Ancient Greek
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 1.6.1
Not analysed yet
Ὅρα μιᾶς ἁμαρτίας εἴσπραξιν, ὅρα πληγὴν ἀπαραμύθητον. Εἷς ἐπλημμέλησεν καὶ εἰς ἅπαντα τὸν δῆμον ὁ θάνατος καὶ ἡ δειλία ἐπέπεσεν. Τί τοῦτο, ὦ φιλάγαθε Δέσποτα; Σὺ εἶ μόνος δίκαιος καὶ εὐθεῖς αἱ κρίσεις σου. Σὺ ἑκάστῳ κατὰ τὰ οἰκεῖα ἔργα ἀπονέμεις τὴν κρίσιν. Σὺ ἔφης, φιλάνθρωπε, ἐν τῇ ἰδίᾳ ἕκαστον ἀποθανεῖσθαι ἁμαρτίᾳ καὶ μὴ ἄλλον ἀντιτιμωρηθήσεσθαι ἑτέρου. Τίς οὖν αὕτη ἡ δικαία σου ψῆφος; Καλά σου τὰ πάντα, Κύριε, καὶ λίαν καλὰ καὶ πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομούμενα. Λύμη τίς ἐστιν, φησίν, ἡ ἁμαρτία· οὐκοῦν ἐκπομπευέσθω διὰ τῆς τιμωρίας εἰς πάντας, ἵνα μὴ τοὺς πάντας καταλυμήνηται, ἵνα γνόντες πόσην ἀπειλὴν μία παράβασις ἔτεκεν, φύγωσιν τὴν ἐκ πλειόνων ἀτελεύτητον κόλασιν. Ἰδὼν οὖν, φησίν, ὁ Ἰησοῦς τὴν ἀνυπόστατον φυγήν, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν, ἐκείνους τοὺς θρήνους τραγῳδῶν, οὓς ἡ θεία σημαίνει Γραφή. Τί οὖν πρὸς αὐτὸν ὁ Δεσπότης; «Ἀνάστηθι· ἵνα τί οὕτω συμπέπτωκας; Ἡμάρτηκεν ὁ λαός σου καὶ παρέβη τὴν διαθήκην μου καὶ οὐ μὴ δυνήσονται οἱ υἱοὶ Ἰσραὴλ στῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθημα ἐξ ὑμῶν αὐτῶν.» Ἐκηρύχθη τοίνυν ἐν τῷ λαῷ τοῦτο, μηνύεται ὑπὸ Θεοῦ ὁ τὴν παράβασιν πράξας, συγκατατίθεται οὗτος. «Ἀπεκρίθη γάρ, φησίν, Ἄχαρ τῷ Ἰησοῦ καὶ εἶπεν· Ἀληθῶς ἥμαρτον ἐναντίον τοῦ Κυρίου Θεοῦ Ἰσραήλ· οὕτω καὶ οὕτως ἐποίησα. Εἶδον ἐν τῇ προνομῇ στολὴν ποικίλην, λίαν καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς ἔλαβον καὶ ἰδοὺ ταῦτα ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου.» Πάντα λοιπὸν εἰς φανερὸν ἄγει, ἐπειδὴ ἀψευδῆ τὸν ταῦτα καταμηνύσαντα ἑώρα ἀσφαλῆ τε εἶχε τὸν ἐλέγχοντα μάρτυρα. Ὅρα δὲ τὸν ἐπονείδιστον καὶ ὀλέθριον αὐτοῦ θάνατον· «Ἀνήνεγκε, φησίν, αὐτὸν Ἰησοῦς εἰς φάραγγα Ἄχαρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα ὅσα ὑπῆρχεν αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λίθοις.» Αὕτη τῆς παρανομίας ἡ ἀνταπόδοσις, οὕτως ἡ τοῦ Θεοῦ ἀδέκαστός ἐστι δίκη. Τοῦτο τοίνυν εἰδότες, οἰκείων ἁμαρτημάτων εἴσπραξιν τὴν τῶν ἀνιαρῶν ἔφοδον λογιζώμεθα καὶ καθ' ἑκάστην τὰ ἑαυτῶν ἐξετάζοντες