Τί οὖν μετὰ τοῦτο; Κατέπεσεν τὰ τείχη καὶ ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο πάντα. Παντὸς τοίνυν τοῦ λαοῦ τὴν ἐντολὴν ταύτην διατηροῦντος, ἡ τοῦ ἑνὸς παράβασις εἰς ἅπαν τὸ πλῆθος τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. «Ἐπλημμέλησαν γάρ, φησίν, οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο καὶ ἔλαβον ἀπὸ τοῦ ἀναθήματος καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμεῖ ἀπὸ τοῦ ἀναθήματος καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς Ἰσραήλ.» Καὶ μὴν εἷς ἦν ὁ πλημμελήσας. Πῶς οὖν, φησίν, «ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ» καὶ «ἐθυμώθη Κύριος τοῖς υἱοῖς Ἰσραήλ»; Ὁρᾷς πῶς ἡ τοῦ ἑνὸς ἁμαρτία παντὶ τῷ λαῷ τὴν τιμωρίαν προεξένησεν; πῶς πρὸς τὸ πλῆθος τὸν Θεὸν ἐξεπολέμωσεν; Ἐπεὶ οὖν τὸ παράνομον ἐπράχθη καὶ οὐδεὶς ἦν ὁ συνειδώς, πλὴν μόνου τοῦ τὰ κρύφια γινώσκοντος Θεοῦ, ἡ μὲν τιμωρία ἔμελλεν, ὁ δὲ πράξας τοῦτο, κἂν ἐδόκει λανθάνειν, ἀλλ' ὅμως ὑπὸ τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸς κατεκαίετο. Ἦλθε τοίνυν καὶ τῆς ἀπειλῆς ὁ καιρὸς καὶ τοῦ φανερὸν γενέσθαι τὸ ἁμάρτημα. «Ἀπέστειλε γάρ, φησίν, Ἰησοῦς ἄνδρας ἀπὸ Ἱεριχὼ εἰς Γαῖ. Καὶ ἀνέβησαν ἐκεῖ ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαῖ καὶ ἀπέκτειναν ἀπ' αὐτῶν τριάκοντα καὶ ἓξ ἄνδρας καὶ ἀπεδίωξαν αὐτοὺς καὶ συνέτριψαν αὐτοὺς καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.»