Ancient Greek · ~7 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 1
Not analysed yet
Εἰς καιρὸν ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις ταύτην τῆς ἀποστολικῆς ἐπιστολῆς ἀναγνωσθῆναι τὴν περικοπὴν, ἣν ἠκούσατε σήμερον· ἔχει γάρ τινα πρὸς τὰ πρώην εἰρημένα συγγένειαν καὶ ἀκολουθίαν πολλὴν, εἰ καὶ μὴ ἐν τοῖς ῥήμασιν, ἀλλ' ἐν τοῖς νοήμασι. Τὸ μὲν γὰρ πρώην ἀναγνωσθὲν τοῦτο ἦν· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ πολλὰ περὶ ἀναστάσεως ἐλέχθη τότε, τὸ γενναίως τὰ τοιαῦτα φέρειν πάθη, καὶ εὐχαριστεῖν τῷ λαμβάνοντι τοὺς προσήκοντας ἡμῖν Θεῷ. Σήμερον τὸ ἀναγνωσθὲν τοῦτό ἐστι· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα. Ἐπεὶ οὖν ἀπὸ θανάτου χηρεία γίνεται, καὶ τοῦτο μάλιστά ἐστι τὸ τὴν ὀδύνην ἐπιτεῖνον, καὶ διεγεῖρον τὸ πένθος, μεμνημένοι τῶν πρώην εἰρημένων, ἃ τοὺς πενθοῦντας παρακαλοῦντες εἰρήκαμεν, καὶ ταῦτα μετὰ πάσης ὑποδεξάμενοι τῆς σπουδῆς μετ' ἐκείνων εἰς τὰ ταμιεῖα τῆς διανοίας ἀπόθεσθε. Τὸ γὰρ τῆς χηρείας ὄνομα δοκεῖ μὲν εἶναι συμφορᾶς ὄνομα, οὐκ ἔστι δὲ, ἀλλ' ἀξίωμα, καὶ τιμὴ, καὶ δόξα μεγίστη· οὐκ ὄνειδος, ἀλλὰ στέφανος. Εἰ γὰρ καὶ ἄνδρα οὐκ ἔχει συνοικοῦντα ἡ χήρα, ἀλλὰ τὸν Χριστὸν ἔχει συνοικοῦντα, τὸν πάντα ἀποκρουόμενον τὰ ἐπιόντα δεινά. Ἀρκεῖ γὰρ ἐν ταῖς ἐπιούσαις ἐπηρείαις τῆς χήρας, εἰσελθεῖν καὶ γόνυ κλῖναι, καὶ στενάξαι πικρὸν, καὶ δάκρυα προχεῖν, καὶ πᾶσαν ἀποκρούσασθαι τῶν ἐπηρεαζόντων τὴν ἐπιβουλήν· τὰ γὰρ ὅπλα τῆς χήρας τοιαῦτα, δάκρυα, καὶ στεναγμοὶ, καὶ εὐχαὶ διηνεκεῖς· διὰ τούτων οὐκ ἀνθρωπίνην ἐπήρειαν μόνον, ἀλλὰ καὶ δαιμονικὰς ἐφόδους ἀποκρούσασθαι δύναται. Ἡ χήρα τῶν μὲν βιωτικῶν ἀπήλλακται πραγμάτων, πρὸς δὲ τὸν οὐρανὸν ὁδεύει λοιπόν· καὶ ἣν περὶ τὸν ἄνδρα ἐπεδείκνυτο σπουδὴν καὶ θεραπείαν, ταύτην εἰς τὰ πνευματικὰ πράγματα ἀναλῶσαι δυνήσεται. Εἰ δὲ λέγοις, ὅτι τὸ παλαιὸν συμφορὰ ἦν τὸ πρᾶγμα, ἐκεῖνο ἂν εἴποιμι, ὅτι καὶ ὁ θάνατος κατάρα ἦν· ἀλλὰ γέγονε τιμὴ καὶ ἀξίωμα τοῖς γενναίως αὐτὸν φέρουσιν ἐπιόντα. Οὕτω γοῦν οἱ μάρτυρες στεφανοῦνται· τὸν αὐτὸν τρόπον καὶ ἡ χήρα πρὸς ἀξίωμα μέτεισι μέγα.