ἐγκλήματα, μὴ ἑτέροις, ἀλλ' ἡμῖν αὐτοῖς τὴν τούτων περιάπτωμεν αἰτίαν. Οὐ γὰρ ἡ τῶν ἀρχόντων μόνον ἀπροσεξία, ἀλλὰ πολλῷ μᾶλλον τὰ ἡμέτερα πταίσματα τὰ κακὰ ἐπεσώρευσεν. Οὕτω τοίνυν ἐνταῦθα παραγινόμενος ἕκαστος καὶ τὰ οἰκεῖα λογιζόμενος παραπτώματα, οὔτε ἕτερον μέμψοιτο καὶ μετὰ τῆς προσηκούσης εὐταξίας τὴν παροῦσαν ἀναπέμψοι δοξολογίαν. Ἔστι δὲ ἡ παρ' ἡμῶν ἀπαιτουμένη εὐταξία τοιαύτη· πρῶτον μὲν συντετριμμένῃ καρδίᾳ προσέρχεσθαι τῷ Θεῷ, ἔπειτα καὶ τὸ τῆς καρδίας ἦθος διὰ τοῦ φαινομένου σχήματος ὑποδεικνύειν, διὰ τῆς στάσεως, διὰ τῆς τῶν χειρῶν εὐταξίας, διὰ τῆς πραείας καὶ συνεσταλμένης φωνῆς. Εὔκολον γὰρ τοῦτο καὶ παντὶ τῷ βουλομένῳ δυνατόν. Πῶς οὖν εἰς πάντας κατορθωθήσεται; Θῶμεν ἑαυτοῖς νόμον καὶ εἴπωμεν ὅτι κοινωφελὴς ἐντολὴ κατεβλήθη καὶ δεῖ πάντας ἡμᾶς τῆς τοιαύτης μετασχεῖν ὠφελείας. Διὰ τοῦτο καὶ τὰς ἀτάκτους κατασιγάσωμεν φωνὰς καὶ τὰ τῶν χειρῶν καταστείλωμεν ἤθη, δεδεμένας ταύτας παριστάνοντες τῷ Θεῷ καὶ μὴ τοῖς ἀκόσμοις ἐπαιρομένας νεύμασιν. Μισεῖ γὰρ τοῦτο καὶ ἀποστρέφεται, ὥσπερ τὸν συνεσταλμένον ἀγαπᾷ καὶ προσίεται. «Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Εἴπωμεν ἀλλήλοις ὅτι οὐ βούλεται αὐτῷ προσδιαλεγομένους ἡμᾶς καὶ ἑαυτοῖς προσομιλεῖν, οὐδὲ ἀφέντας τὴν πρὸς αὐτὸν διάλεξιν, τὰς τῶν παρόντων ἀνακινεῖν συντυχίας καὶ τῷ βορβόρῳ τοὺς μαργαρίτας ἀναφύρειν. Ὕβριν γὰρ οἰκείαν καὶ οὐ δοξολογίαν τὸ τοιοῦτον ἡγεῖται. Κἄν τις βουληθείη ταύτην παραβῆναι τὴν ἐντολήν, ἐπιστομίσωμεν, ὡς ἐπίβουλον τῆς ἡμετέρας σωτηρίας ἀποδιώξωμεν, ἔξω τῶν περιβόλων τῆς ἁγίας ἐκκλησίας ἐκβάλωμεν. Οὕτω γὰρ ποιοῦντες, τὰ μὲν πρότερα ἁμαρτήματα ῥᾳδίως ἀπονιψόμεθα, αὐτὸν δὲ τὸν Δεσπότην εἰς μέσον ἕξομεν μετὰ τῶν ἁγίων ἀγγέλων συγχορεύοντα καὶ ἑκάστῳ τοὺς τῆς εὐταξίας ἀπονέμοντα στεφάνους. Ἐπεὶ γάρ ἐστι φιλάνθρωπος καὶ μεγαλόδωρος καὶ χαίρει ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ, ἐπιτερπόμενος τοῖς καλοῖς ἡμῶν· διὰ τοῦτο καὶ βασιλείαν οὐρανῶν ἐπηγγείλατο καὶ ζωῆς ἀκηράτου μέθεξιν, καὶ πάντα τὰ ἀγαθὰ προητοίμασε, βουλόμενος ἡμᾶς ἐν τούτοις κατασκηνῶσαι. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ πρέπει δόξα, κράτος, προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.